- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:222.4-223.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯概述了《形而上学》第四卷(Γ卷)的主旨,指出本卷旨在解决B卷的疑难,确立矛盾律,驳斥怀疑论,并阐明第一哲学乃是研究作为存在的存在的普遍科学。
" Ἔστιν ἐπιστήμη ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα." Ὁ σκοπὸς τοῦ προκειμένου βιβλίου ἐστὶν ἐπιλύσασθαι τὰς πολλὰς τῶν ἀποριῶν τῶν εἰρημένων ἐν τῷ δευτέρῳ, τουτέστιν ἐν τῷ Β.1 ζητεῖ δὲ καὶ περὶ τῆς ἀντιφάσεως, εἴτε αὐτόπιστός ἐστι κρείττων οὖσα πάσης ἀποδείξεως, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἤγουν ἡ ἀπόφασις ἀληθεύει, εἴτε δυνατόν ἐστιν ἀποδεῖξαι τοῦτο αὐτό, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἤγουν ἡ ἀπόφασις ἀληθεύει. πρὸς ἐπὶ τούτοις δὲ ζητεῖ καὶ περὶ τῆς ἀκαταληψίας μαχόμενος πρὸς τοὺς καλουμένους ἐφεκτικούς, καὶ δείκνυσιν ὅτι οὐκ ἔστιν ἀκαταληψία ἀλλὰ καταληπτὰ ὑπάρχουσι τὰ πράγματα. εἶτα λοιπὸν κατὰ τὸ προοίμιον ζητεῖ τοῦτο, ἐπειδὴ ἠπόρησεν ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητῶν εἰ ἄρα ὁ πρῶτος φιλόσοφος διαλέξεται περὶ πασῶν τῶν οὐσιῶν, τοῦτο αὐτὸ ἐνταῦθα ἐπιλύεται δεικνὺς ὅτι περὶ πασῶν τῶν οὐσιῶν διαλέξεται ὁ πρῶτος φιλόσοφος, πολυπραγμονῶν καὶ τὰς αἰτίας αὐτῶν καὶ τὰ καθ’ αὑτὸ ὑπάρχοντα αὐτοῖς, οἷον, εἰ τύχοι, περὶ ὁμοιότητος καὶ ἀνομοιότητος καὶ ἑτερότητος καὶ ταυτότητος. αἱ δὲ ἄλλαι καὶ κατὰ μέρος ἐπιστῆμαι μέρος τι τοῦ καθόλου ἀποτεμόμεναι περὶ τούτου θεωροῦσιν, οἷον γεωμετρία περὶ μεγεθῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς μεγέθεσιν, οἷον τοῖς τριγώνοις, εἰ τύχοι, τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν· ὁμοίως δὲ καὶ ὁ ἀριθμητικὸς περὶ ἀριθμῶν καὶ ὁ ἀστρονόμος περὶ σχημάτων ἀστέρων μεγεθῶν κινήσεων, ὡσαύτως δὲ καὶ αἱ ἄλλαι πᾶσαι ἐπιστῆμαι. προθέμενος οὖν ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ, ἣν καὶ Σοφίαν καὶ Πρώτην φιλοσοφίαν, ἔστι δὲ ὅτε καὶ Θεολογίαν αὐτὴν καλεῖ, περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι καὶ δείξας ὅτι ἡ προκειμένη πραγματεία μήτε τῶν περὶ τὴν τῶν ἀναγκαίων γνῶσιν καταγινομένων ἐστὶ τεχνῶν ἢ ἐπιστημῶν μήτε τῶν περὶ τὰ χρήσιμα, ἀλλ’ ἔστιν αὐτῆς χάριν τῆς γνώσεώς τε καὶ ἐπιστήμης μετιοῦσα † αὐτὰ εἰς αὐτὰ μέτεισι, δείξας δὲ αὐτὴν θεωρητικὴν οὖσαν τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων (ταῦτα γὰρ μάλιστα ὄντα), πρὸ τοῦ ζητεῖν τίνες αἱ πρῶται ἀρχαί, κινήσας καθόλου τὸν περὶ αἰτίων λόγον καὶ τὰς δόξας τῶν πρὸ αὐτοῦ τὰς περὶ τῶν ἀρχῶν ἐκθέμενός τε καὶ ἱστορήσας καὶ ἀντειπὼν πρὸς αὐτάς, δείξας δὲ καὶ ὅτι [εἰ] εἰσί τινες ἀρχαὶ πρῶται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν ἀρχῶν ἄνοδος, καὶ ἐπὶ τούτοις ὡς χρήσιμον καὶ ἀναγκαῖον πρὸς τὴν εὕρεσιν τῶν τῇ σοφίᾳ προκειμένων ἀπορήσας τινὰς ἀπορίας περί τε τοῦ ὄντος καὶ τῶν ἀρχῶν καὶ τῶν τούτοις παρακειμένων, μετὰ τὰς ἀπορίας ἄρχεται τοῦ τρίτου βιβλίου λοιπὸν ἐν τούτῳ λέγων τε καὶ κατασκευάζων τὰ αὐτῷ δοκοῦντα καὶ λύων τὰ ἠπορημένα.2 δείκνυσι δὲ ἐν τῷ βιβλίῳ περὶ τίνα ἐστὶν ἡ σοφία, ἣν καὶ φιλοσοφίαν ὀνομάζει καὶ πρώτην φιλοσοφίαν.
