- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:210.4-211.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了关于数、物体和几何界限是否为实体的疑难展开,梳理了偶性、物体与界限(如面)之间的实体性高低,以及古代自然哲学家将存在等同于物体的观点。
" Τούτων δὲ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα." Δείξας, φησί, δι’ ὧν ἠπόρησεν, ὅτι οἱ ἀριθμοὶ οὐκ οὐσίαι ἔσονται, ἐφεξῆς ἀπορεῖ τοῖς προηπορημένοις,1 πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγμαί, δηλονότι καὶ 〈αἱ〉 ἐπιφάνειαι καὶ αἱ γραμμαί, οὐσίαι ὑπάρχουσιν ἢ οὐχ ὑπάρχουσιν· εἰ γὰρ μὴ ταῦτα ὑπάρχουσιν οὐσίαι, οὐδ’ ἂν ὅλως εἴη τις οὐσία· διὸ φησι διαφεύγει τί τὸ ὄν. τίνες γὰρ ἔσονται οὐσίαι τῶν ὄντων; τὰ γὰρ ἄλλα πάθη οὐσίας ἐστὶ καὶ οὐκ οὐσία, οἷον λευκότης λεύκανσις, ἡ τοιάδε σχέσις καὶ οἱ ὁρισμοὶ τούτων· ταῦτα γὰρ πάντα ἐν οὐσίᾳ τὸ εἶναι ἔχουσιν, οὐκ οὐσίαι ὑπάρχουσιν. αἱ οὖν ποιότητες (ταῦτα γὰρ λέγει 〈τὰ〉 πάθη καὶ τὰς κινήσεις) καὶ τὰ πρός τι καὶ αἱ διαθέσεις, ἃ καὶ αὐτὰ ποιότητες, καὶ οἱ λόγοι (λόγους δὲ τοὺς ὁρισμοὺς καλεῖ) ἐν οὐσίᾳ, ὡς εἴρηται, θεωροῦνται, ἀλλ’ οὐκ αὐτὰ οὐσίαι ὑπάρχουσι. τὸ δὲ οὐθενὸς δοκοῦσιν οὐσίαν σημαίνειν εἶπεν ὡς ἴσον τῷ οὐκ εἰσὶν οὐσίαι.2 ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς ἐννέα κατηγορίας οὐκ οὐσία· πάντα γὰρ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ὑποκειμένῳ τινί ἐστι καὶ ὑποκείμενόν τι ἄλλο ἔχει καὶ οὐκ αὐτὰ ὑπόκειται, οὐδὲ ἔστι τι αὐτῶν ὑπὸ δεῖξιν πῖπτον ὡς ὑποκείμενον καθ’ αὑτὸ ὄν. ἃ δὲ μάλιστα δοκοῦσι δηλοῦν οὐσίαν, ταῦτά ἐστιν ὕδωρ καὶ πῦρ καὶ γῆ καὶ ἀήρ, ἐξ ὧν τὰ σύνθετα σώματα συνεστήκασι. τούτων οὖν θερμότης μὲν καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης καὶ τὰ τοιαῦτα πάθη, οὐκ οὐσίαι ὑπάρχουσιν, ἅ γε ἐν ἄλλοις ὑποκειμένοις ἔχουσι τὸ εἶναι· τὸ δὲ σῶμα, τουτέστι τὸ τριχῇ διαστατὸν τὸ δεχόμενον ταῦτα μόνον ὑπομένει ὡς ὄν τι καὶ οὐσία τις οὖσα, διότι, φησί, αὐτὸ καθ’ αὑτὸ ὑφέστηκεν. ἀλλὰ πάλιν τὸ σῶμα ἧττόν ἐστιν οὐσία τῆς ἐπιφανείας, ἐπειδὴ ἡ μὲν περατοῖ, τὸ δὲ περατοῦται, τὸ δὲ περατοῦν εἴδους λόγον ἐπέχει, τὸ δὲ περατούμενον ὕλης, τὸ δὲ εἶδος μᾶλλόν ἐστιν οὐσία τῆς ὕλης· ὥστε μᾶλλον οὐσία ἡ ἐπιφάνεια τοῦ σώματος. εἰ τοίνυν μᾶλλον οὖσα οὐσία οὐκ ἔστι, φανερὸν ὡς ὅτι οὐδὲ τὸ σῶμά ἐστι, καὶ οὕτως ἀναιρεθήσονται αἱ οὐσίαι ἐκ τῶν πραγμάτων. καὶ τὰ μὲν ἄνευ σώματος δυνατὸν εἶναι, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, τὸ δὲ σῶμα ἄνευ τούτων εἶναι οὐ δυνατόν· ὥστε μᾶλλον ταῦτα οὐσία. εἰ δὲ τὸ μᾶλλον οὐσία ὑπάρχον οὐκ ἔστι, φανερὸν ὡς ὅτι οὐδὲ τὸ σῶμά ἐστι τὸ ἧττον ὑπάρχον οὐσία. διὰ τοῦτο τοίνυν οἱ πολλοὶ καὶ οἱ παλαιοὶ τὴν οὐσίαν καὶ τὸ ὂν ὑπελάμβανον εἶναι σῶμα ὡς αὐθυπόστατον ὑπάρχον, τὰ δὲ ἄλλα τὰ ἐν αὐτῷ θεωρούμενα ποιότητας αὐτοῦ· ὅθεν καὶ τὰς ἀρχὰς τῶν σωμάτων οἱ πάντα σώματα λέγοντες ἀρχὰς τῶν ὄντων πάντων ἔλεγον εἶναι, οἷον πῦρ ἀέρα ὕδωρ γῆν.
