- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:24.2-25.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德列举剩余三种原因(质料因、动力因、目的因)并转向考察前人哲学家学说的段落。他分析了早期自然哲学家如何仅设定质料原理、否定实体的生成消灭而仅承认变质,并阐述了泰勒斯将水视作万物本原与原因的依据。
δεύτερον δὲ αἴτιον ἡ ὕλη καὶ τὸ ὑποκείμενον, τρίτον δὲ τὸ ποιητικὸν αἴτιον, τέταρτον δὲ αἴτιον τὴν ἀντικειμένην αἰτίαν ταύτῃ,1 καὶ τὸ οὗ ἕνεκα καὶ τὸ ἀγαθὸν 〈φησιν〉· τέλος γὰρ τῆς γενέσεως καὶ κινήσεως πάσης τοῦτ’ ἔστι, τὸ τελικὸν αἴτιον. ἀντικείμενον δὲ εἶπε τὸ ποιητικὸν τῷ τελικῷ, ἐπειδὴ πρῶτον φαντάζεται ὁ τέκτων τὸ ἀβάκιον καὶ διατυποῖ καθ’ ἑαυτὸν καὶ τότε παράγει, μετὰ δὲ τὸ γενέσθαι ὑπηρετεῖ· ἀντίκειται οὖν τὸ γενόμενον τῷ μὴ γενομένῳ. ἱκανῶς οὖν, φησί, περὶ τούτων ἐσκοπήσαμεν ἐν τοῖς Περὶ φύσεως λόγοις· ὅμως δεῖ ἡμᾶς παραλαβεῖν εἰς τὴν τῶν αἰτίων εὕρεσιν καὶ τοὺς πρὸ ἡμῶν φιλοσοφήσαντας· ὁμολογουμένως γὰρ κἀκεῖνοι ὑποτίθενται ἀρχὰς καὶ αἴτια. συντελεῖ γὰρ τῇ μεθόδῳ τῇ περὶ τῶν αἰτίων τὸ κινῆσαι τὰς δόξας τῶν παλαιοτέρων περὶ αὐτῶν. ἐντεῦθεν δὲ καί τι ἕτερον γένος τῆς αἰτίας εὑρήσομεν ἢ λοιπὸν ἀσφαλῶς ταῖς οὔσαις τέτρασι μόναις πιστεύσομεν. οἱ μὲν οὖν πρῶτοι φιλοσοφήσαντες πάντες ὑλικὰς ἀρχὰς μόνας ὑπέθεντο. τοῦτο γὰρ ἔλεγον εἶναι ἀρχήν, ἐξ οὗ ἐστι πάντα τὰ ὄντα (τὸ δὲ ἐξ οὗ τὴν ὕλην δηλοῖ) καὶ ἐξ οὗ πρώτου γίνεται καὶ εἰς ὃ τελευταῖον φθείρεται, τῆς μὲν οὐσίας ὑπομενούσης· εἰδοπεποιημένον γὰρ ὑπετίθεντο εἶναι τὸ στοιχεῖον,2 καὶ κατὰ πάθη τὴν μεταβολὴν γίνεσθαι, καὶ ταύτην ἀρχὴν τῶν ὄντων ὑπετίθεντο. καὶ διὰ τοῦτο κατ’ αὐτοὺς ἀνῃρεῖτο γένεσις καὶ φθορά (ὡς εἴρηται γάρ, εἰδοπεποιημένον ἔλεγον εἶναι τὸ στοιχεῖον) ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σωζομένης. διὸ γένεσιν μὲν ἀνῄρουν, ἀλλοίωσιν δὲ ὑπετίθεντο. ἀμέλει τοι ἡνίκα ὁ Σωκράτης γίνεται καλὸς ἢ μουσικός, οὔ φαμεν αὐτὸν γίνεσθαι, ἀλλὰ μόνον ἀλλοιοῦσθαι, διότι ὁ αὐτὸς μένει κατ’ εἶδος. οὔτε δὲ πάλιν φαμὲν αὐτὸν ἀπόλλυσθαι, ἡνίκα ἀποβάλλει ταύτας τὰς ἕξεις, διὰ τὸ ὑπομένειν τὸ ὑποκείμενον, τὸν Σωκράτην αὐτόν. εἰ οὖν κἀκεῖνοι ἀεὶ ὑποτίθενται εἰδοπεποιημένον εἶναι τὸ στοιχεῖον, φανερὸν ὅτι ἀνῄρουν γένεσιν, ἀλλοίωσιν δὲ ἔλεγον, ἐπειδὴ ὑπετίθεντο τροπὰς ὑπομένειν κατὰ πάθος μετρίως θερμὸν γινόμενον, εἰ τύχοι, τὸ ὕδωρ. ὅμως λέγοντες τὰ ἄλλα στοιχεῖα γίνεσθαι ἐξ αὐτοῦ, ἐξ ἀνάγκης καὶ γένεσιν λέγουσιν· φθειρομένου γὰρ τοῦ ὕδατος γίνεσθαι ἀέρα, ὡς ἐμάθομεν