- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:220.7-221.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯对1002b32–1003a5进行注解,剖析了本原是潜在还是现实、是普遍还是个别这两大疑难。他梳理了前者中论证的前提结构,并解释了后者中关涉实体与普遍者的性质以及科学知识成立条件的辩证难点。
" Σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι." Ἡ ἀπορία πάνυ ἐστὶ λογική· ζητεῖ δὲ πότερον τὰ στοιχεῖα δυνάμει ὑπάρχουσιν ἢ ἐνεργείᾳ· διὰ γὰρ τοῦ εἰπεῖν ἢ τινα ἕτερον τρόπον τὸ ἐνεργείᾳ ἐδήλωσεν. εἰ μὲν γὰρ ἄλλως πως, τουτέστιν εἰ ὑποθώμεθα τὰς ἀρχὰς ἐνεργείᾳ εἶναι, ἔσται τῶν ἀρχῶν ἄλλο τι πρότερον· πρότερον γὰρ τὸ δυνάμει τοῦ ἐνεργείᾳ·1 ὥστε ἡ τῆς κατ’ ἐνέργειαν αἰτίας καὶ ἀρχῆς δύναμις προτέρα ἔσται, τῆς ἀρχῆς οὔσης γε κατ’ ἐνέργειαν. τὸ γὰρ δυνατὸν οὐκ ἀναγκαῖον ἤδη καὶ ἐνεργείᾳ εἶναι· ὥστε εἰ μὴ ἀντιστρέφει, ἀλλὰ τοῦ μὲν ἐνεργείᾳ ὄντος προηγεῖται, φησίν, ἡ δύναμις καὶ παντὶ ἐνυπάρχει, οὐκ ἐν παντὶ δὲ τῷ δυνατῷ ἤδη ἐνέργεια, προτέρα ἡ δύναμις ἔσται. πάνυ δὲ βραχέως ἡρμήνευσε συνάψας τῷ πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκείνως πᾶν ἔχειν, τουτέστιν ἐνεργείᾳ εἶναι. τὸ δὲ ἐκείνης τῆς αἰτίας εἶπεν ἀντὶ τοῦ ἐκείνης τῆς ἀρχῆς, τοῦ ἐνεργείᾳ. εἰ δέ τις ὑποθοῖτο τὰ στοιχεῖα δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ, τούτῳ ἀκολουθήσει τὸ ἐνδέχεσθαι μηδὲν ὅλως [δυνατὸν] εἶναι· δύναται γὰρ εἶναι καὶ τὸ μηδέπω ὄν, ὥστε αἱ ἀρχαὶ εἰ δυνάμει ὑπάρχουσι, δύνανται μὴ εἶναι· εἰ δὲ αὗται μὴ εἶεν, οὐδὲ τὰ ἐξ αὐτῶν. ὅτι δὲ δυνατὸν εἶναι καὶ τὸ μὴ ὄν, οὕτως ἔδειξεν· εἰ τὸ γινόμενον οὐκ ἔστι (τοῦτο γὰρ εἶπε διὰ τοῦ γίνεται μὲν γὰρ τὸ μὴ ὄν), τὸ δὲ δυνατὸν γίνεται, τὸ [δὲ] δυνατὸν οὐκ ἔστιν. ἔλαβε δὲ τὴν δευτέραν πρότασιν διὰ τοῦ οὐθὲν δὲ γίνεται τῶν εἶναι ἀδυνάτων.