“与这些相随的疑难是,数和物体[究竟是不是实体]。” 他[讲授者]说,在通过提出疑难所依据的论据指明了数将不是实体之后,他[亚里士多德]紧接着此前所提出的疑难提出疑难:数、物体和点——显然还有面和线——究竟是作为实体而存在,还是不作为实体而存在。因为如果这些不作为实体而存在,那么根本就不会有任何实体存在;因此他说“究竟什么是存在便避而不显了”。因为在存在者之中究竟什么是实体呢?因为其余的东西都是实体的性状而非实体,例如白色、变白、此种关系以及这些东西的定义;因为所有这些都是在实体中具有其存在,而不是作为实体而存在。因此诸性质(因为他用性状和运动指称这些)和关系以及素性(它们本身也是性质)和界说(他将定义称为“界说”),如前所述,都是在实体中被观照的,但它们本身并不是实体。而“它们似乎不表示任何东西的实体”这句话,他[亚里士多德]说出来乃是等同于“它们不是实体”。与这些类似,九个范畴下的其余事物也不是实体;因为一切都是关于某个底层而被述说的,也就是说,它们存在于某个底层之中,拥有某个别的事物作为底层,并且它们自身并不作为底层,它们之中也没有任何一个作为自身独立存在的底层而落入指示之中。而最显得指明实体的,乃是水、火、土、气,复合的物体就是由这些构成的。在这些东西中,热、冷、干、湿以及诸如此类的性状并不作为实体而存在,因为它们是在其他底层中具有其存在的;然而物体,即容纳这些性状的三维广延,却独自作为某种存在者和某种实体保留下来,他说,这是因为它自身独立存立。但反过来,物体在实体性上又次于面,因为面规定界限,而物体被规定界限,规定界限者具有形式的地位,而被规定界限者则具有质料的地位,形式比质料更具有实体的性质;因此面比物体更具有实体的性质。既然如此,如果更具有实体性质的东西不存在,那么显而易见物体也不存在,这样实体就将从事物中被取消。并且这些〔面、线、点〕没有物体也可以存在(正如我们在理论阐述中所说的那样),但物体没有这些却不可能存在;因此这些更具有实体的性质。但如果更作为实体而存在者不存在,显而易见那次一等地作为实体而存在的物体也就不存在。因此正因如此,大众和古人都把实体和存在者理解为作为自立存在而存在的物体,而把在其中被观照的其他东西视为它的性质;所以那些主张一切皆是物体的人,便说物体的诸本原(例如火、气、水、土)就是一切存在者的诸本原。
- 3.94ἐφεξῆς ἀπορεῖ τοῖς προηπορημένοις
与格 τοῖς προηπορημένοις 作副词 ἐφεξῆς(“紧随……之后”)的补足语,表示“紧随此前所提出的疑难之后”。动词 ἀπορεῖ 则直接引出由 πότερον 引导的间接疑问从句作为其宾语。
- 3.94τὸ δὲ οὐθενὸς δοκοῦσιν οὐσίαν σημαίνειν εἶπεν ὡς ἴσον τῷ οὐκ εἰσὶν οὐσίαι
中性单数宾格冠词 τὸ 将引自亚里士多德原文的短语 οὐθενὸς δοκοῦσιν οὐσίαν σημαίνειν(“它们似乎不表示任何东西的实体”)实质化为动词 εἶπεν 的直接宾语。谓语部分的 ὡς ἴσον τῷ... 表示“等同于……”,其中与格冠词 τῷ 实质化了接下来的直接引语 οὐκ εἰσὶν οὐσίαι(“它们不是实体”)。