ἐν ταῖς φυσικαῖς αὐτοῦ πραγματείαις. δεῖ τοίνυν πάντως εἶναί τινα φύσιν ὑλικὴν ἢ μίαν ἢ πλείους μιᾶς, ἐξ ὧν γίνεται τὰ ἄλλα σωζομένης αὐτῆς· περὶ αὐτὴν γὰρ γίνεται ἡ μεταβολή, ὥστε αὕτη, φησίν, ἀμετάβλητος ὀφείλει εἶναι. τὸ μέντοι εἶδος καὶ τὸ πλῆθος τῆς τοιαύτης ἀρχῆς οὐ πάντες τὸ αὐτὸ λέγουσιν, ἀλλ’ οἱ μὲν ὕδωρ τὸ ὑλικὸν αἴτιον, οἱ δὲ πῦρ, οἱ δὲ ἄλλο. διό φησιν ὅτι Θαλῆς μὲν ὁ Μιλήσιος ὁ ἀρχηγὸς τῆς τοιαύτης φιλοσοφίας ὕδωρ φησὶν εἶναι τὴν ἀρχὴν τῶν πάντων. διὸ καὶ τὴν γῆν ἐφ’ ὑδάτων ὀχεῖσθαι ὡς ἀρχῆς οὔσης.3 ταύτην δὲ ἔσχε τὴν ὑπόληψιν ἐκ τοῦ ὁρᾶν πάντων τὴν τροφὴν ὑγρὰν οὖσαν (ἀδύνατον γάρ ἐστιν ἄνευ ὑγρότητος τρέφεσθαι τὰ ζῷα) καὶ ὅτι τὰ σπέρματα πάντα, ἐξ ὧν τὰ ζῷα ὑπάρχουσιν, ὑγρά ἐστιν· ἀρχὴ δὲ τῶν ὑγρῶν τὸ ὕδωρ. καὶ πάλιν φησίν ‘αὐτὸ τὸ θερμὸν ἐκ τοῦ ὑγροῦ ἐστι’· δευομένη γὰρ ἡ γῆ ἐκπέμπει τὴν καπνώδη ἀναθυμίασιν, ἐξ ἧς τὸ ὑπέκκαυμα, ὅ ἐστι τὸ πῦρ.
第二种原因是质料与基质,第三种是动力原因,第四种原因是与这相对立的原因,即“为了何者”以及善〈他说〉;因为一切生成与运动的终点就是这,即目的原因。他说动力因与目的因相对立,是因为木匠首先在心中构想出小桌并在自己内心将其塑形,然后才将其制作出来,而在它生成之后才发挥功用;因此,已生成之物与尚未生成之物相对立。他说,因此我们在《自然哲学讲义》中已充分考察了这些;然而,为了发现诸原因,我们还必须把在我们之前从事哲学思考的人也纳入考察;因为大家一致承认他们也设定了原理与原因。因为对于有关诸原因的探究方法而言,调动古代思想家关于它们的看法是大有助益的。由此我们或者将发现某种其他类别的原因,或者今后可以确凿地只信服现有的这四种。那么,最早从事哲学思考的人全都仅仅设定了质料性的原理。因为他们说,万物由之而存在(而“由之”指明了质料)、万物最初由之生成且最终消解于其中、其实体却保持不变的那个东西,就是原理;因为他们设定元素是已被赋予形式的,且变化是依照性质状态发生的,并设定这即是万有的原理。因此在他们看来,生成与毁灭被取消了(因为正如所说,他们称元素是已被赋予形式的),理由是这样一种本性始终得以保全。所以他们取消了生成,却设定了质变。诚然,当苏格拉底变得俊美或通晓音律时,我们并不说他生成了,而只说他变质了,因为他在形式上仍保持同一。当他失去这些品质时,我们同样也不说他毁灭了,因为那作为基质的苏格拉底本人依然存在。因此,如果他们也始终设定元素是已被赋予形式的,显然他们取消了生成而主张变质,因为他们设定它在性质状态上经历转化,例如水恰好变得温热。然而,由于他们声称其他元素由它生成,他们必然也谈到了生成;因为当水毁灭时气便生成,正如我们在他的自然哲学论著中获知的那样。因此,无论如何必定存在某种质料性的本性,或单一或多于一种,其他事物在其自身得以保全的同时由它生成;因为变化乃是围绕它而发生的,所以他说,这〔本性〕必须是不变的。然而,关于这种原理的形式与数量,人们的说法并不尽相同,有人认为质料原因是水,有人认为是火,还有人认为是其他东西。因此他说,米利都的泰勒斯,即此类哲学的开创者,声称水是万物的原理。所以大地也承载在水之上,因为水是原理。他产生这种见解,是由于看到一切事物的滋养物都是潮湿的(因为动物若无湿气便无法获得滋养),以及动物由之产生的种子全都是潮湿的;而湿润之物的原理就是水。并且他又说,“热自身也是从湿润之物中产生的”;因为大地被浸湿时会散发出烟状升华物,引火之物即火便是由此而来的。
- 1.30τὴν ἀντικειμένην αἰτίαν ταύτῃ
阴性与格单数指示代词 ταύτῃ 指代前面提到的“动力原因”(τὸ ποιητικὸν αἴτιον,此处语法性承接阴性名词 αἰτία),意即“与动力因相对立的原因”,即目的因。
- 1.30εἰδοπεποιημένον γὰρ ὑπετίθεντο εἶναι τὸ στοιχεῖον
带不定式的宾格结构,其中完成时被动分词 εἰδοπεποιημένον 作为宾语 τὸ στοιχεῖον 的表语性宾格,表明原始元素被假定为“已被赋予了特定形式”。
- 1.30ὡς ἀρχῆς οὔσης
由 ὡς 连同分词 οὔσης 构成的独立属格结构,表示归属于泰勒斯的主观理由或假设前提(“以水为本原这一理由”)。
