← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§214.1-214.36

界限的瞬间显现与其非实体性

阿斯克勒庇俄斯针对亚里士多德《形而上学》1002a28进行注解,论证点、线等几何界限由于瞬间产生和消失且不经历伴随质料的生成与消灭过程,因而不可能属于实体,并指出了它们与时间中的“现在”的相似性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.96

" Πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθοράν." Ἰστέον ὅτι πᾶσα οὐσία τῶν ἐν γενέσει καὶ φθορᾷ διὰ γενέσεως ἔρχεται ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν καὶ διὰ φθορᾶς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν. ἐὰν οὖν, φησί, ταῦτα ὑποθώμεθα εἶναι οὐσίας, συμβήσεταί τινα οὐσίαν ἔρχεσθαι1 ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν οὐ διὰ γενέσεως καὶ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν οὐ διὰ φθορᾶς, ὅπερ ἐστὶν ἀδύνατον. οἷον ἐὰν γάρ τις λάβῃ εὐθεῖαν καὶ τέμῃ αὐτὴν καυληδόν,2 ἔσονται δύο στιγμαὶ ἀχρόνως γενόμεναι, ὥστε οὐ διὰ γενέσεως γέγονεν ἡ οὐσία, τουτέστιν ἡ στιγμή· οὔτε γὰρ δυνατόν ἐστιν εἰπεῖν ὅτι ἡ ἀδιαίρετος στιγμὴ διαιρέσεις ἐποίησε τὰς δύο. καὶ πάλιν συνερχομένων τῶν εὐθειῶν χωρεῖ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν οὐ διὰ φθορᾶς. ὥστε εἰ μὴ δυνατὰ ταῦτα, οὐχ ὑπάρχουσιν οὐσίαι τὰ τοιαῦτα. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι πρὸς τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἔσονται ἄλογα. δοκεῖ μὲν γάρ, ἐπὰν ἡ οὐσία μὴ οὖσα πρότερον γένηται, ἢ πρότερον οὖσα ὕστερον μηκέτι ἔσται, διὰ γενέσεως καὶ φθορᾶς ταῦτα ὑπομένειν ἤγουν πάσχειν· τὰς δὲ στιγμὰς καὶ τὰς γραμμὰς καὶ τὰς ἐπιφανείας οὐκ ἐνδέχεται οὔτε γίνεσθαι οὔτε φθείρεσθαι, ὁτὲ μὲν οὔσας ὁτὲ δὲ οὐκ οὔσας. ὅταν γὰρ ἅπτηται ἤγουν διαιρῆται τὰ σώματα, ἅμα ὁτὲ μὲν μία γίνεται στιγμὴ ἁπτομένων τῶν εὐθειῶν ἀλλήλων, ὁτὲ δὲ δύο στιγμαὶ γίνονται διαιρουμένων τῶν εὐθειῶν· ὥστε οὔτε συντιθεμένων τῶν εὐθειῶν εἰσιν αἱ δύο στιγμαί, ἀλλ’ ἔφθαρται ἡ μία οὐ διὰ φθορᾶς, διαιρεθεισῶν δὲ πάλιν τῶν εὐθειῶν εἰσιν αἱ στιγμαὶ αἱ πρότερον μὴ ὑπάρχουσαι. οὔτε γὰρ δυνατόν ἐστιν εἰπεῖν ὅτι αὕτη ἡ ἀδιαίρετος στιγμὴ διῃρέθη εἰς δύο στιγμάς· εἰ γὰρ ἀδιαίρετός ἐστι, δῆλον ὡς ὅτι οὐ διαιρεῖται. ἄλλως τε δή, εἰ γίνονται καὶ φθείρονται, χρείαν ἔχουσι καὶ ὕλης, περὶ ἣν ὄντα γίνονται καὶ φθείρονται· ποίαν δὲ δυνατόν ἐστιν ὕλην ὑποθέσθαι ἐπὶ τοῦ σημείου; ὁμοίως δὲ ἔχει καὶ περὶ τὸ νῦν τὸ ἐν τῷ χρόνῳ, καθάπερ ἐλέγομεν ἐν τῷ τετάρτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. ἔτι καὶ τῷ μὲν ὑποκειμένῳ τὰ αὐτὰ ὑπάρχουσι, τῇ δὲ σχέσει διαφέρουσι. μεταβάλλουσι γὰρ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἄνευ φθορᾶς καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἄνευ γενέσεως· οὔτε γάρ ἐστιν ὕλη ἐπ’ αὐτῶν, ἵνα καὶ γίνωνται καὶ φθείρωνται· πρὸς ἐπὶ τούτοις δὲ καὶ ἀχρόνως γίνονται. ὅμως ἕτερόν τι δοκεῖ εἶναι, ὡς οὐκ οὐσία τις οὖσα.3 ὁμοίως δὲ ἔχει καὶ περὶ τὰς στιγμὰς καὶ γραμμὰς καὶ τὰ ἐπίπεδα, 〈ἃ〉 οὔτε γίνονται οὔτε φθείρονται· ὁ γὰρ αὐτὸς λόγος· ἅπαντα γὰρ ὁμοίως ἢ πέρατα ὑπάρχουσιν ἢ διαιρέσεις εἰσίν, ὥστε οὐκ οὐσία ὑπάρχουσι.

