- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:216.11-217.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注释亚里斯多德《形而上学》卷B的疑难(1002b12),梳理了柏拉图派设立理念的动机以及亚里斯多德关于形式在数目上为一抑或在种上为一的反驳,为超越的本原提供了新柏拉图主义的辩护,并引入了关于本原是潜能还是现实的下一个疑难。
" Ὅλως δὲ ἀπορήσειεν ἄν τις διὰ τί καὶ δεῖ ζητεῖν ἄλλα ἄττα παρὰ τὰ αἰσθητὰ καὶ μεταξύ." Καὶ ταύτην τὴν ἀπορίαν ἐξέθετο ἐν τοῖς προλαβοῦσιν. ὃ δὲ λέγει τοῦτό ἐστι. τὴν αἰτίαν πειρᾶται ἀποδοῦναι δι’ ἣν οἱ περὶ Πλάτωνα ἐπρέσβευσαν τὰς ἰδέας. καὶ 〈φησὶν ὅτι〉 βουλόμενοι1 ἑαυτοὺς ἀναγαγεῖν ἐκ τοῦ πλήθους ἐπὶ τὰς μονάδας, ἐπειδὴ καὶ τὰ αἰσθητὰ πολλὰ ὑπάρχουσιν, ἄνθρωπος, ἵππος καὶ ἄλλα μυρία, ὁμοίως δὲ καὶ τὰ μαθηματικὰ πολλὰ ὑπάρχουσιν· εἰ γὰρ καὶ δοκοῦσι διαφέρειν τῶν αἰσθητῶν τῇ τε ἀυλίᾳ καὶ τῇ ἀκριβείᾳ, ἀλλ’ οὖν γε πολλὰ ὑπάρχουσι. φησὶ γοῦν ὁ γεωμέτρης, ‘ἐὰν δύο τρίγωνα τὰς δύο πλευρὰς δυσὶν πλευραῖς ἴσας ἔχῃ’, καὶ λαμβάνει πλῆθος. ὥστε βουλόμενοι ἑαυτοὺς ἀναγαγεῖν ἐκ τοῦ πλήθους εἰς μονάδα ἐπρέσβευσαν τὰς ἰδέας. χρὴ μέντοι γε γινώσκειν ὅτι οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἐπειδὴ ἡ μονάς ἐστι τῶν πάντων προακτική, μᾶλλον δὲ ἡ ἑνάς, τούτου χάριν ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὰς ἰδέας, τουτέστι τοὺς δημιουργικοὺς λόγους, καθ’ οὓς πάντα τὰ ὄντα παράγονται· οὐ γὰρ ἀλόγως παράγονται τὰ παραγόμενα ὑπὸ θεοῦ παραγόμενα. εἶτα λοιπὸν ἀντιλέγει πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης φάσκων οὕτως ὅτι τὰ εἴδη ταῦτα ἢ ἀριθμῷ ἔχουσι τὸ 〈ἓν〉 εἶναι ἢ εἴδει.2 ἀλλ’ εἰ μὲν οὖν εἴδει τὰ αὐτὰ ὑποθώμεθα αὐτὰ εἶναι, συμβήσεται πάντα τὰ ἐνταῦθα ὁμοειδῆ εἶναι, εἴ γε καὶ τὰ παράγοντα τὸ αὐτὸ εἶδος ἔχουσιν, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο ἵππου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· εἰ δὲ πάλιν ἀριθμῷ αὐτὰ ὑποθώμεθα, ἔσονται ἄτομα, οὕτως δὲ ἔνυλα ἔσονται· τὸ γὰρ ἄτομον τέμνεται καὶ μερίζεται ὑπὸ τῆς ὕλης. ἔπειτα δὲ συνέβαινε καὶ ἓν ἀριθμῷ εἶναι πάντα τὰ ὄντα· τὰ γὰρ ὑπὸ ἑνὸς ἀριθμῷ παραγόμενα ἓν ἐστι καὶ αὐτό. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτόν, ὅτι ταῦτα ἐπὶ τῶν ἐνταῦθα γινομένων χώραν ἔχουσι· τὰ γὰρ ἐξ ὁμοειδῶν ἐνταῦθα γινόμενα ὁμοειδῆ ὑπάρχουσι, καὶ τὰ ἐξ ἑνὸς ἀριθμῷ ἓν τῷ ἀριθμῷ· ἐκεῖνο δὲ καὶ ὑπὲρ εἶδός ἐστιν, εἴ γε καὶ τῶν εἰδῶν ἐστιν προακτικὸν καὶ μένον καὶ μὴ μεταδιδὸν ἑαυτὸ οὕτως παράγει τὰ τῇδε διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν, οὔτε δὲ 〈ἓν〉 ἀριθμῷ, εἴ γε ἄϋλόν ἐστι καὶ προακτικὸν τῆς ὕλης· διὸ καὶ ὡς παραγαγὼν αὐτὴν κοσμεῖ αὐτήν. εἶτα πάλιν ἐπιφέρει ἑτέραν ἀπορίαν τοιαύτην περὶ τῶν ἀρχῶν, φάσκων οὕτως, ὅτι πότερον δυνάμει ὑπάρχουσιν αἱ ἀρχαὶ ἢ ἐνεργείᾳ; καὶ βουλόμενος κρύψαι τὸν παραλογισμὸν ἐσιώπησε τὸ ἐνεργείᾳ, καὶ ἐντεῦθεν ἐλέγχει ὃ καί φησιν ἤ τινα ἕτερον τρόπον. εἰ μὲν γὰρ ἐνεργείᾳ ὑπάρχουσιν αἱ ἀρχαί, ἔσονται ἕτεραι ἀρχαὶ τῶν ἀρχῶν, ἐπειδὴ τὸ δυνάμει πρότερόν ἐστι τοῦ ἐνεργείᾳ· εἰ δὲ πάλιν δυνάμει ὑποθώμεθα εἶναι τὰς ἀρχάς, ἰστέον ὅτι οὔτε τὸ ἐνεργείᾳ γίνεται (γέγονε γάρ) οὔτε δὲ τὸ ἀδύνατον γενέσθαι,3 ὡς ἐπὶ ἀνθρώπου * * ἀλλ’ ἐκεῖνο γίνεται τὸ δυνάμενον γενέσθαι.
