← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§208.23-210.3

几何边界的实体性与实体的存立难题

阐释了亚里士多德提出的几何学边界(面、线、点)究竟是否为实体的疑难,指出若它们不是实体,则物体也不是实体,从而导致实体的彻底取消,随后借助超越且自立的形式理路给出了新柏拉图主义的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.93

" Τούτων δὲ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ τὰ ἐπίπεδα." Καὶ ταύτην τὴν ἀπορίαν ἐξέθετο κατ’ ἀρχὰς τοῦ παρόντος βιβλίου· ζητεῖ γὰρ εἰ ἄρα τὰ σημεῖα καὶ αἱ γραμμαὶ καὶ αἱ ἐπιφάνειαι οὐσίαι ὑπάρχουσιν, εἴτε οὐχ ὑπάρχουσιν, ἐπεὶ οὐδέποτε αὐτὰ καθ’ αὐτὰ ὑφίστανται. οὐ δυνατὸν γάρ ἐστιν εὑρεῖν ἕν τι τούτων αὐτὸ καθ’ αὑτὸ ὑφιστάμενον, ἀλλ’ ἐν ἑτέροις τὸ εἶναι ἔχουσι, τουτέστιν ἐν τοῖς σώμασιν· ὥστε οὐχ ὑπάρχουσιν οὐσίαι. αἱ γὰρ οὐσίαι θέλουσιν αὐθυπόστατοι εἶναι καὶ μὴ δεῖσθαι ἑτέρου πρὸς ὕπαρξιν, ὡς μεμαθήκαμεν ἐν Κατηγορίαις· ὥστε οὐχ ὑπάρχουσιν οὐσίαι. εἰ τοίνυν μὴ ὑπάρχουσιν αὗται οὐσίαι, φανερὸν ὡς ὅτι1 πᾶσα οὐσία ἀναιρεθήσεται, καὶ ἁπλῶς οὐδὲν ἔσται ἐν τοῖς οὖσιν, εἴ γε ταῦτα μὴ ὑπάρχουσιν, ἅτινα μᾶλλον δοκοῦσιν εἶναι οὐσίαι. ὅτι γὰρ μᾶλλον τῶν σωμάτων δοκοῦσιν εἶναι οὐσίαι, φανερὸν ἐντεῦθεν, εἴ γε τὰ σώματα ὁρίζουσι καὶ περατοῦσι καὶ συνέχουσι, τὰ δὲ ὁρίζοντα καὶ περατοῦντα εἴδους λόγον ἐπέχουσι, τὰ δὲ ὁριζόμενα καὶ περατούμενα ὕλης λόγον ἐπέχει· εἰ τοίνυν τὸ εἶδος μᾶλλον οὐσία τῆς ὕλης, εἴ γε κατὰ τὰ εἴδη χαρακτηρίζονται [ἢ] τὰ πράγματα (κατὰ γὰρ τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέρουσι), φανερὸν ὡς ὅτι μᾶλλον ὑπάρχουσιν οὐσίαι γραμμαὶ καὶ στιγμαὶ καὶ ἐπιφάνειαι ἤπερ τὰ σώματα. εἰ τοίνυν τὰ μᾶλλον ὑπάρχοντα οὐκ εἰσι, δῆλον ὡς ὅτι οὐδὲ τὰ σώματα ὑπάρχουσι, καὶ οὕτως οὐδὲν ἔσται ἐν τοῖς οὖσιν. ἄλλως τε δὴ καὶ φύσει πρότεραι αἱ ἐπιφάνειαι καὶ αἱ γραμμαὶ τῶν σωμάτων, εἴ γε συναναιροῦσι μέν, μὴ συναναιροῦνται δέ,2 ὥσπερ καὶ ἐπὶ τῶν γενῶν ἐλέγομεν καὶ τῶν διαφορῶν ὅτι φύσει πρότερα ὑπάρχουσι τὰ γένη τῶν διαφορῶν· ὅπου γὰρ διαφορά, ἐκεῖσε πάντως καὶ γένος, οὐχ ὅπου δὲ γένος, καὶ διαφορά· ἔστι γὰρ ζῷον αὐτὸ καθ’ αὑτό, τὸ μέντοι γε λογικὸν πάντως καὶ ζῷον ὑπάρχον. οὕτως οὖν φημι καὶ ἐνταῦθα ὅτι ὅπου σῶμα, πάντως ἐκεῖσε καὶ ἐπιφάνεια ὑπάρχει καὶ γραμμὴ καὶ στιγμή· ἀδύνατον γάρ ἐστιν εἶναι σῶμα ἄνευ ἐπιφανείας, ὅθεν καὶ ἐν τῷ τοῦ σώματος λόγῳ παραλαμβάνεται ἡ ἐπιφάνεια· σῶμα γὰρ ὃ ἔχει τρεῖς διαστάσεις, ὥστε παραλαμβάνεται καὶ τὸ ἐπίπεδον. ἐπὶ μέντοι γε τοῦ ὅρου τῆς ἐπιφανείας ἤγουν τῆς γραμμῆς οὐ παραλαμβάνεται τὸ σῶμα· φαμὲν γὰρ οὕτως ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, μηδὲν δεηθέντες τοῦ σώματος· ὥστε φύσει προτέρα ὑπάρχει ἡ ἐπιφάνεια τοῦ σώματος. εἰ τοίνυν προτέρα ὑπάρχει φύσει, οὐκ ἔστι 〈δὲ〉 οὐσία, φανερὸν ὡς ὅτι οὐδὲ τὸ σῶμά ἐστιν οὐσία· ὥστε ἀναιρεθήσεται ἡ φύσις τῶν οὐσιῶν ἐκ τῶν ὄντων. ὅτι γὰρ οὐκ ἔστιν ἐν ὑποστάσει ἡ ἐπιφάνεια ἤγουν οὐσία, δῆλον ἐντεῦθεν. τὸ γὰρ δεόμενον τοῦ ὑποκειμένου πρὸς τὸ εἶναι οὐκ ἔστιν ἀρχή· ἡ κυρίως ἀρχὴ ἔξωθεν οὖσα τοῦ πράγματος θέλει παράγειν ἐκεῖνα ὧν ἐστιν ἀρχή, καθάπερ ὁρῶμεν ἐπὶ τοῦ τέκτονος καὶ τοῦ ἀβακίου· ἔξωθεν γάρ ἐστιν ὁ τέκτων τοῦ ξύλου. εἰ τοίνυν ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης μή εἰσιν οὐσίαι ἀλλὰ συμβεβηκότα, εἴ γε ἐν τῷ τριχῇ διαστατῷ ἔχουσι τὸ εἶναι, μήτε δὲ τὸ τριχῇ διαστατόν, τὰ † δύο ὑποκείμενα, ἐστὶν οὐσία (ἡ γὰρ ὕλη οὐκ ἔστιν οὐσία, ἀλλὰ μᾶλλον τὸ εἶδος, καθάπερ μεμαθήκαμεν ἐν τῇ Φυσικῇ ἀκροάσει), φανερὸν ὡς ὅτι ἀνῄρηται ἡ οὐσία ἐκ τῶν ὄντων. καὶ οὕτως μὲν ἀπορεῖ, φησίν, ὁ Ἀριστοτέλης·3 φαμὲν δὲ ἡμεῖς πρὸς αὐτὸν ὅτι τῷ ὄντι ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ αὐταὶ καθ’ αὑτὰς ἀνυπόστατοι ὑπάρχουσι καὶ διὰ τοῦτο οὐχ ὑπάρχουσι κυρίως οὐσίαι, οἱ μέντοι γε λόγοι αὐτῶν οἱ ἐξῃρημένοι, ἐξ ὧν ταῦτα τὸ εἶναι ἔχουσι, καὶ δι’ ἃ ἐπιγίνονται τῇ ὕλῃ καὶ κοσμοῦσιν αὐτήν, αὐθυπόστατοι ὑπάρχουσι. καὶ πρῶτόν γε θεωροῦνται ἐν τῇ φαντασίᾳ, εἶτα ἐν τῇ δόξῃ καὶ ἐν τῷ νῷ καὶ παρὰ τῷ δημιουργῷ. οὕτως φαμὲν καὶ ἐπὶ τῆς φύσεως ὅτι ἡ ὁλικὴ φύσις καὶ ὁ λόγος αὐτῆς, καθ’ ὃν τὸ εἶναι ὑπάρχει, αὐθυπόστατός ἐστιν, ὅς ἐστιν αἴτιος τοῦ εἶναι καὶ τῇ φύσει καὶ τοῖς σώμασιν. οὗτος οὖν ὁ λόγος συντιθεὶς τὰ εἴδη τῇ ὕλῃ ἀποτελεῖ ἐξ ἀμφοτέρων τὴν οὐσίαν.

