← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§215.1-216.10

缺乏生成消灭与质料的界限之非实体性

阿斯克勒庇俄斯引用亚历山大对亚里士多德该处论述(1002a28)的解释,论证了物体的界限(面、线、点)以及时间的界限(“现在”)无须质料或生成与消灭的过程便可存在或不存在,因而它们不可能是实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.97

" Πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθοράν." Ὁ Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον, ὅτι καὶ αὕτη ἡ ἐπιχείρησις αὐτῷ δείκνυσιν ὅτι μὴ οὐσία τὰ πέρατα τοῦ σώματος, ἃ μᾶλλον οὐσίας ἔδειξε τοῦ σώματος. αἱ μὲν γὰρ μὴ οὖσαι πρότερον,1 εἶτα ὕστερον οὖσαι διὰ γενέσεως εἰς τὸ εἶναι προΐασιν, ὁμοίως δὲ καὶ αἱ πρότερον οὖσαι, εἶτα μὴ οὖσαι 〈εἰς τὸ μὴ εἶναι〉 διὰ φθορᾶς. ὥστε τῶν μὲν οὐσιῶν τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις καὶ φθορὰ προηγεῖται· ταῦτα δὲ [τὰ] ἄνευ γενέσεως καὶ φθορᾶς ὁτὲ μέν ἐστιν ὁτὲ δὲ οὐκ ἔστιν, ὥστε οὐκ οὐσίαι. τὸ γὰρ ἅμα ὁτὲ μὲν μία ἁπτομένων ὁτὲ δὲ δύο διαιρουμένων γίνονται τοῦ χωρὶς γενέσεώς ἐστι δηλωτικόν·2 ἁπτομένων μὲν γὰρ εὐθὺς ἅμα ἐστὶ μία, διαιρουμένων δὲ πάλιν ἢ καὶ χωριζομένων εὐθὺς καὶ ἅμα δύο, οὐδεμιᾶς γενέσεως προηγησαμένης. ὅτι δὲ ὁτὲ μέν εἰσιν ὁτὲ δὲ οὐκ εἰσι χωρὶς γενέσεως καὶ φθορᾶς, δείκνυσιν οὕτως. ὅταν ἅπτηται τὰ σώματα ἀλλήλων καὶ πάλιν ὅταν διιστῆται, ποτὲ μὲν μία ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖόν ἐστιν ἀθρόως· ὅταν γὰρ ἅπτωνται, ἓν τὰ ἀμφοτέρων πέρατα τῷ ἐφαρμόζειν· ὅταν δὲ αὖ πάλιν χωρισθῇ, αἱ δύο πάλιν ἀθρόως· ὥστε ποτὲ μέν ἐστιν ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, ὅτε μὴ ἅπτεται τὰ σώματα ἀλλήλων, ποτὲ δὲ οὐκ ἔστιν, ὅταν ἅπτηται, καὶ ταῦτα χωρὶς γενέσεως καὶ φθορᾶς. οὐ γὰρ δὴ ἡ στιγμὴ ἡ ἀδιαίρετος τῇ αὑτῆς φύσει διῃρέθη εἰς δύο, ὥστε εἶναι ταύτην τὴν διαίρεσιν γένεσιν τῆς ἑτέρας στιγμῆς, ἀλλὰ πρότερον οὐκ οὖσα ὕστερον ἔστι χωρὶς γενέσεως. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας· οὔτε γὰρ τὴν γραμμὴν οἷόν τε διαιρεῖσθαι κατὰ πλάτος, ὡς οὕτως γίνεσθαι τὴν μίαν δύο, ἀπολυομένας τῆς ἁφῆς, οὔτε τὴν ἐπιφάνειαν κατὰ βάθος. προστίθησι δὲ τούτοις ὅτι πᾶν μὲν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται· ταῦτα δὲ ἐκ τίνος ἐρεῖ τις ὑποκειμένου γίνεσθαι; οὐκ ἔστιν· ὥστε εἰ ἅπαν μὲν τὸ γινόμενον ἐξ ὑποκειμένου τινὸς γίνεται καὶ ὕλης, τούτοις δὲ οὐδὲν ὑπόκειται, οὐ γίνεται ταῦτα. εἰ δὲ χωρὶς τοῦ γίνεσθαι ποτὲ μέν ἐστι ποτὲ δὲ οὐκ ἔστιν, οὐκ οὐσία διὰ τὰ προκείμενα. ἔτι ὡς ἐπὶ τοῦ νῦν πέρατος ὄντος τοῦ χρόνου ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς στιγμῆς καὶ γραμμῆς καὶ ἐπιφανείας· ἅπαντα γὰρ ὁμοίως ταῦτα ἢ πέρατά ἐστι, τὸ μὲν σώματος τὸ δὲ ἐπιφανείας, τὸ δὲ γραμμῆς, τὸ δὲ χρόνου, ἢ διαίρεσις· κατὰ γὰρ ταῦτα αἱ διαιρέσεις τῶν προκειμένων. εἰ τοίνυν ὁμοίως ἔχειν ἀνάγκη ἐν πᾶσι τούτοις τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μή, τῆς αὐτῆς γε 〈οὖσιν〉 οὐσίας ἢ φύσεως, τὸ δὲ νῦν ποτὲ μέν ἐστι ποτὲ δὲ οὐκ ἔστι, καὶ ἄλλοτε ἄλλο ἐστὶ χωρὶς γενέσεως καὶ φθορᾶς (πᾶσα γάρ, φησί, γένεσις ἐν χρόνῳ, ὁμοίως δὲ καὶ φθορά· ὥστε καὶ τὸ νῦν εἰ ἐγίνετο, ἐν χρόνῳ ἂν ἐγίνετο, γινόμενον δὲ ἐν χρόνῳ ἦν ἂν καὶ μεριστὸν καὶ ἐν διαστήματί τινι· τοῦ γὰρ ἐν χρόνῳ γινομένου τὸ μέν τι γέγονε, τὸ δέ τι γίνεται· κατὰ γὰρ τὰ τοῦ χρόνου μόρια 〈καὶ τοῦ γινομένου τὰ μόρια〉 γίνεται· ἔτι πᾶν τὸ γινόμενον ὑποκείμενόν τι ἔχει, ὡς προείρηκε, τῷ δὲ νῦν οὐδὲν ὑπόκειται)· ὥστε εἰ τοῦτο χωρὶς γενέσεως ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὕτως ἕξει καὶ τὰ προειρημένα· εἰ δὲ τοῦτο, οὐκ οὐσίαι ταῦτα.

