- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:219.11-220.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯借助字母与音节的比喻,梳理了相对于个别者的共同本原在形式上为一、而个别复合音节的原素在数目上为一之间的关系。在此基础上,他阐释了柏拉图主义者为何必须设定在数目上为一的真正实体即通相,并指出了若假定本原在数目上为一所必然导致的诸多疑难。
ἔτι οὐδὲ οὐσίαι ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων, εἰ μὴ ἑκάστη αὐτῶν ἀριθμῷ μία· τοῖς γὰρ καθόλου κατὰ συμβεβηκὸς τὸ εἶναι, ὡς προελθὼν ἐρεῖ. παρέθετο δὲ τὰ στοιχεῖα τῶν συλλαβῶν δεικνὺς ἐπὶ τούτων πῶς αἱ ἀρχαὶ καὶ τὰ κατηγορούμενα κοινῶς τινων οὐκ ἔστιν ἀριθμῷ ὡρισμένα ἀλλὰ εἴδει· τῶν γὰρ καθ’ ἕκαστα ἄλφα τὸ κοινὸν ἄλφα ἀρχή, εἴδει ὂν ἕν, οὐκ ἀριθμῷ· ὁμοίως δὲ καὶ τῶν ἄλλων στοιχείων. ὡς δὲ ἐπὶ τῶν οὕτως στοιχείων, οὕτως καὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων ὁ ἄνθρωπος, καὶ τῶν ἄλλων αἰσθητῶν ὁμοίως. εἰπὼν δὲ τῶν ἐνταῦθα γραμμάτων αἱ ἀρχαὶ ἀριθμῷ μὲν οὐκ εἰσὶν ὡρισμέναι, εἴδει δέ,1 ἐπεὶ ἐπὶ τῶν ἀφωρισμένων 〈οἷον〉 συλλαβῆς τῆσδέ τινος ἔστιν εἰπεῖν τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς ταύτης τῆς συλλαβῆς ἀφωρισμένας εἶναι (τῆσδε γὰρ τῆς βα συλλαβῆς τόδε τὸ β καὶ τόδε τὸ α ἀρχαὶ καὶ στοιχεῖα ἀφωρισμένα κατ’ ἀριθμόν), παρέθετο καὶ τοῦτο, καὶ ἔδειξεν ὅτι ἐπὶ μὲν τῶν οὕτως λαμβανομένων συλλαβῶν καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων συνθέτων ἀφωρισμένας ἀριθμῷ τὰς ἀρχὰς ἔστι λαβεῖν, ἀλλ’ αὐτῶν πάλιν τούτων τὰ κοινὰ ἀρχαί· τὸ γὰρ ἐν τῇδε τῇ συλλαβῇ α καὶ τὸ ἐν τῇδε τὸ κοινὸν κατηγορούμενον α ἀρχὴν ἔχουσιν. ὁμοίως οὖν ἐστι καὶ ἐπὶ τῶν μαθηματικῶν. ἀναγκαῖον οὖν εἶναι τὰς ἰδέας διὰ τὸ ἐν ἐκείναις γίνεσθαι ἓν τῷ ἀριθμῷ. καὶ γὰρ εἰ μὴ καλῶς διαρθροῦσι λέγοντες, ἐπειδὴ συμβολικῶς λέγουσιν, ἀλλ’ ἔστι γε τοῦτο ὅπερ βούλονται δηλῶσαι, ἓν τῷ ἀριθμῷ τὴν ἀργῆν·2 ἐπ’ αὐτῶν δὲ μόνων, φησίν, συνᾴδει ὁ λόγος· καὶ ἀνάγκη ταῦτα λέγειν αὐτούς, ὅτι τῶν εἰδῶν οὐσία τις ἕκαστον καὶ οὐχ ἓν κατὰ συμβεβηκὸς ἐκεῖσε. καὶ πάνυ καλῶς τοῦτο λέγει ὁ Ἀριστοτέλης· εἰ γὰρ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, ἐκεῖσε δὲ οὐδὲν ἀπογίνεται, δῆλον ὡς ὅτι οὐκ ἔστι συμβεβηκός. ἀναγκαῖον οὖν ἔδοξε πολλάς τινας οὐσίας θέσθαι, ὧν ἑκάστη κυρίως ἔσται οὐσία οὐ κατὰ μετουσίαν τινὸς οὐδὲ κατὰ συμβεβηκὸς τὸ εἶναί τε καὶ τὸ ἓν ἔχουσα· κατὰ συμβεβηκὸς γὰρ ἐν τῷ εἴδει τὸ ἓν ἀλλ’ οὐ κυρίως. ἀλλὰ πάλιν, φησίν, εἰ ὑποθώμεθα τὰ εἴδη ἀριθμῷ ἔχειν τὸ ἕν, τουτέστι τὰς ἀρχάς, καὶ μὴ εἴδει, πολλὰ συμβέβηκε τὰ ἀδύνατα, καθάπερ καὶ ἀνωτέρω εἰρήκαμεν καὶ ἐν τῇ θεωρίᾳ, ὅτι ἔσται ἔνυλος ἡ ἀρχὴ καὶ ἓν τὸ γινόμενον, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν.