“与这些相随的疑难是,数、物体和平面[究竟是不是实体]。” 他在本卷之初也提出了这个疑难;因为他探讨的是,点、线和面究竟是实体,还是不是实体,因为它们绝不是自立存在的。因为不可能找到这些几何对象中的任何一个自身独立地存立,相反,它们的存在是在他物之中的,即在物体之中;因此它们不是实体。因为正如我们在《范畴篇》中所学到的那样,实体需要是自身持存的,且在存在上不依赖于他物;因此它们不是实体。既然如此,如果这些不是实体,那么显而易见,一切实体都将被取消,并且在存在者之中将根本没有任何东西存在,倘若这些更像是实体的对象都不存在的话。因为,它们比物体更像是实体,从以下这一点来看是显而易见的:如果说它们界定、限制并维持着物体,而进行界定和限制的具有形式的规定,被界定和被限制的具有质料的规定;既然形式比质料更具有实体的性质,如果说事物是按照形式而被特征化的(因为按照质料它们彼此毫无差异),那么显而易见,线、点和面比物体更具有实体的性质。因此,如果更具有实体性质的东西都不存在,很显然物体也就不存在,这样在存在者之中就将没有任何东西存在。此外,面和线在本性上也先于物体,如果说它们连带消除〔物体〕,却不被连带消除的话,正如我们在属和种差的情况下所说的那样,属在本性上先于种差而存在;因为凡是有种差的地方,必定也有属,但凡是有属的地方,却不必然有种差;因为动物自身独立存在,但理性者则必然也是动物。因此我在这里也同样说,凡是有物体的地方,必定也有面、线和点;因为没有面就不可能有物体,所以物体的定义中也包含了面;因为物体是具有三维广延者,因此平面也被包含了进去。然而,在面或线的定义中,并不包含物体;因为我们在根本不需要物体的情况下便会这样说:“仅仅具有长和宽的东西”;因此,面在本性上先于物体。既然它在本性上先于物体,但又不是实体,那么显而易见物体也不是实体;因此实体的本性将从存在者中被取消。因为,面并非处于独立持存之中,即并非实体,从以下这一点来看是明白的:凡是为了存在而需要承载底层的,就不是本原;严格意义上的本原处于事物的外部,需要产生它作为其本原的那些事物,正如我们在木匠与桌案的情况中所看到的那样;因为木匠处于木料的外部。因此,如果热、冷、干、湿不是实体而是偶性——如果说它们是在三维广延之中获得存在的话——,而且三维广延也不是实体(因为正如我们在《物理学》中所学到的那样,质料不是实体,形式才更是实体),那么显而易见,实体已经从存在者中被取消了。他说,亚里士多德就是这样提出疑难的;但我们对他回答说,事实上面和线就其自身而言确实是非自立存在的,因而严格说来并不是实体,但它们那超越的理路——这些面和线由此获得其存在,且凭借这些理路它们附加于质料并装饰质料——则是自立存在的。它们首先在构想力中被观照,然后在意见中、在理智中、在造物主那里被观照。我们在自然的事情上也同样说,整体的自然以及它的理路——凭借这一理路存在属于它——是自立存在的,这一理路既是自然也是物体的存在的原因。因此,正是这个理路通过将诸形式与质料结合在一起,由二者成就了实体。

语法注3 条
  1. 3.93φανερὸν ὡς ὅτι

    ὡς 与 ὅτι 叠用是后代希腊语的典型特征,在此充当引导名词性从句“……是显而易见的”的连接词。

  2. 3.93εἴ γε συναναιροῦσι μέν, μὴ συναναιροῦνται δέ

    用于界定本性上的在先性(πρότερον φύσει)的定式表达。主动态 συναναιροῦσι 意为“连带消除[另一方]”,被动态 συναναιροῦνται 意为“[随另一方]被连带消除”,表达了单向依存的关系。

  3. 3.93καὶ οὕτως μὲν ἀπορεῖ, φησίν, ὁ Ἀριστοτέλης

    讲录体(ἀπὸ φωνῆς)中典型的插入语。这里的 φησίν 既可以指记录者(阿斯克勒庇俄斯)引述讲授者(阿摩尼乌斯)的话“他[讲授者]说”,也可以是指对亚里士多德文本的引用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:208.23-210.3