- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:211.5-212.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了证明面、线、点比物体更具实体性的两条论据(作为界定者的优先性以及思想上的可分离性),并解释了毕达哥拉斯学派和柏拉图将数视为本原的历史背景。
οἱ δὲ ὕστεροι καὶ σοφώτεροι τούτων εἶναι δόξαντες τοὺς ἀριθμοὺς ἔλεγον ἀρχὰς τῶν ὄντων· λέγει δὲ τοὺς Πυθαγορείους καὶ Πλάτωνα, σοφωτέρους δέ φησιν αὐτούς, ἐπειδὴ ἀνήγαγον ἑαυτοὺς ἀπὸ τῆς ὕλης ἐπὶ ἀσωμάτους δυνάμεις. καθάπερ οὖν εἰρήκαμεν, εἰ μὴ ἔστιν οὐσία ταῦτα, ἐπιφάνεια γραμμή, ὅλως οὐδὲ μία ἐστὶν οὐσία 〈οὐδὲ ὂν〉οὐδέν· οὐ γὰρ δίκαιον τὰ συμβεβηκότα τούτοις, τουτέστι τὰς ποιότητας οὐσίας καλεῖν,1 ἐπειδὴ οὐδὲ αὐθυπόστατα ὑπάρχουσιν. ἀλλὰ μὴν εἰ τοῦτο δέδεικται, ὅτι μᾶλλον οὐσία τὰ μήκη τῶν σωμάτων καὶ αἱ στιγμαί, ταῦτα δὲ οὐχ ὁρῶμεν ἐν ὑποστάσει ὄντα, ποίων ἂν εἶεν σωμάτων; ἐν γὰρ τοῖς αἰσθητοῖς εἶναι αὐτὰ ἀδύνατον ὄντα αὐθυπόστατα, τουτέστι τοῖς λόγοις αὐτῶν, εἴ γε ἐξῃρημένα ὑπάρχουσιν, ὡς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. δείκνυσιν οὖν ὅτι τὸ σῶμα τοῦτο ἧττόν ἐστιν οὐσία κατά τι τῶν οἰκείων περάτων· μᾶλλον γὰρ ὂν καὶ μᾶλλον οὐσία ἐπιφάνεια μὲν σώματος, ἐπιφανείας δὲ γραμμή, γραμμῆς δὲ στιγμή. ὁ οὖν ἀναιρῶν ταύτας οὐσίας εἶναι συναναιρήσει καὶ τὸ σῶμα οὐσίαν εἶναι τῷ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον χρησάμενος τόπῳ. εἰ γὰρ αἱ μᾶλλον οὐσίαι μὴ οὐσίαι, οὐδὲ αἱ ἧττον ἐκείνων οὐσίαι οὐσίαι ἂν εἶεν. ὅτι οὖν κρείττων ἡ τῆς ἐπιφανείας πρῶτον μὲν δείκνυσιν οὕτως. οἷς ὁρίζεταί τι καὶ εἰδοποιεῖται, ἐκεῖνα τοῦ ὁριζομένου ὑπ’ αὐτῶν οὐσία· τὰ γὰρ ὁρίζοντά τι μᾶλλον ὄντα καὶ μᾶλλον οὐσία τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου· διὰ τοῦτο γοῦν καὶ εἶδος μᾶλλον τῆς ὕλης οὐσία. ὑπὸ δὲ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς ὁρίζεται τὸ σῶμα· ταῦτα ἄρα μᾶλλον οὐσίαι τοῦ σώματος. δευτέρα δὲ τοιαύτη. ὧν τὸ μὲν ἄνευ θατέρου δύναται εἶναι, τὸ δὲ μὴ δύναται χωρὶς τοῦ ἑτέρου, τὸ καθ’ αὐτὸ δυνάμενον εἶναι μᾶλλον οὐσία·2 τῶν δὲ περάτων τοῦ σώματος καὶ τοῦ σώματος τὰ μὲν πέρατα χωρὶς τοῦ σώματος εἶναι δύναται, τὸ δὲ σῶμα χωρὶς τῶν περάτων οὐ δύναται· οὐ γὰρ ἄπειρον τὸ σῶμα * * * τὸ δὲ ἐνδέχεσθαι δοκεῖ εἶναι πάνυ καλῶς προστέθεικε·3 τῇ μὲν γὰρ ὑποστάσει οὐδὲν τούτων χωρὶς σώματος οἷόν τε εἶναι, ὥσπερ οὐδὲ τὸ σῶμα ἄνευ τούτων, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ οἷόν τε· σῶμα μὲν γὰρ ἄνευ ἐπιφανείας οὐχ οἷόν τε νοηθῆναι, οὐδ’ αὖ ἐπιφάνειαν ἄνευ γραμμῆς, οὐδὲ ταύτην χωρὶς σημείου. ἐν γοῦν τοῖς ὁρισμοῖς αὐτῶν συμπαραλαμβάνεται κἀκεῖνα· σῶμα μὲν γὰρ λέγεται εἶναι τὸ μῆκος πλάτος καὶ βάθος ἔχον, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος 〈ἔχει〉, γραμμὴ δὲ μῆκος ἀπλατές, ἧς πέρατα σημεῖα. σημεῖον δὲ νοεῖται χωρὶς γραμμῆς, καὶ γραμμὴ χωρὶς ἐπιπέδου, καὶ ἐπίπεδον χωρὶς σώματος. προστίθησιν οὖν τούτοις εἰς πίστιν τοῦ ταῦτα μᾶλλον οὐσίας εἶναι τοῦ σώματος καὶ τὰς τῶν πρὸ αὐτοῦ δόξας, ὧν οἱ μὲν ἀρχαιότεροι καὶ μηδέπω μετ’ ἐπιτάσεως περὶ τῶν ὄντων λέγοντες τὰς οὐσίας τῶν ὄντων καὶ τὰς ἀρχὰς σωματικὰς ὑπετίθεντο, οἱ δὲ μετ’ ἐκείνους γενόμενοι καὶ σοφώτεροι δοκοῦντες ἤδη εἶναι τοὺς ἀριθμοὺς ἀρχὰς ἔλεγον, ὡς οἱ Πυθαγόρειοι καὶ Πλάτων, ὡς τούτων μᾶλλον οὐσιῶν ὄντων ἢ τῶν σωμάτων.
