- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:218.12-219.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里斯多德《形而上学》B卷的疑难(1002b12),注解者探讨了为何必须在感觉事物和中间的数学对象之外设立通相这一原理。他解释了柏拉图主义者的论证:由于数学对象与感觉事物一样具有同形式的多样性,因此需要设定分离的实体(通相)以确立在数目上为一的本原。
" Ὅλως δ’ ἀπορήσειεν ἄν τις διὰ τί καὶ δεῖ ζητεῖν ἄλλα ἄττα." Ἄξιόν ἐστιν ἀπορίας, δι’ ἣν αἰτίαν ζητοῦμεν ἄλλα τινὰ παρὰ ταῦτα τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, τουτέστι τὰ μαθηματικά, οἷον τὰ εἴδη. εἰ γὰρ διὰ τοῦτο, ὅτι τὰ μὲν μαθηματικὰ τῶν δεῦρο,1 φημὶ δὴ τῶν ἐνταῦθα, ἄλλῳ μέν τινι διαφέρει, τουτέστι τῇ ἀϋλίᾳ καὶ τῇ ἀκριβείᾳ, ὡς καὶ ἀνωτέρω εἴρηκε (διὸ καὶ ἡ παροιμία ‘γραμμικαῖς ἀνάγκαις’), κατὰ δὲ τὸ εἶναι πολλὰ καὶ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ οὐδὲν ἀλλήλων διαφέρουσιν· ὥστε εἰ πλῆθος θεωρεῖται ἐν αὐτοῖς, οὐχ ὑπάρχουσιν αὐτῶν αἱ ἀρχαὶ κατ’ ἀριθμὸν ἀφωρισμέναι, τουτέστιν ὡρισμέναι, εἴ γε πλῆθος ὑπόκειται, ὥσπερ οὐδὲ τῶν ἐνταῦθα γραμμάτων, τουτέστι τῶν κδ στοιχείων, ἀριθμῷ μὲν πάντων οὔκ εἰσιν αἱ ἀρχαὶ ὡρισμέναι, εἴδει δὲ ὡρισμέναι ὑπάρχουσιν, 〈ἐὰν〉 μὴ ὑποθώμεθα τὸ α τὸ κατὰ μόνην τηνδὶ συλλαβήν, τουτέστι τὴν βα· τότε γὰρ ἀριθμῷ ἕν ἐστι τὸ α· εἰ δὲ καὶ ἐπὶ ἄλλων λέξεων θεωρήσομεν τὸ α, τότε οὐκ ἀριθμῷ ἕν ἐστιν ἀλλὰ εἴδει· οὔτε γὰρ τὸ αὐτὸ α ἐστὶ κατ’ ἀριθμὸν ἐν τῇ βα συλλαβῇ καὶ τῇ γα, εἴ γε καὶ τὸ σημαινόμενον διάφορον ὑπάρχει. διό φησιν τούτων δὲ ἔσονται καὶ ἀριθμῷ ἀρχαὶ ὡρισμέναι,2 τουτέστι τῆς βα μόνης συλλαβῆς αὐτῆς καθ’ αὑτήν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν μαθημάτων· ἄπειρα γὰρ καὶ ἐν αὐτοῖς ὑπάρχουσι τὰ ὁμοειδῆ. εἰ τοίνυν μὴ ἔστι παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ ἕτερα τινα ἓν ὑπάρχοντα τῷ ἀριθμῷ, οἷά περ τὰ εἴδη, οὐκέτι ἔσται μία οὐσία τῷ ἀριθμῷ καὶ τῷ εἴδει, οὐδὲ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλὰ εἴδει. εἰ τοίνυν ἀναγκαῖον εἶναι εἴδει 〈καὶ〉 ἀριθμῷ μίαν ἀρχήν, εἴ γε τὰ πάντα ἐκ μονάδων προέρχεται, ἀναγκαῖον διὰ τοῦτο καὶ τὰ εἴδη εἶναι. παριστάμενος οὖν τῇ δόξῃ ταύτῃ φησὶ ‘τὰ γὰρ μαθηματικὰ εἰ καὶ κατὰ 〈τὰ〉 ἄλλα διαφέρει τῶν αἰσθητῶν, τῷ ἀίδια εἶναι καὶ τῷ ἀκίνητα, ἀλλὰ κατὰ τὸ πλῆθος οὐδὲν διαφέρει τῶν αἰσθητῶν· οὐ γὰρ ἓν κατ’ ἀριθμὸν οὐδὲ τούτων ἕκαστον, ἀλλ’ ἔστιν ἕκαστον αὐτῶν εἴδει μὲν ἕν, ἀριθμῷ δὲ πολλά. εἰ δὲ πάντα τὰ τοιαῦτα καθ’ ἕκαστα ὅμοια ἀλλήλοις, οὐδὲν ἂν αὐτῶν, φησίν, οὐσία καὶ στοιχεῖον τῶν ἄλλων εἴη. ὥστε εἰ μήτε τούτων μήτε τῶν αἰσθητῶν ἀριθμῷ αἱ ἀρχαὶ ἀφωρισμέναι, οὐκ ἔσονται τῶν ὄντων αἱ ἀρχαὶ ἀριθμῷ ὡρισμέναι, οὐδὲ ἔσται τις ἀριθμῷ οὐσία μία ἐν ταῖς ἀρχαῖς καὶ ὡρισμένη, εἰ μὴ ἄλλαι τινὲς εἶεν οὐσίαι παρά τε τὰς αἰσθητὰς καὶ τὰς μαθηματικάς, ὁποίας τὰς ἰδέας λέγουσιν· οὐδὲ μία γὰρ ἔσται τῶν ἀρχῶν μία ἀριθμῷ οὐσία, εἰ αἱ μὲν αἰσθηταὶ καὶ αἱ μαθηματικαὶ [καὶ] τῷ εἴδει μία, ἄλλη δὲ μὴ ἔστι παρὰ ταύτας οὐσία.
