← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§21.11-22.28

否定神性嫉妒与从惊异向认识的转变

本段注解亚里士多德《形而上学》982b32–983a11,驳斥了关于神圣者怀有嫉妒的诗人之说,确立第一哲学作为最神圣、自足之科学的地位,并阐释探求如何从因无知而起的惊异出发,通过认识原因而最终确立相反认知的逆转过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28

" Εἰ δὲ λέγουσιν οἱ ποιηταί." Φησὶν ὅτι οἱ ποιηταί φασιν, ὅτι φθονερόν ἐστι τὸ θεῖον καὶ Ἡρόδοτος ‘φθονερὸν ἐὸν τὸ θεῖον’, εἰ τοίνυν φθονερὸν τὸ θεῖον, δυστυχεῖς ὑπάρχουσιν οἱ περιττοί, τουτέστιν οἱ σοφοί, πλέον τι ἔχοντες τῶν ἄλλων, ὡς φησιν ἐκεῖνος “πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει”. οὐ δυνατὸν οὖν εἶναι τὸν θεὸν φθονερόν, ἀλλὰ κατὰ τὴν παροιμίαν πολλὰ ψεύδονται ἀοιδοί, τουτέστιν οἱ ποιηταί. ὁ γὰρ φθόνος γίνεται διὰ τὸ ὁρᾶν τοὺς πέλας κρείττονας ὄντας ἡμῶν· πῶς οὖν εἶναι δυνατὸν τὸν θεὸν φθονερόν, ὄντα πηγὴν ἀγαθότητος, καὶ ἐξ οὗ πάντα τοῖς ἄλλοις χορηγοῦνται, ὡς φησι καὶ ὁ Πλάτων, ὅτι διὰ τὴν αὑτοῦ ἀγαθότητα ὁ θεὸς τὰ πάντα παρήγαγεν· “ἀγαθὸς γὰρ ἦν, ἀγαθῷ δὲ περὶ οὐδενὸς οὐδεὶς ἐγγίνεται φθόνος.” πῶς οὖν δυνατὸν τὴν πηγὴν τῆς ἀγαθότητος φθονεῖν; οὐ δεῖ οὖν τῆς πρωτίστης ἐπιστήμης νομίζειν εἶναι τιμιωτέραν·1 θειοτάτη γάρ ἐστι καὶ τιμιωτάτη κατὰ δύο τρόπους, καὶ ὅτι ὁ θεὸς αὐτὴν ἐπίσταται, καὶ ὅτι δι’ αὐτῆς ἔστι, φησί, γνῶναι τὸν θεόν. διό φησι ‘θεία ἐστὶ τῶν ἐπιστημῶν, ἣν ὁ θεὸς οἶδεν’· ταύτην δὲ οἶδεν ὡς ἔχουσαν παρ’ ἑαυτῇ τὰς ἀρχὰς τῶν ὄντων. οἶδεν οὖν ὁ θεὸς οὐ μόνον τὰ καθόλου, ἀλλὰ καὶ τὰ καθ’ ἕκαστα. καὶ ἄλλη ἐπιστήμη εἰ ἔστι θεία, τοιαύτη ἐστίν. ὥστε καὶ ἀμφοτέρων τετύχηκεν αὕτη ἡ ἐπιστήμη ἡ πρωτίστη καὶ ἀναπόδεικτος, ᾗ τοὺς ὅρους γινώσκομεν· δοκεῖ γὰρ ὁ θεὸς τῶν αἰτίων πᾶσιν εἶναι καὶ ἀρχή, καὶ τὴν τοιαύτην ἢ μόνος ἔχει ὁ θεὸς ἢ μάλιστα ὁ θεός, ἐπειδὴ πρὸς τοῖς καθόλου καὶ τὰ καθ’ ἕκαστα ἐπίσταται. αἱ μὲν οὖν ἄλλαι πᾶσαι ταύτης τῆς πρωτίστης ἀναγκαιότεραι ὑπάρχουσι συμβαλλόμεναι πρὸς τὸ εἶναι, οἷον τεκτονική, ναυπηγική (διὰ τούτων γὰρ τὰ τῇδε συνίστανται) ἀρτοποιία, ὑφαντική, ἀμείνων δὲ αὕτη ὡς ποιοῦσα ἡμᾶς πλησίον θεοῦ καὶ ἐξομοιοῦσα αὐτῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ.

