← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§212.12-213.33

作为物体分割的界限之非实体性

关于亚里士多德依据面、线、点是物体的分割而否定其实体性的论证(1002a18),阿斯克勒庇俄斯借助亚历山大的注解,通过区分思索与自立存在、潜在与现实,论证了它们既不是实体甚至根本不是存在者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.95

" Ἔτι φαίνεται ταῦτα πάντα διαιρέσεις ὄντα τοῦ σώματος." Πάλιν ἕτερον λόγον ἐπάγει κατασκευαστικὸν τοῦ ὅτι οὐχ ὑπάρχουσιν οὐσίαι γραμμὴ καὶ ἐπιφάνεια καὶ σημεῖον, εἴ γε οὐδὲ ὑφίστανται αὐτὰ καθ’ αὐτά. τί γάρ; φησὶν ὅτι διαιρέσεις αὗται ὑπάρχουσι τοῦ σώματος, αἱ δὲ διαιρέσεις τὸ εἶναι ἔχουσιν ἐν ἐκείνοις, ὧν ὑπάρχουσι διαιρέσεις. διαιρέσεις οὖν ὑπάρχουσιν εἰς βάθος μὲν ἡ ἐπιφάνεια, εἰς πλάτος δὲ ἡ γραμμή, εἰς μῆκος δὲ τὸ σημεῖον. πρὸς δὲ τούτοις ὁμοίως ἐστὶν ἐν τῷ στερεῷ ἓν ἕκαστον σχῆμα· δυνάμει γάρ ἐστιν ὁ χαλκὸς ἀνδριὰς καὶ πρόβατον καὶ ἵππος, μέχρις ὅτε γένηται· ἡνίκα δὲ γένηται, τότε λοιπὸν ἐνεργείᾳ ἐστίν. οὕτως οὖν, φησί, καὶ ἐπιφάνεια δυνάμει ἐστὶν ἐν τῷ κύβῳ * * * ἡνίκα τμηθῇ δίχα ὁ κύβος· εἰ μὴ γὰρ ἦν δυνάμει, ἔδει αὐτὴν φαίνεσθαι καὶ πρὸ τῆς τομῆς. φαμὲν οὖν ὅτι καὶ δυνάμει ἐστὶν ἡ τμηθεῖσα, ἔστι δὲ καὶ ἡ ἔξω ἐπιφάνεια πάντων, εἴπερ δέδεικται μὴ ὂν ἄπειρον σῶμα· ὥστε ἐξ ἀνάγκης ἐστὶ καὶ ἐπιφάνεια ἐνεργείᾳ καὶ γραμμὴ καὶ σημεῖον. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι ὁ αὐτὸς λόγος ἐπὶ γραμμῆς καὶ μονάδος. ὥστε εἰ μάλιστα μὲν οὐσία τὸ σῶμα ὑπάρχει, τούτου δὲ μᾶλλον ταῦτα, μὴ ὑπάρχουσι δὲ ταῦτα οὐσίαι, ἐκπεφεύγασι τῶν ὄντων αἱ οὐσίαι. Ἀλλὰ μὴν οὐδὲν τούτων ἐστὶν ἐν τοῖς αἰσθητοῖς. ὁ Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον. οὐδέν, φησίν, ἔστι λαβεῖν 〈ἐν〉 αἰσθητῷ σώματι μῆκος παντάπασι κεχωρισμένον πλάτους, ὁμοίως δὲ οὐδὲ ἐπιφάνειαν χωρὶς βάθους. εἰ δὴ ὄντα μὲν οὐσίαι,1 ἦν ἂν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς· ταῦτα γὰρ ἐν ὑποστάσει μόνα· εἰ δὲ μὴ ἔστι, οὐδ’ ἂν οὐσίαι εἶεν. δείκνυσι δὲ μὴ ὄντα αὐτὰ ἐν ὑποστάσει καὶ ἐκ τοῦ πάθη ταῦτα καὶ διαιρέσεις εἶναι τῶν σωμάτων, τουτέστι κατὰ ταῦτα τὰς τῶν σωμάτων γίνεσθαι διαιρέσεις. αἱ δὲ διαιρέσεις τοῦ σώματος οὐχ ὑποκείμενα οὐδὲ ὄντα τινὰ ἐπ’ οἰκείας φύσεως· πάθη γάρ, τὰ δὲ πάθη οὐκ οὐσίαι. κατὰ μὲν γὰρ πλάτος ὑπὸ γραμμῆς τέμνεται, κατὰ δὲ βάθος ὑπὸ ἐπιφανείας, κατὰ δὲ μῆκος ὑπὸ στιγμῆς. ἐπὶ τούτοις ὅτι μὴ ἔστιν ἐν τοῖς σώμασι ταῦτα, ἥ τε ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον, οὕτως δείκνυσιν. ἐπεὶ τῇ ἐπινοίᾳ ταῦτα ἐν τοῖς σώμασι λέγεται εἶναι (οὐ γὰρ δή γε τῇ ὑποστάσει καὶ τῷ χωρίζεσθαι δύνασθαι), τούτῳ συγχρώμενος λέγει, ὅτι ἐν τῷ σώματι ἔστιν ὁποιονοῦν σχῆμα καὶ ὁποιανοῦν ἐπιφάνειαν ὁμοίως ὄντα λαβεῖν. τὴν γὰρ ἐπίνοιαν ἐν τῷ λίθῳ τῷ ἀργῷ καὶ τὸ τοῦ Ἑρμοῦ καὶ τὸ τοῦ Ἀπόλλωνος καὶ ἄλλου τινὸς ὁμοίως ἔστι λαβεῖν σχῆμα· ἀλλὰ καὶ ἐν τῷ κύβῳ τὸ ἥμισυ τοῦ κύβου τῇ ἐπινοίᾳ ἐστί, καὶ ἡ ἐπιφάνεια ἡ διαιροῦσα αὐτὸ εἰς δύο ἡ ἐν τῷ βάθει ληφθῆναι δυναμένη· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν πάντα μὲν ὁμοίως τὰ σχήματα καὶ αἱ ἐπιφάνειαι ἐν τῷ σώματι (τῇ γὰρ ἐπινοίᾳ), μὴ ἔστι δὲ ἐν αὐτῷ ταῦτα τῷ δύνασθαι γενέσθαι ἐν αὐτῷ ἐπινοίᾳ λαμβανόμενα, οὐδ’ ἂν ἄλλο τι εἴη· ὥστε εἰ μὴ τὸ τοῦ Ἑρμοῦ σχῆμα ἐν τῷ λίθῳ, οὐδ’ ὃ δοκεῖ ἔχειν, 〈καὶ〉 εἰ μὴ ἐν τῷ κύβῳ ἡ διαιροῦσα δίχα ἐπιφάνεια, οὐδὲ ἣν δοκεῖ ἔχειν. ἡ δὲ τοῦ λόγου παραγωγὴ τὸ ὁμοίως λαβεῖν εἶναι πάντα τὰ σχήματα ἐν τῷ ὑποκειμένῳ τά τε δυνάμει καὶ τὰ ἐνεργείᾳ. τούτου δὲ τὸ πιθανὸν ἐκ τοῦ ἐπινοίᾳ καὶ τὰ ἐνεργείᾳ ὄντα δοκεῖν εἶναι ἐν τῷ ὑποκειμένῳ ὡς καὶ τὰ δυνάμει· τοῦτο δέ, ἐπεὶ μή ἐστι χωριστά. ὡς δὲ ἐπὶ τῆς ἐπιφανείας, οὕτως καὶ ἐπὶ γραμμῆς καὶ ἐπὶ στιγμῆς καὶ μονάδος· καὶ γὰρ ἡ μονὰς στιγμή τίς ἐστιν· ἔνεστι γὰρ καὶ ἐπὶ τούτων ὁμοίως τῇ ἐπινοίᾳ ἐν τῷ ὑποκειμένῳ σώματι λέγειν ὁποιανοῦν [λέγειν] εἶναι, καὶ λαμβάνοντάς τινα τῶν δυνάμει καὶ δεικνύντας ὅτι μὴ ἔστιν ἐν αὐτῷ (τὸ γὰρ δυνάμει ὂν ἔν τινι οὐδέπω ἐστὶν ἐν αὐτῷ) ὅτι μηδὲ τὰ ἐνεργείᾳ δοκοῦντα εἶναι ἐν αὐτῷ ἔστι δεικνύναι.2 δείξας δὲ διὰ τούτων ὅτι μὴ οὐσίαι αἱ ἐπιφάνειαι καὶ αἱ γραμμαὶ καὶ αἱ στιγμαὶ καὶ μονάδες, ὡς ἀκόλουθον τοῖς δεδειγμένοις λαμβάνει τὸ μηδὲ τὸ σῶμα ἔσεσθαι οὐσίαν τὸ ὑπὸ τούτων ὁριζόμενον. ἔδειξε δὲ ταῦτα οὐ μόνον οὐκ οὐσίας ὄντα ἀλλὰ τὴν ἀρχὴν οὐδὲ ὄντα.

