← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§22.29-24.2

四因的划分与作为第一原因的形式因

阿斯克勒庇俄斯注解了亚里士多德将原因分为四种(质料、形式、动力、目的,983a24)的文段,阐明第一哲学所探讨的是超越的原因(其中动力、目的与形式因相重合),并论证了标示实体与本质的形式因构成了回答“何以”之疑问的最终定义与第一原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30#1

" Ἐπεὶ δὲ φανερόν, ὅτι τῶν ἐξ ἀρχῆς αἰτίων." Διὰ τῆς τοιαύτης ἐπιστήμης, φημὶ δὴ τῆς πρωτίστης, ἠδυνήθημεν ἀνιχνεῦσαι τὰ αἴτια πάντων τῶν πραγμάτων. νῦν οὖν δεῖ ἡμᾶς μαθεῖν, ποίου αἰτίου ἐστὶ κυρίως ἡ τοιαύτη ἐπιστήμη. καί φησιν ὅτι τέσσαρα ὑπάρχουσι τὰ αἴτια, ὑλικόν, εἰδικόν, ποιητικόν, τελικόν. πολυπραγμονήσαντες οὖν, εἰ δυνατὸν καὶ τὰς ἰδέας παραλαβεῖν εἰς μίαν τῶν αἰτιῶν τούτων (καὶ προϊὼν ἐρεῖ περὶ αὐτῶν) * * * φησὶν ὅτι οὐδενὸς τῶν αἰτιῶν τούτων δύναται ἐπιστήμη εἶναι αὕτη τῶν ἐνύλων, ἀλλ’ ἔστιν ἐπιστήμη τοῦ ἐξηρημένου αἰτίου, φημὶ δὴ τοῦ ποιητικοῦ καὶ τελικοῦ καὶ εἰδικοῦ. συντρέχει γὰρ ἐπὶ τοῦ πρώτου αἰτίου τὰ τρία ταῦτα· ὁ γὰρ θεός, φησίν, ἀεὶ ποιητής, καὶ οὐχ ὥσπερ ἡμεῖς ποτὲ μὲν ποιοῦμεν, ποτὲ δὲ οὐ ποιοῦμεν, οὕτω καὶ ὁ θεός, ἀλλ’ ἀεὶ ἐπινάει. οὔτε γὰρ ἔν τινι χρόνῳ παραλέλειπται αὐτοῦ ἡ ἐνέργεια, ὥς φησιν, ἐν ἑκάστῃ ἡμέρᾳ. ἡμεῖς γὰρ ποτὲ μὲν ποιοῦμεν, ποτὲ δὲ οὐ ποιοῦμεν, ὁ δὲ θεός, φησίν, αὐτῷ τῷ εἶναι πάντα παράγει καὶ δημιουργεῖ καὶ ἐπινάει. διό φησι καὶ ὁ Ἀλέξανδρος, ὅτι ἀεὶ ὁ Ἀριστοτέλης λέγει συντρέχειν τὸ τελικὸν αἴτιον τῷ εἰδικῷ. ἐπειδὴ οὖν δεῖ ἡμᾶς λαβεῖν ἐπιστήμην τῶν ἐξ ἀρχῆς αἰτίων (τότε γὰρ λέγομεν εἰδέναι ἕκαστον πρᾶγμα, ὅταν τὴν πρωτίστην αὐτοῦ αἰτίαν μάθωμεν), τὰ δὲ αἴτια τετραχῶς λέγονται, ὧν μίαν μὲν αἰτίαν φαμὲν εἶναι τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι, τουτέστι τὸ εἰδικὸν αἴτιον. αἱ γὰρ οὐσίαι κατὰ τὰ εἴδη χαρακτηρίζονται· ἀνάγεται γὰρ τὸ διὰ τί πρῶτον εἰς τὸν λόγον ἔσχατον,1 οἷον λέγει ὅτι διὰ τί αἱ τρεῖς τοῦ τριγώνου γωνίαι δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσιν; εἶτά φησιν ἐκεῖνος, ἐπειδὴ αἱ ἐφεξῆς γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἐπειδὴ ὅταν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἔσται ἑκατέρα τῶν ἴσων γωνιῶν. καὶ μετὰ τὸ ἀποδοῦναι τὸν ὁρισμὸν οὐκέτι ἐρωτώμεθα τὸ διὰ τί. διό φησιν ἀνάγεται γὰρ τὸ διὰ τί πρῶτον εἰς τὸν λόγον (τουτέστιν εἰς τὸν ὁρισμόν) ἔσχατον· μετὰ γὰρ τὸ ὁρίσασθαι οὐκέτι ζητοῦμεν τὸ διὰ τί. αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον, διὰ τί γὰρ τόδε τὸ πρᾶγμα τοιόνδε ἐστίν. καλῶς δὲ προσέθηκε τὸ ἔσχατον· εἶεν γὰρ ἄν τινες καὶ ἄλλαι ἀποκρίσεις πρὸς τὴν τοῦ διὰ τί ἀπαίτησιν οὐδέπω τὸν λόγον καὶ τὸν ὁρισμὸν ἔχουσαι· διὸ οὐδέπω αἱ τοιαῦται ἀποδόσεις τῆς αἰτίας τῆς κατὰ τὸ εἶδός εἰσι διδασκαλικαί, οὐδὲ ὁ ζητῶν τὸ διὰ τί τῆς ζητήσεως ἤδη παύεται. οὐ γὰρ οἷόν τε ζητουμένου ἔτι τοῦ διὰ τί λέγειν ἀποδεδόσθαι τὴν αἰτίαν· ἡ γὰρ τοῦ διὰ τί ζήτησις αἰτίας ζήτησίς ἐστιν. εἰ οὖν ἀκούσαντες ἐν τῇ τοῦ διὰ τί ζητήσει παυόμεθα τῆς κατὰ τοῦτο τοῦ διὰ τί ζητήσεως τοῦ αἰτίου,2 παυόμεθα δὲ τὸν ὁρισμὸν καὶ τὸ εἶδος ἀκούσαντες τῆς διὰ τί ζητήσεως, αἴτιον ἄρα καὶ τοῦτο. εἰπὼν δὲ ἐπὶ ἔσχατον τὸν ὁρισμὸν τὸ διὰ τί ἀνάγεσθαι, πῶς τὸ ἔσχατον πρῶτόν ἐστι καὶ αἴτιον, διὰ τῶν ἑξῆς ἐδήλωσε· τὸ γὰρ ἔσχατον λεγόμενον ἐν τῇ ἀποδόσει πρῶτόν ἐστιν ἐν τῇ φύσει καὶ αἴτιον· διὸ ἐπήνεγκεν αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον. τὸ μὲν γὰρ ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον κυρίως αἴτιον· τὸ δὲ οὕτως αἴτιον πρῶτον αἴτιον τῶν οὕτως αἰτίων· τὸ ἄρα ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον πρῶτον αἴτιον.