“如果诗人们所说为真……” 他说,诗人们声称神圣者是妒忌的,希罗多德也说“既然神圣者是妒忌的”;因此,如果神圣者是妒忌的,那么过人者——即智者们——就是不幸的,因为他们拥有比其他人更多的东西,正如那位诗人所说:“因为嫉妒总是潜行向那拥有者。”因此,神绝不可能是妒忌的,而是如谚语所说:“歌手们——即诗人们——说了许多谎话。”因为嫉妒是由于看见邻近之人胜过我们而产生的;那么,作为善性的源泉、且一切事物都由其丰厚供给给他人的神,又怎可能是妒忌的呢?正如柏拉图也说,由于自身的善性,神产生了一切事物:“因为他是善的,而在善者中决不会对任何事物产生任何嫉妒。”那么善性的源泉又怎可能去嫉妒呢?因此不应认为存在任何比这第一科学更可尊贵的科学;因为在两种方式上它是最神圣且最可尊贵的:既由于神理解它,又由于他所说通过它能够认识神。因此他说,“诸科学中神圣的,便是神所知晓的那门科学”;神知晓这门科学,乃是将它作为自身内具有存在者诸原理者而知晓的。因此神不仅知晓普遍者,而且也知晓个别者。如果还有其他神圣的科学,也是具有如此性质的。因此,这门第一的且不证自明的科学——我们凭它认识定义——兼备了这两方面的特征;因为神在所有人看来都是诸原因之一和原理,并且这样一门科学唯有神拥有,或者说神最完满地拥有,因为除了普遍者之外,神还理解个别者。因此,所有其他科学都比这门第一科学更为必需,因为它们有助于生存,例如木工、造船(因为通过这些,此处的诸事物得以构成)、制面包术和织造术;但第一科学更为优越,因为在人类力所能及的范围内,它使我们靠近神并将我们同化于神。

§1.29

"Δεῖ μέντοι πως καταστῆναι τὴν τάξιν αὐτῆς εἰς τοὐναντίον." Πάνυ φιλοσόφως· φησὶ γὰρ ὅτι ἀρχόμενοι τῆς τοιαύτης ἐπιστήμης θαυμάζομεν, πῶς ἐκλιμπάνει ὁ ἥλιος, πῶς γίνεται θέρος, πῶς χειμών, πῶς ἡ διάμετρος ἀσύμμετρός ἐστι τῇ πλευρᾷ (πᾶν γὰρ μέγεθος ἔχει λόγον πρὸς ἄλλο μέγεθος)· εἶτα μετὰ τὸ μαθεῖν ἀμεταθέτως ἔχομεν εἰς τοὐναντίον περιαγόμενοι, ὅτι οὐ δυνατὸν ἄλλως ἔχειν, οἷον, εἰ τύχοι, μὴ ἐκλιμπάνειν τὸν ἥλιον, ἢ μὴ εἶναι τὴν διάμετρον ἀσύμμετρον τῇ πλευρᾷ. ἐὰν γὰρ καταγράψω τετράγωνον καὶ διαγάγω διάμετρον πέντε ποδῶν, καὶ ἀπὸ τῆς διαμέτρου ἀναγράψω τετράγωνον, † ὥστε εἶναι τὸ ἐμβαδὸν ν̄, ἐπὶ πλείονα γενήσονται τῶν ν̄. τοῦτο οὖν φησιν, ὅτι δεῖ μέντοι πως καταστῆναι τὴν τάξιν αὐτῆς εἰς τοὐναντίον, ὥσπερ ἐπὶ τῶν μηχανικῶν· θαυμάζομεν γὰρ πρώην, ὕστερον δὲ γνόντες λέγομεν, ὅτι ἀδύνατον ἄλλως ἔχειν. ἄρχονται μὲν γὰρ οἱ ἄνθρωποι ἀπὸ τοῦ θαυμάζειν διὰ τὸ μὴ γινώσκειν τὰς αἰτίας ἢ τὰς τοῦ ἡλίου τροπὰς ἢ τὴν τῆς διαμέτρου ἀσυμμετρίαν· τῷ ὄντι γὰρ θαυμαστὸν εἶναι δοκεῖ πᾶσιν, εἴ τι τῶν οὐκ ἐλαχίστων μὴ μετρεῖται. δεῖ δὲ εἰς τὸ ἐναντίον καὶ εἰς τὸ ἄμεινον κατὰ τὴν παροιμίαν ἀποτελευτῆσαι. παροιμία γάρ ἐστιν ἡ λέγουσα ‘δευτέρων ἀμεινόνων’. δεύτερον ἄμεινον ἐπὶ τῶν ἐξ ἀρχῆς μὲν ὁρμώντων καὶ μὴ κατορθούντων, ὕστερον δὲ κατορθούντων. οὕτως οὖν καὶ ἐνταῦθα· ὅταν μάθωσι, καίτοι πρώην θαυμάζοντες, εἰς τὸ ἐναντίον περιίστανται. οὐδὲν γὰρ οὕτως θαυμάζει ἀνὴρ γεωμετρικός, ὡς εἰ γένοιτο ἡ διάμετρος σύμμετρος·2 τοῦτο γὰρ ἀδύνατον· πρὶν ἢ δὲ μάθῃ, τὸ ἐναντίον ὑπελάμβανε. τίς οὖν ἐστιν ἡ φύσις τῆς ζητουμένης ἐπιστήμης, εἴρηται, ὅτι θεωρητικὴ ἀλλ’ οὐ πρακτική, καὶ ὅτι τῶν πρώτων αἰτίων τε καὶ ἀρχῶν γνωστική. καὶ τίς ὁ σκοπὸς οὗ δεῖ τυγχάνειν τὴν ζήτησιν καὶ τὴν ὅλην μέθοδον, ὅτι ἐκ τοῦ θαυμάζειν διὰ τὴν ἄγνοιαν † εἰς τἀληθῆ δεῖ μεταστῆναι διὰ τοῦ θαυμάζειν εἰς τὰ ἐναντία· τοῦτο δὲ γίνεται διὰ τῆς ἐπιστήμης.