“有一门科学,它考察作为存在的存在以及属于它的属性。” 当面这一卷的主旨在于解决第二卷(即B卷)中所陈述的诸多疑难。他也探讨关于矛盾的问题,究竟在一切事情上或肯定或否定为真这件事情是自明的且优于一切证明,抑或能够证明这同一件事情,即在一切事情上或肯定或否定为真。此外,他还探讨关于不可知性的问题,与所谓的存疑派进行交锋,并表明并不存在不可知性,事物乃是可知地存在的。接着,他在序言中所探讨的是:由于他在前一卷中提出疑难,探讨第一哲学家是否将讨论一切实体,他在这里解决的正是这一问题,表明第一哲学家将讨论一切实体,探究它们的原因以及就自身而言属于它们的属性,例如,假定说,关于相似性与不相似性、差异性与同一性。而其他个别科学则是切取普遍者的一部分并就此进行考察,例如几何学考察量度以及就自身而言属于量度的属性,假定说三角形的三内角等于两直角;同样,算术家考察数目,天文学家考察星体的形状、大小和运动,所有其他科学亦复如是。因此,既然他在《形而上学》(他也称之为“智慧”与“第一哲学”,有时亦称之为“神学”)的论著中设定了考察作为存在的存在,并表明眼前的论著既非关乎必需事物的知识的技艺或科学,亦非关乎实用事物的技艺或科学,而是为了知识与科学自身而追求其自身对象的,并且表明它是考察第一本原和原因的(因为这些在最高程度上是存在),在探讨何为第一本原之前,他普遍地提出了关于原因的学说,陈述并记载了在他之前的人关于本原的意见并对其进行反驳,又表明存在某些第一本原,本原的向上追溯不是无限的,并且在此之上,作为发现摆在智慧面前的课题之有用且必然者,提出了关于存在、本原及与其相邻事物的若干疑难,在这些疑难之后,他便开始了第三卷,在其中陈述并确立他自己的见解,并解决此前提出的疑难。而且他在该卷中表明,智慧(他也将其命名为哲学和第一哲学)是关乎何种事物的。
- 4.1τουτέστιν ἐν τῷ Β
阿斯克勒庇俄斯将A卷算作第一卷,B卷算作第二卷(ἐν τῷ δευτέρῳ),而将Γ卷算作第三卷(τοῦ τρίτου βιβλίου)。这是基于不把小α卷作为独立编号计入的传统计数方式。
- 4.1προθέμενος οὖν ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ ... μετὰ τὰς ἀπορίας ἄρχεται τοῦ τρίτου βιβλίου λοιπὸν ἐν τούτῳ λέγων τε καὶ κατασκευάζων τὰ αὐτῷ δοκοῦντα καὶ λύων τὰ ἠπορημένα.
这一长句的骨干结构由一系列主格分词(προθέμενος, δείξας, κινήσας, ἐκθέμενος, ἱστορήσας, ἀντειπών, δείξας, ἀπορήσας)构成,它们共同依附于以亚里士多德为主语的主要动词 ἄρχεται。介词短语 μετὰ τὰς ἀπορίας 总结了前面几卷的内容,并引导至主句动词。