晚于这些人且被认为更有智慧的人则称数为存在者的诸本原;他指的是毕达哥拉斯学派和柏拉图,并且说他们更有智慧,是因为他们把自己从质料提升到了无物体的能力。因此,正如我们所说过的,如果这些东西——面和线——不是实体,那么就绝没有任何实体,也没有任何存在;因为把属于这些东西的偶性(即诸性质)称为实体是不合宜的,因为它们甚至不是自立存在的。然而,如果这一点已被证明,即长度[线]和点比物体更具有实体的性质,但我们却没有看到这些在存立中存在,那么它们会是何种物体的呢?因为作为自立存在者,它们不可能存在于可感觉的事物之中,也就是说根据它们的界说不可能,若它们确实如我们在理论阐述中所说的那样是超拔独立的。因此他指明,这一物体在某种程度上不如其固有的界限具有实体的性质:因为比起物体,面更是存在且更是实体;比起面,线更是;比起线,点更是。因此,取消这些作为实体的人,运用从多与少出发的论题,也将一同取消物体作为实体。因为如果更具有实体的性质者不是实体,那么不如那些具有实体性质者也不会是实体。那么,面的实体更为卓越,他首先是这样指明的:凡是由之使某物受到限定并获得形式的东西,就是被它们所限定者的实体;因为限定某物者比起受到限定和获得形式者,更是存在且更是实体;至少正因如此,形式也比质料更具有实体的性质。而物体是由面、线和点所限定的;因此这些比物体更具有实体的性质。第二条论据是这样的:凡是其中一方没有另一方也能够存在,而另一方没有前者便不能存在的,那能够自身独立存在的就更具有实体的性质;而在物体的诸界限与物体之间,诸界限没有物体也能存在,但物体没有诸界限却不能存在;因为物体并不是无限的……而他加上“似乎可能[分离]存在”是极恰当的;因为在存立上,这些东西没有物体哪一个都不能存在,正如物体没有它们也不能存在一样,但在思忖和界说上却是可能的;因为没有面,物体就不能被思想,同样,没有线,面也不能被思想,没有点,线也不能被思想。至少在它们的定义中,那些东西也是被一并包含进去的;因为物体被称为具有长、宽、深者,面是具有长和宽者,线是无宽之长,其界限是点。然而点可以离开线而被思想,线可以离开平面而被思想,平面也可以离开物体而被思想。因此,为了令人信服这些比物体更具有实体的性质,他在这些之上又补充了他之前人们的意见;在他们之中,更为古老且尚未严密论述存在者的人,设定存在者的实体和本原是物体性的;而产生于他们之后且已被认为更有智慧的人,则称数为本原,正如毕达哥拉斯学派和柏拉图那样,这是因为他们认为数比物体更具有实体的性质。
- 3.94οὐ γὰρ δίκαιον τὰ συμβεβηκότα τούτοις, τουτέστι τὰς ποιότητας οὐσίας καλεῖν
非人称结构 οὐ γὰρ δίκαιον [ἐστι] 支配不定式 καλεῖν。该不定式构成双宾格结构:前面的 τὰ συμβεβηκότα τούτοις(及其同位语 τὰς ποιότητας)充当直接宾语,οὐσίας 充当宾语补足语(谓述宾格)。
- 3.94ὧν τὸ μὲν ἄνευ θατέρου δύναται εἶναι, τὸ δὲ μὴ δύναται χωρὶς τοῦ ἑτέρου, τὸ καθ’ αὐτὸ δυνάμενον εἶναι μᾶλλον οὐσία
关系代词 ὧν 作部分属格,限定由从句中相对比的两项(τὸ μέν ... τὸ δέ)以及主句主语(分词短语 τὸ καθ’ αὐτὸ δυνάμενον εἶναι)构成的全体范围。其句式框架是先通过关系从句提出不对称的依存关系,随后导出主句谓语 μᾶλλον οὐσία。
- 3.94τὸ δὲ ἐνδέχεσθαι δοκεῖ εἶναι πάνυ καλῶς προστέθεικε
带冠词的引用短语 τὸ δὲ ἐνδέχεσθαι δοκεῖ εἶναι(引用亚里士多德的原话)充当主干动词 προστέθεικε(省略主语亚里士多德)的直接宾语(宾格)。下文通过区分实在存立(ὑπόστασις)与概念界说(ἐπίνοια / λόγος),解释了亚里士多德为何加上谨慎的“δοκεῖ(显得/似乎)”。