“然而总的来说,人们可能会产生疑问,为什么在可感觉之物和居间之物之外,还必须探求某些别的东西。” 他在前文中也提出过这一疑难。他的意思是这样的:他试图说明柏拉图派主张理念的原因。而且〈他说〉,他们希望将自己从多数引向单一体,因为可感觉之物为数众多——人、马以及无数其他东西,同样数学对象也为数众多;因为即使它们被认为在非物质性和精确性上与可感觉之物不同,但它们终究是多数。无论如何,几何学家说:“如果两个三角形有两边与两边相等”,便假定了多数。因此,他们希望将自己从多数引向单一体,从而主张了理念。然而应当知道的是,不仅因为这个缘故,而且因为单一体——或者更确切地说是太一——能够产生一切事物,正为了这个缘故,他们才将自己引向理念,也就是创造性的理则,一切存在之物都是按照这些理则产生出来的;因为由神所产生的事物决不是毫无理则地产生出来的。接着,亚里斯多德对他们提出反驳,如此声称:这些形式在数目上是〈一〉,还是在形式上是〔一〕?但如果我们假定它们在形式上是相同的,那么如果产生者也具有相同的形式,这里的所有事物就都将具有相同的形式,这与明晰的事实相悖;因为人的形式与马的形式不同,在所有其他事物上也是同样。但另一方面,如果我们假定它们在数目上是[一],它们就将是个体,从而将是有质料的;因为个体是由质料所切断和分割的。此外,一切存在之物在数目上也将会成为一个;因为由在数目上是一个的东西所产生的事物,其自身也是一个。这些是亚里斯多德的看法;但我们对他回答说,这些论述只适用于在此处生成的事物;因为在此处由同形式之物所生成的是同形式的,由在数目上是一个的东西所[生成的]在数目上是一个;但那个原理甚至是超越形式的,只要它也是形式的产出者,并且在保持自身不变且不分施自身的情况下,通过其创生的能力如此产生此处的事物;它在数目上也不是〈一〉,只要它是非物质的并且是质料的产出者;因此,它也作为产生了质料者,秩序化质料。接着,他又提出了一个关于本原的类似疑难,如此声称:本原是潜能地存在,还是现实地存在?而为了隐藏其谬误推理,他对现实的存在保持沉默,并由此反驳他所说的“或者以某种别的方式”。因为如果本原是现实地存在,就将会有本原的其他本原,因为潜能之物先于现实之物;但如果另一方面我们假定本原是潜能地存在,就必须知道,既不是现实之物在生成(因为它已经生成了),也不是不可能生成之物[在生成](正如在人的情形下……),而是在生成的是能够生成之物。
- 3.98ἀποδοῦναι δι’ ἣν οἱ περὶ Πλάτωνα ἐπρέσβευσαν τὰς ἰδέας. καὶ 〈φησὶν ὅτι〉 βουλόμενοι
在 τὴν αἰτίαν... δι' ἥν 之后的分词短语 βουλόμενοι ἑαυτοὺς ἀναγαγεῖν 构成了缺少限定动词的破格句(anacoluthon)。在编者补入 〈φησὶν ὅτι〉 后,该句被理解为引出关于柏拉图派动机的合理解释(“因为希望将自身从多数引向单一体”)。
- 3.98τὰ εἴδη ταῦτα ἢ ἀριθμῷ ἔχουσι τὸ 〈ἓν〉 εἶναι ἢ εἴδει
带有校订补入 〈ἓν〉 的 τὸ εἶναι 作为 ἔχουσι 的直接宾语,构成具有表语性质的不定词短语(“在数目上是单一,或在形式上是单一”)。
- 3.98οὔτε τὸ ἐνεργείᾳ γίνεται (γέγονε γάρ) οὔτε δὲ τὸ ἀδύνατον γενέσθαι, ὡς ἐπὶ ἀνθρώπου * * ἀλλ’ ἐκεῖνο γίνεται τὸ δυνάμενον γενέσθαι
由 οὔτε ... οὔτε ... ἀλλά 构成的相关结构(“既非现实之物在生成……亦非不可能之物[在生成]……而是能够生成之物在生成”)。星号标记的文本脱落处(lacuna)被推测遗失了关于不可能事物的例证,但整句的对比框架保持完整。