此外,如果存在的诸本原不是各自在数目上为一,它们甚至不会是实体;因为对于普遍者而言,存在只是偶适的,正如他在后文中将要说的。他引用了音节的元素,并在它们身上展示出,本原以及对某些事物共同述说者,如何不是在数目上确定的,而是在形式上确定的;因为对于个别的α而言,共同的α是本原,它在形式上是一,而不是在数目上;其余的元素亦同样。正如同在这样的元素上一样,对于个别的人而言,“人”也是[本原],对于其他感觉事物也是同样。而在说出“此处的字母之本原在数目上并不是确定的,而是在形式上[确定的]”之后,由于在已被限定的事物上,比如这一个音节,可以说该音节的元素与本原是被限定的(因为对于‘ba’这一个音节而言,这一个β与这一个α就是在数目上被限定的本原与元素),他也引用了这一点,并且指明:对于这样被把握的音节以及对于其余一切复合事物,固然可以把握在数目上被限定的本原,但这些事物自身的共同者反过来才是本原;因为在这一音节中的α与在那一音节中的[α],都以被共同述说的α为本原。因此在数学对象上也是同样。由此,通相的存在是必然的,因为在它们之中成立了数目上的一。因为纵然他们在谈论时没有清晰阐明——由于他们是用象征方式说话的——,但这确实是他们想要表明的,即本原在数目上为一;但是他说,“论证唯独在它们身上是协调的”。他们必然要说这些,即形式中的每一个都是某种实体,且在彼界不是偶适地为一。亚里士多德极好地说明了这一点;因为如果偶适属性是在载体不毁灭的情况下生成与离散之物,而在彼界没有任何事物离散,显而易见[彼界的一]不是偶适属性。因此,设定许多实体似乎是必然的,其中每一个都将是严格意义上的实体,既非通过分有某物,亦非偶适地具有存在与一;因为在形式之中,一乃是偶适的,而非严格意义上的。他说,但反过来,如果我们假定形式(也就是本原)在数目上而不在形式上具有一,就会伴随有许多不可能的后果,正如我们在上文和通论中也曾说过的,即本原将是具质料的,而生成之物将只是一个,这是与显然的事实相违背的。
- 3.99εἰπὼν δὲ τῶν ἐνταῦθα γραμμάτων αἱ ἀρχαὶ ἀριθμῷ μὲν οὐκ εἰσὶν ὡρισμέναι, εἴδει δέ
分词从句 εἰπὼν δὲ ... 是引用亚里士多德前文表述的引入句。在被引述的内容中,属格 τῶν ἐνταῦθα γραμμάτων 作为主题前置,主格 αἱ ἀρχαὶ 作谓语 οὐκ εἰσὶν ὡρισμέναι 的主语。在此分词短语之后,插入了较长的原因从句(ἐπεὶ ...)及括号内的说明,最终落实到主句动词 παρέθετο καὶ τοῦτο(他也引用了这一点)。
- 3.99ἓν τῷ ἀριθμῷ τὴν ἀργῆν
底本中的 ἀργῆν 显然是 ἀρχήν 的排印错误。在构词和句法上,这是一个省略了不定词 εἶναι 的宾格不定词短语,作为前面关系从句 ὅπερ βούλονται δηλῶσαι(他们所欲表明的事)的内容同格说明,意为“本原在数目上[为]一”。