“与这些相邻的是提出如下疑难。” 这一疑难完全是逻辑性的;他探讨的是诸元素究竟是潜在地存在还是现实地存在;因为通过说“或者以某种其他方式”,他指明了现实地[存在]。因为如果以另一种方式,即如果我们假定诸本原是现实存在的,那么就会有某种先于诸本原的东西;因为潜在者先于现实者;从而,现实的原因与本原的潜能将更为优先,至少是在本原现实存在的情况下。因为潜在者并不必然就已经现实地存在;因此,如果不可换位,而是正如他所言,潜能先于现实存在之物并且内在于一切事物之中,但在一切潜在之物中并不立即具有现实,那么潜能将更为优先。而他把“但潜在之物并不必然全都处于那种状态”——也就是说现实地存在——与“因为潜能先于那个原因”连接在一起,极为简明地作了解释。而他说“那个原因的”,是用以代替“那个本原的”,即“现实[本原]的”。但如果有人假定诸元素是潜在地存在而非现实地存在,那么对于他而言就会伴随着完全可能没有任何东西存在;因为尚未存在之物也能够存在,因此诸本原如果是潜在地存在,它们就能够不存在;而如果它们不存在,出于它们之物也不会存在。至于非存在之物也能够存在,他是这样证明的:如果正在生成之物并非存在(因为他是通过“因为非存在之物生成”来表达这一点的),并且潜在之物生成,那么潜在之物便并非存在。而他是通过“在不可能存在之物中没有任何东西生成”得出了第二个前提。
"Ταύτας τε οὖν τὰς ἀπορίας ἀναγκαῖον ἀπορῆσαι περὶ τῶν ἀρχῶν." Πάλιν μέμνηται τῆς πρόσθεν ἤδη ῥηθείσης ἀπορίας, πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῶν ὄντων καθόλου εἰσὶ καὶ κοινά τινα, ἤγουν τὰ καθ’ ἕκαστα. καὶ προστίθησιν ἄλλην ἀπορίαν παρὰ τὴν ῥηθεῖσαν. εἰ μὲν γάρ, φησί, καθόλου ὑπάρχουσιν αἱ ἀρχαί, οὐκ ἔσονται οὐσίαι· ἡ μὲν γὰρ οὐσία ὑποκείμενον καὶ τόδε τι, οὐδὲν δὲ τῶν κοινῶν ὑποκείμενόν ἐστι καὶ τόδε τι ἀλλὰ τοιόνδε· οὐδὲ γὰρ τὰ τῶν οὐσιῶν γένη καὶ εἴδη τόδε τι σημαίνει, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ὡς εἴρηται ἐν Κατηγορίαις. ὅτι γὰρ μὴ τόδε τι δηλοῖ τὸ κοινόν, οὕτως δείκνυσιν. εἴ τις λέγοι, φησί, τὸ κοινὸν τόδε τι καὶ ὑπὸ ἔκθεσιν καὶ δεῖξιν πίπτειν, ὁ Σωκράτης ἡ ἄτομος οὐσία πολλὰ ἔσται ζῷα ἅμα κατ’ ἀριθμόν (καὶ γὰρ αὐτὸς Σωκράτης ζῷον ὤν καὶ ἄνθρωπος), εἴ γε καὶ ὁ ἄνθρωπος ζῷόν τε καὶ τόδε τι καὶ καθ’ αὑτὸ ὂν καὶ ὑπὸ δεῖξίν τε καὶ ἔκθεσιν πῖπτον. ἔστι γὰρ ὁ Σωκράτης καὶ ἄνθρωπος, καὶ οὐ ταὐτόν ἐστι τὸ Σωκράτει καὶ ἀνθρώπῳ εἶναι. ἀλλὰ καὶ ζῷον· καὶ γὰρ ζῷον ὁ Σωκράτης, ὃ καὶ αὐτὸ ὑπέκειτο· ὥστε ὁ Σωκράτης τρεῖς ἔχει οὐσίας. διό, φησί, πολλὰ ἔσται ζῷα ὁ Σωκράτης, αὐτός τε καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον, εἴπερ σημαίνει ἕκαστον αὐτῶν τόδε 〈τι〉 ὂν καὶ ἕν. εἰ μὲν οὖν τις ὑποθοῖτο καθόλου εἶναι τὰς ἀρχὰς ταῦτα συμβαίνει ἄτοπα. εἰ δὲ πάλιν τὰ καθ’ ἕκαστα ὑποθοῖτο ἀρχάς, ἀναιρεθήσεται ἐπιστήμη· τῶν γὰρ καθόλου καὶ ἀεὶ ὡσαύτως ἐχόντων ἡ ἐπιστήμη. πόθεν οὖν ἔσονται γνωσταὶ αἱ ἀρχαί; οὐκοῦν οὐδὲ τὰ ἐκ τῶν ἀρχῶν. ὥστε πάντων δεῖ ἀρχὰς εἶναι προτέρας καθόλου τούτων τῶν ἀρχῶν, ἐάν περ μέλλῃ ἔσεσθαι ἐπιστήμη τῶν ἀρχῶν. ἰστέον οὖν ὅτι τὰ πλεῖστα ἐξ ἐνδόξων ἔχουσι τὰς ἐπιχειρήσεις καὶ κατὰ τὸ πιθανόν· οὔτε δὲ οἷόν τε ἦν εἰς τὰ ἀντικείμενα ἐπιχειρῆσαι μὴ λογικαῖς ἐπιχειρήσεσι χρησάμενον,2 οὔτε δὲ λύεσθαι δυνατὸν ἦν αὐτάς, εἰ ἦσαν ἀληθεῖς.
“因此,关于诸本原必然要提出这些疑难。” 他再次提到了此前已经说过的疑难,即存在的元素与本原究竟是普遍的与某种共同的东西,抑或是个别的事物。并且他在已述疑难之外又补充了另一个疑难。他说,因为如果诸本原普遍地存在,它们将不会是实体;因为实体是载体和“这个”,但共同之物没有一个是载体和“这个”,而是“如此这般的”;因为正如在《范畴篇》中所说,甚至实体的属和种也不表示“这个”,而只是划定关于实体的性质。因为对于共同之物并不表明“这个”,他是这样展示的。他说,如果有人说共同之物是“这个”并且归于标出与指示之下,那么作为不可分实体的苏格拉底就将在数目上同时成为多个动物(因为苏格拉底自身既是动物也是人),如果连人也是动物也是“这个”,并且是自身存在且归于指示与标出之下的事物。因为苏格拉底也是人,而对于苏格拉底的存在与对于人的存在并不是同一的。但他也是动物;因为苏格拉底也是动物,这也是设定了的;从而苏格拉底具有三个实体。他说,因此,如果它们之中的每一个都表示是“这个”并且为一,那么苏格拉底就将成为多个动物,即他自身、人和动物。因此,如果有人假定诸本原是普遍的,就会产生这些荒谬的后果。但是反过来,如果假定个别事物是本原,科学知识将被取消;因为科学知识是关于普遍者与始终保持相同状态之物的。那么诸本原将从何处被认知呢?因此出于诸本原之物也不会被认知。从而,如果确实将要有关于诸本原的科学知识,就必须有先于这些本原的一切事物的普遍本原。因此应当知道,绝大多数论证都是从公认意见出发并且依照盖然性的;若不运用逻辑[辩证]论证,既不可能对相反的双方进行论驳,而如果它们是真的,也就不可能解决它们。
- 3.100τοῦ ἐνεργείᾳ
作为同位语性限定短语接在前面的“ἐκείνης τῆς ἀρχῆς”(那个本原的)之后。意指“ἐκείνης τῆς κατ’ ἐνέργειαν [οὔσης ἀρχῆς]”(现实存在的本原的),其中属格定冠词 τοῦ 名词化了副词性短语 ἐνεργείᾳ。
- 3.101οὔτε δὲ οἷόν τε ἦν εἰς τὰ ἀντικείμενα ἐπιχειρῆσαι μὴ λογικαῖς ἐπιχειρήσεσι χρησάμενον
在无人称结构 οἷόν τε ἦν 接不定词 ἐπιχειρῆσαι 中,分词 χρησάμενον 呈现为宾格,指代一般意义上的论述者。该分词带有否定词 μή,表示条件意义(“如果不使用……”)。