“因为除已述诸点之外,关于生成与消灭的事情[也将是不合理的]。” 亚历山大如此解释这一段落:这一论证同样向他表明,物体的界限——即他此前表明比物体更是实体的那些东西——并不是实体。因为那些先前不存在、随后存在的[实体],是通过生成走向存在的;同样,那些先前存在、随后不存在的[实体],则是通过消灭走向〈非存在〉的。因此,对于实体而言,生成与消灭先行于存在与不存在;但这些东西无须生成与消灭,有时存在,有时不存在,从而它们不是实体。因为“同时,有时在接触时成为一个,有时在分割时成为两个”这一表述,表明了它们是没有生成的;因为在接触时,立刻同时成为一个,而在再次被分割或分离时,又立刻且同时成为两个,没有任何生成先行发生。至于它们无须生成与消灭而有时存在有时不存在,他如此证明:当物体彼此接触以及再次分离时,有时面、线和点顿时成为一个;因为当它们接触时,由于重合,两者的界限成为一个;而当再次分离时,它们又顿时成为两个;因此,面和其他东西有时〔即〕在物体彼此不接触时存在,有时〔即〕在接触时不存在,而且这些都是无须生成与消灭的。因为依其本性不可分的点决非被分割成了两个,以至于这一分割成为了另一个点的生成;相反,它先前不存在,随后无须生成便存在了。同样的道理也适用于线和面;因为既不可能将线沿宽度方向分割,使得一者脱离接触从而以这种方式变成两部分,也不可能将面沿深度方向[分割]。此外,他还补充说,凡生成之物都是从某种基质生成的;但有谁会说这些东西是从某种基质生成的呢?并没有;因此,如果一切生成之物都是从某种基质和质料生成的,而这些东西没有任何基质,那么这些东西就不是生成的。如果无须生成而有时存在有时不存在,那么根据前述论据,它们就不是实体。再者,正如在作为时间界限的“现在”的情形下所适用的那样,在点、线和面的情形下也将同样适用;因为所有这些都同样要么是界限——一者是物体的界限,另一者是面的界限,另一者是线的界限,还有一者是时间的界限——要么是分割;因为前述诸物的分割正是沿着它们进行的。因此,如果在所有这些东西中,“有时存在而有时不存在”必然同样成立(至少〈它们处于〉相同的实体或本性),而“现在”无须生成与消灭而有时存在有时不存在,并且随时间而互异(因为他说,一切生成都在时间中,消灭亦然;因此“现在”如果生成,也将在时间中生成,而在时间中生成,它就将是可分的并且处于某种间隔之中;因为在时间中生成之物,一部分已经生成,另一部分正在生成;因为按照时间的各个部分,〈生成之物的各个部分〉也随之生成;此外,正如他先前所说,凡生成之物都有某种基质,但“现在”没有任何基质);因此,如果这在没有生成的情况下有时存在有时不存在,那么对于前述诸物来说也将同样如此;而如果是这样,这些东西就不是实体。

语法注2 条
  1. 3.97αἱ μὲν γὰρ μὴ οὖσαι πρότερον

    阴性复数定冠词与分词 αἱ ... μὴ οὖσαι 承前指代前句出现的 οὐσίαι(实体)。此处描述处于生成与消灭之中的通常实体,并与后文的 ταῦτα δὲ(“而这些”,指界限、点等)形成对比。

  2. 3.97τὸ γὰρ ἅμα ὁτὲ μὲν μία ἁπτομένων ὁτὲ δὲ δύο διαιρουμένων γίνονται τοῦ χωρὶς γενέσεώς ἐστι δηλωτικόν

    中性单数定冠词 τό 将包含直陈式动词 γίνονται 的整个小句(ἅμα ... γίνονται)名词化,作全句的主语。谓语是 δηλωτικόν ἐστι,支配属格短语 τοῦ χωρὶς γενέσεως [εἶναι] 作为补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:215.1-216.10