“然而它的秩序必须在某种意义上转入相反的状态。” 这是极其哲学性的说法;因为他说,在开始这样一门科学时,我们会感到惊异:太阳为何发生日食,夏季如何形成,冬季如何形成,对角线为何与边不可通约(因为每一量度都相对于另一量度具有比率);随后在习得之后,我们被引向相反的状态并坚定不移地持有这种认识:即事情不可能呈现为其他状态——例如假定说,太阳不可能不发生日食,或者对角线不可能不与边不可通约。因为如果我画一个正方形并作一条五英尺的对角线,再以该对角线画一个正方形,† 即使面积为50,它最终也将大于50。因此他说的正是这一点:它的秩序必须在某种意义上转入相反的状态,正如在自动机械的情形中一样;因为我们起初感到惊异,而在后来认识到之后则说,事情不可能呈现为其他状态。因为人类由惊异出发,是由于不认识原因——无论是不认识太阳的运行还是对角线的不可通约性;因为事实上,在所有人看来,若非最小的事物中竟有不能被测量的,确实是令人惊异的。但根据谚语,它必须归结为相反的事态和更好的事态;因为有谚语说“第二次更佳”。“第二次更佳”是对那些最初着手而未成功、后来却成功了的人说的。因此在此处也是如此:当他们习得之后,尽管之前曾感到惊异,如今却转向了相反的状态。因为几何学者最感到惊异的事情,莫过于对角线变得可以通约;因为这是不可能的;但在他习得之前,他所设想的恰好相反。因此,所探求的科学具有何种本性已经被说明了:即它是理论性的而非实践性的,并且它是认识第一原因与原理的;此外,探求与整个方法应当达到的目标是什么也已被说明:即从出于无知的惊异出发,† 必须通过惊异转入真理与相反的状态;而这正是通过科学实现的。

语法注2 条
  1. 1.28οὐ δεῖ οὖν τῆς πρωτίστης ἐπιστήμης νομίζειν εἶναι τιμιωτέραν

    在“宾格加不定式”结构中,不定式 εἶναι 的主语(如 τινά 等不定代词或另一门科学)被省略,比较属格 τῆς πρωτίστης ἐπιστήμης 依附于述语比较级形容词 τιμιωτέραν,构成“不应认为[有任何科学]比第一科学更受尊崇”之意。

  2. 1.29οὐδὲν γὰρ οὕτως θαυμάζει ἀνὴρ γεωμετρικός, ὡς εἰ γένοιτο ἡ διάμετρος σύμμετρος

    采用关联结构 οὕτως... ὡς εἰ...(“没有比……更……”)。动词 θαυμάζει 的实际对象由条件状语从句 ὡς εἰ γένοιτο(“就如同对角线变得可以通约那样”)给出,表达对几何学家而言,再也没有比对角线变为可通约更令人感到惊异(且绝无可能)的事了。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:21.11-22.28