“总的来说,人们可能会疑难,为何究竟还必须寻求另外的某些事物。” 值得疑难的是,我们究竟因何种原因在这些感觉事物和居间者(即数学对象)之外,还要寻求另外的某些事物,诸如通相。因为如果是由于这样的理由:“数学对象固然在另一个方面,即在非物质性与精确性上,与此处的、我指的是在此界的事物不同,正如他前面也曾说过的(因此也有‘出于几何学必然性’这句谚语),但就感觉事物与数学对象都是多数而言,它们彼此并无不同;因此,如果在它们之中看到有多样性,它们的本原就不是在数目上被限定的,即不是确定的,既然多样性是作为载体的;正如在此处的字母,即二十四个原素,就全部而言其本原并非在数目上被确定,而是在形式上被确定,除非我们假定仅在这一个音节即‘ba’中的α;因为在那时α在数目上是一;但如果我们也在其他词句中观察α,那时它就不是数目上的一,而是在形式上[为一];因为在‘ba’音节中的α与在‘ga’中的α在数目上不是同一个,既然所表示的事物也是不同的。因此他说,对于这些而言也会有在数目上被确定的本原,也就是仅属于‘ba’音节本身的本原。在数学对象上也是同样;因为在它们之中属于同形式者也是无限的。那么,如果除了感觉事物与数学对象之外不存在其他在数目上为一的事物,诸如通相,就将不再有在数目上和形式上为一的实体,存在的诸本原在数目上也就不再是某种数量,而只是在形式上[为某种数量]。因此,如果本原必须在形式上且在数目上为一——既然万物皆发端于单子——,由于这个缘故也就必然存在通相”——[如果是这样的话,就是值得疑难的]。于是,他支持此种意见说道:“因为数学对象纵然在其他方面因永恒和不动而不同于感觉事物,但在多样性上却与感觉事物毫无区别;因为这些对象中的每一个也不是在数目上为一,而是它们中的每一个在形式上是一,在数目上是多。但如果所有这些个别事物都彼此相似,他说,它们中没有任何一个能够成为其余事物的实体和元素。因此,如果无论这些对象还是感觉事物的本原都不在数目上被限定,存在的诸本原就将不是在数目上确定的,在诸本原中也就没有任何在数目上为一且确定的实体,除非在感觉实体与数学实体之外还有另外的某些实体,正如人们所说的理念那样;因为如果感觉实体与数学实体在形式上是一,且在这些之外没有别的实体,诸本原中就不会有任何一个是数目上为一的实体。”
- 3.99εἰ γὰρ διὰ τοῦτο, ὅτι τὰ μὲν μαθηματικὰ τῶν δεῦρο
句首的 εἰ γὰρ διὰ τοῦτο, ὅτι... 承接前文的“值得疑难的是,我们究竟因何种原因……还要寻求另外的某些事物”,构成了承前省略句(或破绽句),意为“因为如果是由于[我们寻求它们的]理由是……的话”。在这一长串关于柏拉图主义立论的阐述之后,通过 παριστάμενος οὖν τῇ δόξῃ ταύτῃ φησὶ(“于是,他支持此种意见说道”)引出对亚里斯多德原文的转述。
- 3.99τούτων δὲ ἔσονται καὶ ἀριθμῷ ἀρχαὶ ὡρισμέναι
短语 τούτων δὲ ἔσονται... 是对亚里斯多德论述(参见 1002b22)的引述或呼应。连词 δέ 既带有引文自身的连接功能,又具有承接前述条件子句的主句(apodosis)连词特征。注解者将属格代词 τούτων(这些)明确解释为紧接在前的具体音节‘ba’本身(τουτέστι τῆς βα μόνης συλλαβῆς αὐτῆς καθ’ αὑτήν)。