“此外,所有这些显然都是物体的分割。” 他又提出了另一个论证,用以确立线、面和点不是实体,既然它们甚至不是自身独立自立存在的。何以见得?他说这些是物体的分割,而分割的所是在于它们作为其分割的那些事物之中。因此,面是向深度上的分割,线是向宽度上的分割,点是向长度上的分割。此外,每一种形状同样存在于立体之中;因为青铜在生成之前潜在地是塑像、羊和马;而一旦生成,那时起它才现实地存在。因此,他说,面也是潜在地存在于立方体中……当立方体被一分为二时;因为如果它不是潜在地存在,它就必定在切断之前也显现出来。因此我们说,被切断的[面]是潜在地存在的,但如果已经证明物体并非无限,那么一切[物体]的外表面也是存在的;因此必然地,面、线和点也现实地存在。因此亚里士多德说,同样的道理也适用于线和单子。因此,如果物体是最高程度的实体,而这些比起物体更具有实体的性质,但这些又不是实体,那么存在者的诸实体便已逃逸无存了。然而,这些之中没有一个存在于可感觉事物之中。亚历山大是这样解释这段文字的:他说,在可感觉物体中根本不可能找到完全脱离宽度的长度,同样也不可能找到脱离深度的面。如果它们确实是实体,它们本该存在于可感觉物体之中;因为只有这些物体才处于自立存在中;但如果它们不存在,它们也就不可能是实体。而且他还从这些是物体的受动和分割——即物体的分割是依照这些而发生的——这一点,表明它们不在自立存在中。然而物体的诸分割既非基质,亦非具有固有本性的某种存在者;因为它们是受动,而受动并不是实体。因为在宽度上它是被线切分,在深度上被面切分,在长度上被点切分。在此之外,关于这些东西,即面、线和点,并不存在于物体之中,他是这样表明的:既然在思索中这些被说成是在物体之中(因为绝不是在自立存在上和能够被分离上),他便顺此而言,在物体中同样可以把任何形状和任何面都视为存在者来把握。因为通过思索,在未经雕琢的石头中同样可以把握到赫尔墨斯的形状、阿波罗的形状以及任何其他事物的形状;而且在立方体中,立方体的一半也是在思索中存在的,把它一分为二、可以在深度中被把握的面也是如此;其他情形亦同样。因此,如果一切形状和面都同样在物体之中(因为是在思索中),但因能够生成于其中而在思索中被把握的这些并不在其中,那么其他任何东西也不会存在;从而,如果赫尔墨斯的形状不在石头中,那么它似乎具有的形状也就不在其中,〈而且〉如果一分为二的面不在立方体中,那么它似乎具有的面也就不在其中。该论证的理路在于,把一切潜在的形状与现实的形状同样看作是在基质之中的。而这之所以具有说服力,是因为现实存在的事物也与潜在存在的事物一样,被认为是在思索中存在于基质之中的;这是因为它们不是可分离的。不仅在面的情形下如此,在线、点和单子的情形下也同样如此(因为单子也是某种点);因为在它们的情形下,同样可以通过思索说任何一个都存在于底层的物体之中,并且通过选取某些潜在存在的事物并表明它们不在其中(因为潜在存在于某物之中的东西尚未存在于其中),从而能够表明,就连那些看似现实地存在于其中的东西也不存在。他通过这些表明了面、线、点和单子不是实体之后,便把被它们规定界限的物体也不会是实体,作为已证明之事的必然结论而加以接受。并且他表明了,这些东西不仅不是实体,而且从根本上甚至都不是存在者。

语法注2 条
  1. 3.95εἰ δὴ ὄντα μὲν οὐσίαι

    条件连词 εἰ 后接中性复数分词 ὄντα 的结构,与主句中带 ἄν 的未完成过去时(ἦν ἄν)相呼应,引导非现实的假设条件(“如果它们确实是实体”)。

  2. 3.95ἔνεστι γὰρ καὶ ἐπὶ τούτων ὁμοίως τῇ ἐπινοίᾳ ἐν τῷ ὑποκειμένῳ σώματι λέγειν ὁποιανοῦν [λέγειν] εἶναι, καὶ λαμβάνοντάς τινα τῶν δυνάμει καὶ δεικνύντας ὅτι μὴ ἔστιν ἐν αὐτῷ (τὸ γὰρ δυνάμει ὂν ἔν τινι οὐδέπω ἐστὶν ἐν αὐτῷ) ὅτι μηδὲ τὰ ἐνεργείᾳ δοκοῦντα εἶναι ἐν αὐτῷ ἔστι δεικνύναι.

    该句由无人称表达 ἔνεστι(及平行的 ἔστι)统摄,宾格分词 λαμβάνοντας 和 δεικνύντας 表示泛指的动作发出者(“人们通过选取……并表明……”),并与起主要动词作用的不定词 δεικνύναι 相连。前一个 ὅτι 从句附属于分词 δεικνύντας,插入句后的第二个 ὅτι 则引出附属于 δεικνύναι 的宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:212.12-213.33