← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§217.13-218.11

关于本原的现实性与普遍者实体性的疑难

亚里斯多德探讨了本原是处于潜能还是现实以及本原是普遍者还是个别事物的疑难;注解者反驳并提出造物主之中的普遍者才是真正的实体,并在最后阐明了关于不动与运动本原的第十六个疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.98#2

〈τὸ〉 τοίνυν δυνάμει δύναται γενέσθαι, τὸ δὲ δυνάμενον γενέσθαι μέλλει γίνεσθαι, τὸ δὲ μέλλον γίνεσθαι πολλάκις οὐ γίνεται. εἰ οὖν ἐστι δυνάμει τὰ στοιχεῖα, ἐνδέχεται μηδὲν εἶναι τῶν ὄντων· δυνατὸν γάρ ἐστι καὶ μὴ γενέσθαι αὐτά· τῶν δὲ ἀρχῶν μὴ γενομένων οὐδὲ τὰ ἐξ αὐτῶν γίνονται. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης. φαμὲν δὲ ἡμεῖς πρὸς τὸ πρῶτον ὅτι ἐνεργείᾳ ὑπάρχουσιν αἱ ἀρχαὶ καὶ οὐκ ἤδη διὰ τοῦτο ἄλλαι αὐτῶν ἔσονται πρότεραι ἀρχαί. τὰ γὰρ ἐνεργείᾳ ἐν τοῖς καθόλου, ὡς αὐτὸς ἔλεγεν ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ, πρότερα ὑπάρχουσιν, * * * ὅλως δὲ οὐδὲ ἐν τῷ ἑνί·1 δεῖ γὰρ τὸ τέλειον προυπάρχειν τοῦ ἀτελοῦς. ἄλλως τε δὴ οὐδὲ πᾶν τὸ δυνάμει γίνεται· ἡ γὰρ διαίρεσις τῶν μεγεθῶν καὶ ἡ αὔξησις οὐ γίνεται. αἱ μέντοι γε οὐράνιοι κινήσεις γίνονται· δυνάμει γὰρ ὑπάρχει ὁ ἥλιος ἐν κριῷ, γινόμενος πάντως, φησίν, ἐν αὐτῷ ἐνεργείᾳ. ἐφεξῆς τοίνυν τούτοις ζητεῖ, ὅπερ καὶ ἀνωτέρω ἐζήτησεν, ἀλλὰ ἐνταῦθα τὸ ὄνομα ἤμειψε· καθόλου γὰρ λέγει ἐνταῦθα, ἅπερ ἀνωτέρω ἀρχὰς ἐκάλεσε. καί φησιν οὕτως, ἆρά γε τὰ καθόλου ὑπάρχουσιν ἀρχαὶ ἤγουν τὰ καθ’ ἕκαστα; εἰ μὲν γὰρ τὰ καθόλου ὑποθώμεθα, οὐκ ἔσονται οὐσίαι αἱ ἀρχαί· οὐδὲν γὰρ τῶν καθόλου οὐσίαν δηλοῖ, ἀλλ’ ὡς φησιν ἐν Κατηγορίαις, περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει (ποιότητες γὰρ ὑπάρχουσιν), ἡ δὲ οὐσία τὸ μερικόν ἐστιν. ἄλλως τε δὴ εἰ δῶμεν αὐτὰς εἶναι οὐσίας, ἐπειδὴ ὁ Σωκράτης καὶ ἄνθρωπός ἐστι καὶ ζῷον, φαμὲν δὲ τὰ καθόλου οὐσίας εἶναι, κατὰ δὲ τὰ καθόλου ἔχει ταῦτα, συμβήσεται τὸν Σωκράτη τρεῖς ἔχειν οὐσίας,2 ὅπερ ἐστὶν ἄτοπον. ὥστε ἀδύνατον τὰ καθόλου εἶναι ἀρχάς. ἀλλ’ οὐδὲ τὰ καθ’ ἕκαστα, ἐπεὶ οὕτως ἀναιρεθήσεται ἐπιστήμη· τῶν γὰρ καθόλου ὑπάρχουσιν αἱ ἐπιστῆμαι. ὥστε ἄνευ ἐπιστήμης οὐ δυνατόν ἐστι γινώσκεσθαι τὰς ἀρχάς· τῶν δὲ ἀρχῶν ἀγνοουμένων ἐξ ἀνάγκης ἀγνοηθήσονται καὶ τὰ ἐκ τῶν ἀρχῶν. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ὁ δὲ ἡμέτερος φιλόσοφός 〈φησι3〉 πρὸς αὐτὸν ὅτι τὰ καθόλου τὰ ἐν τῇ φαντασίᾳ τῷ ὄντι οὐχ ὑπάρχουσιν οὐσίαι, οὐδὲ τὰ ἐν τῇ ψυχῇ· γνωστικὰ γὰρ ταῦτα μόνα ὑπάρχουσι· τὰ μέντοι γε καθόλου τὰ παρὰ τῷ δημιουργῷ ταῦτα οὐσίαι ὑπάρχουσιν, ἐπειδὴ καὶ γνωστικά εἰσι καὶ δημιουργικὰ καὶ τῶν τῇδε πρακτικά. ὁ οὖν Σωκράτης κατὰ μέθεξιν ἐκείνου ἐστὶ ζῷον· οὔτε γὰρ αὐτὴ ἡ οὐσία τοῦ λογικοῦ θεωρεῖται ἐν αὐτῷ, ἀλλὰ ἡ ἔλλαμψις ὡς ἐπὶ τοῦ ἡλίου. τὴν τοίνυν ιϛ ἀπορίαν, φησί, παραλέλοιπεν ὡς σαφεστάτην, ἡνίκα ἔλεγεν ὅτι τῶν ἀρχῶν αἱ μὲν ἀκίνητοι ὑπάρχουσιν αἱ δὲ κινούμεναι. ἰστέον οὖν ὅτι αἱ μὲν ὑπὸ ἀκινήτων ἀρχῶν γινόμεναι ἀΐδιοι ὑπάρχουσιν, αἱ δὲ ὑπὸ κινουμένων φθαρταὶ προσεχῶς· διὸ τὰ ἐνταῦθα πάντα φθαρτὰ ὡς γινόμενα ὑπὸ τῆς οὐρανίας κινήσεως.