“既然显而易见,[我们必须获得]关于最初诸原因的知识……” 通过这样一门科学——我指的是这门第一科学——我们得以探寻万物的原因。因此现在我们必须获知,这样一门科学主要是关于何种原因的。并且他说诸原因有四种:质料因、形式因、动力因、目的因。因此在详尽探讨了是否可能将诸相也纳入这些原因之一后(在他继续论述时也将谈及它们)[……]他说,这门科学不可能属于这些内在质料的原因中的任何一种,而是属于那超越的原因,即动力因、目的因和形式因。因为在第一原因上,这三者是重合的;他说,因为神始终是动因,并不是如同我们有时作为、有时不作为那样,神也是如此,相反神始终在倾流。他说,因为他的现实活动在任何时刻都不曾停歇,每一天皆是如此。因为我们有时作为,有时不作为,而神,如他所言,仅凭其自身的存在便产出、制作并倾流出万物。因此亚历山大也说,亚里士多德始终声称目的因与形式因相重合。因此,既然我们必须获得关于最初诸原因的知识(因为唯当我们获知每一事物的最初原因时,我们才说知晓该事物),而原因在四种意义上被述说,其中一种原因我们称之为实体与“所是”,亦即形式因。因为实体乃是依形式被表征的;因为“何以”首先被归约到最终的说明中。例如他说,为什么三角形的三个角等于两直角?然后那人回答说,因为邻角彼此相等,因为每当一条直线立在另一条直线上而使邻角彼此相等时,这两个相等的角中的每一个都是直角。而在给出了这一定义之后,我们便不再被询问“何以”。因此他说,“何以”首先被归约到作为最终者的说明(即定义)中;因为在下了定义之后,我们便不再探求“何以”。“而最初的‘何以’就是原因与原理”,因为这事物为何具有如此性质[就是原因所在]。他极妥当地补充了“最终的”;因为针对“何以”的诉求,还可能存在某些尚未包含说明与定义的其他回答;因此,这样对原因的给出尚未展示那依循形式的原因,探求“何以”的人也不会因此就止息其探寻。因为当“何以”仍在被探寻时,声称原因已被给出是不可能的;因为对“何以”的探求就是对原因的探求。因此,如果在探求“何以”的过程中,我们在听到[定义]后便止息了针对这“何以”对原因的探寻,并且我们在听到定义与形式之后便止息了对“何以”的探求,那么这[形式]因而也是原因。但在说明了“何以”归约到作为最终者的定义之后,他又通过接下来的话阐明了这最终者何以是最初者以及原因;因为在表述中被称为最终者的,在自然上却是最初者与原因;因此他添上了“而最初的‘何以’就是原因与原理”。因为在对“何以”的诉求中作为最终者给出的,在严格意义上乃是原因;而以这种方式作为原因的,乃是此类原因中的第一原因;因此,在对“何以”的诉求中作为最终者给出的,就是第一原因。

语法注2 条
  1. 1.30ἀνάγεται γὰρ τὸ διὰ τί πρῶτον εἰς τὸν λόγον ἔσχατον

    引自亚里士多德《形而上学》983a25–26。πρῶτον 既可以作副词理解为“首先/首要地”修饰动词 ἀνάγεται,但根据下文注疏者的阐释(即解释表述中的“最终者”如何在本性上是“最初者”,对应 αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον),它亦与句末的 ἔσχατον(最终的)形成结构与语义上的对照。译文将其处理为修饰归约过程的“首先”,同时保持与后文“最初的‘何以’”的逻辑连贯。

  2. 1.30εἰ οὖν ἀκούσαντες ἐν τῇ τοῦ διὰ τί ζητήσει παυόμεθα τῆς κατὰ τοῦτο τοῦ διὰ τί ζητήσεως τοῦ αἰτίου

    该句的句法骨架为条件句结构:εἰ... παυόμεθα... παυόμεθα δέ... αἴτιον ἄρα καὶ τοῦτο(如果……我们止息了……,且我们止息了……,那么这因而也是原因)。分词 ἀκούσαντες 表示时间或条件(“在听到……之后/时”),其宾语(定义或形式)由上下文补充。παυόμεθα 支配属格(τῆς... ζητήσεως),意为“止息了……的探寻”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:22.29-24.2