“因为除已述诸点之外,关于生成与消灭的事情[也将是不合理的]。” 应当明了,处于生成与消灭之中的一切实体,都是通过生成从非存在走向存在,通过消灭从存在走向非存在的。因此,他说,如果我们假定这些是实体,就会得出某种实体并非通过生成而从非存在进入存在,并非通过消灭而从存在进入非存在,而这是不可能的。例如,如果有人取一条直线并像斩断植物嫩茎一样将其横向切断,就会毫无时间间隔地产生出两个点,以至于该实体——即点——并不是通过生成而产生的;因为不可能说不可分的点造成了这两个分割。而且,当诸直线重新重合时,[点]并非通过消灭而从存在转入非存在。因此,如果这些是不可能的,这类事物就不是实体。所以,这正是他所说的:除已述诸点之外,关于生成与消灭的事情也将是不合理的。因为看来,当实体先前不存在而后来生成,或者先前存在而后来不再存在时,它是通过生成与消灭而承受——即遭受——这些变化的;但点、线和面却不可能生成也不可能消灭,尽管它们有时存在,有时不存在。因为当物体接触或被分割时,在诸直线彼此接触时同时生成一个点,而在诸直线被分割时则生成两个点;所以,在诸直线结合时并不存在两个点(而是一个点并非通过消灭而被消灭了),而在诸直线再次被分割时,那些先前不存在的点则存在。因为不可能说这个不可分的点被分割成了两个点;因为如果它是不可分的,显然它就不会被分割。此外,如果它们生成并消灭,它们也就需要质料,它们在依附质料存在的同时生成并消灭;但在点的情形下,可能假定什么样的质料呢?时间中的“现在”情形亦是如此,正如我们在《自然学》第四卷中所说的那样。而且,它们在基质上是相同的,但在关系上有所不同。因为它们无须消灭便从存在转变为非存在,无须生成便从非存在转变为存在;因为在它们身上并不存在质料以供它们生成与消灭;此外,它们还是无时间间隔地生成的。尽管如此,它似乎是另外的某种东西,因为它并不是某种实体。在点、线和平面的情形下也是如此,〈它们〉既不生成也不消灭;因为同样的道理适用;因为所有这些都同样要么是界限,要么是分割,从而它们不是实体。

语法注4 条
  1. 3.96ἔργεσθαι

    手抄本所载的 ἔργεσθαι 在语境中应理解为 ἔρχεσθαι 的语音异体或传抄讹误,它由 συμβήσεται 支配构成带不定式的宾格句结构,与前文的 ἔρχεται 相对应,意为“前往”、“移行”。

  2. 3.96καυληδόν

    源自植物茎秆(καυλός)的副词,形象地描述像横断植物嫩茎一般干净利落地“横向切断”,此处用于几何直线的利落横截。

  3. 3.96ὅμως ἕτερόν τι δοκεῖ εἶναι, ὡς οὐκ οὐσία τις οὖσα

    省略的主语是前文讨论的时间中的“现在”(τὸ νῦν)。分词短语 ὡς οὐκ οὐσία τις οὖσα 表明理由或限定说明(“因为它并不是某种实体”),解释了在基质上同一而仅在关系上不同的“现在”,被看作是独立自立实体之外的另一种存在。

  4. 3.96ἀγρονως

    手抄本中的 ἀγρονως 是前文出现的 ἀχρόνως(“无时间间隔地”、“瞬间地”)在发音或传抄上的讹误。在句法上它充当副词,修饰 γίνονται。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:214.1-214.36