因此,处于潜能之物能够生成,而能够生成之物将要生成,但将要生成之物常常并不生成。那么,如果元素是处于潜能中,就有可能没有任何存在之物存在;因为它们不生成也是可能的;而一旦本原没有生成,源于它们的事物也就不会生成。亚里斯多德的说法就是如此。但我们针对第一点回答说,本原是现实地存在的,并不因此就会立刻有先于它们的其他本原存在。因为正如他自己在《论灵魂》中所说,在普遍者中处于现实态的事物是先行的,[……]而总的来说,甚至在个别事物中[潜能也不是绝对先行的];因为完满者必须先于不完满者而存在。此外,并非一切处于潜能之物都会生成;因为量度的分割和增加并不会[作为实现的现实态]生成。然而天体运动确实在生成;因为太阳在潜能上处于白羊座,他说,它必然会在现实中进入其中。接着这些,他探讨了他在前文中也曾探讨过的问题,只是在这里更换了名称;因为他在此处称为“普遍者”的,在前文中称为“本原”。他如此说道:普遍者是本原,还是个别事物是本原?因为如果我们假定普遍者是本原,本原就将不是实体;因为普遍者没有一个表示实体,而是如他在《范畴篇》中所说,围绕实体规定性质(因为它们是性质),而实体是个别之物。此外,如果我们承认它们是实体,既然苏格拉底既是人又是动物,而我们说普遍者是实体,他是按照普遍者拥有这些的,那么苏格拉底就将拥有三个实体,这是荒谬的。因此普遍者不可能是本原。但个别事物也不可能是本原,因为这样一来科学知识将被取消;因为科学知识是关于普遍者的。因此没有科学知识就不可能认识本原;而本原一旦不被认识,源于本原的事物也必然不被认识。这些是亚里斯多德的看法;但我们的哲学家对他〈说〉,表象中的普遍者确实不是实体,灵魂中的普遍者也不是;因为这些仅仅是认识性的;然而在造物主那里的普遍者,这些确实作为实体存在,因为它们既是认识性的,又是创造性的,且是此处事物的产生因。因此苏格拉底是通过分有那个[原理]而成为动物的;因为理性者的实体本身并没有在他之中被观照,被观照的只是其照耀,正如在太阳的情形中一样。他说,因此当他谈到在诸本原中有些是不动的,有些是运动的时,他把第十六个疑难作为极其明晰的而略去了。因此必须知道,由不动本原所产生的是永恒的,而由运动本原直接产生的是可灭的;因此此处的一切事物作为由天体运动所产生者,都是可灭的。

语法注3 条
  1. 3.98ἐνεργείᾳ ἐν τοῖς καθόλου ... πρότερα ὑπάρ[χ]ουσιν, * * * ὅλως δὲ οὐδὲ ἐν τῷ ἑνί

    尽管文本存在脱落,其对比框架是将“在普遍者/整体中现实态居先”(ἐν τοῖς καθόλου)与“在个体/单一物中潜能亦非绝对居先”(ἐν τῷ ἑνί)相对照。后文的“完满者必须先于不完满者而存在”表明,即使在个别生成中,现实态的先在性仍然成立。

  2. 3.98συμβήσεται τὸν Σωκράτη τρεῖς ἔχειν οὐσίας

    带不定式的宾格结构(τὸν Σωκράτη τρεῖς ἔχειν οὐσίας)充当 συμβήσεται 的主语。上下文(“苏格拉底既是人又是动物”)表明,“三个实体”指的是作为个体的苏格拉底自身、普遍的“人”以及普遍的“动物”。

  3. 3.98ὁ δὲ ἡμέτερος φιλόσοφός 〈φησι〉

    “我们的哲学家”(ὁ ἡμέτερος φιλόσοφος)是晚期新柏拉图主义注解家(此处为阿斯克勒庇俄斯)指称其师阿摩尼奥斯·赫尔梅欧的标准用语。它是补入动词 〈φησι〉 的主语,引出了造物主之中的形式才是真正实体的学派定论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:217.13-218.11