- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:20.1-21.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》982b22–982b25,根据哲学是在生活必需品完备后才开始的历史事实论证了智慧的理论性,并探讨了作为因其自身而存在、不依赖他者的唯一“自由”科学的第一哲学之神圣性。
" Μαρτυρεῖ δ’ αὐτὸ τὸ συμβεβηκός· σχεδὸν γὰρ πάντων ὑπαρχόντων τῶν ἀναγκαίων." Ὅτι ἡ σοφία οὐκ ἔστι πρακτικὴ ἀλλὰ θεωρητική, δῆλον ἐντεῦθεν· μετὰ γὰρ τὸ εὐπορῆσαι τοὺς ἀνθρώπους τῶν ἀναγκαίων καὶ τῶν πρὸς ῥαστώνην, ἤρξαντο τρέπεσθαι ἐπὶ τὴν τῶν ὄντων ζήτησιν, διὰ τί ὁ ἥλιος ἐκλιμπάνει, διὰ τί χειμών, διὰ τί θέρος· ὥστε ἡ σοφία οὐ τῆς πράξεώς ἐστιν, ἀλλὰ τῆς θεωρίας. ὅμως μέντοι γε ὁ Πλάτων παρακελεύεται τοὺς φύλακας ἀνάγειν μέχρι τῆς πρώτης θεωρίας· εἶτά φησιν ὅτι καὶ πάλιν μετὰ τὸ ἀναγαγεῖν αὐτοὺς καταγάγωμεν1 ἐπὶ τὴν ὕλην καὶ τὴν φροντίδα τῶν ὑλικῶν πραγμάτων. καί φησιν ‘ἐποφείλουσι γὰρ τῇ θρεψαμένῃ τε καὶ παιδευσάσῃ αὐτοὺς καὶ τοιούτους ἀποτελεσάσῃ.’ ὥστε οὐ δεῖ λέγειν ‘διὰ τί γεωμετροῦμεν ἢ ἀστρονομοῦμεν; οὔτε γάρ ἐστι κέρδος ἐντεῦθεν.’ αὗται γὰρ αἱ ἐπιστῆμαι ζητοῦνται οὐ διὰ κέρδος, ἀλλὰ διὰ τὸ ἀγαθὸν τῆς ψυχῆς. κλῖμαξ γάρ ἐστιν, καὶ δι’ αὐτῶν, φησίν, ἀνερχόμεθα ἐπὶ τὴν πρωτίστην πασῶν ἐπιστημῶν, τὴν ὄντως σοφίαν, ἥτις οὐ δι’ ἄλλο ἀλλὰ δι’ αὑτήν ἐστιν αἱρετή. φησὶν οὖν, ὅτι μαρτυρεῖ αὐτὸ τὸ συμβάν, ὅτι ἡ σοφία οὐ τῆς πράξεώς ἐστιν· σχεδὸν γὰρ πάντων ὑπαρχόντων τῶν ἀναγκαίων καὶ τῶν πρὸς ῥᾳστώνην καὶ διαγωγὴν ἤρξατο ἡ τοιαύτη φρόνησις, τουτέστιν ἡ θεωρητική, ζητοῦσα τὰς αἰτίας τῶν πραγμάτων. δῆλον οὖν ὅτι οὐ ζητοῦμεν δι’ ἄλλην χρείαν τὴν τοιαύτην ἐπιστήμην, ἀλλὰ δι’ ἑαυτήν. ἐξομοιοῖ γὰρ θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἐπειδὴ καὶ παρὰ θεῷ ἡ τοιαύτη ἐστὶν ἐπιστήμη ἡ πάσας ὑπερβεβηκυῖα.
“而实际发生的事物本身就作证了这一点;因为几乎所有必需品都已具备……” 智慧不是实践性的而是理论性的,从这里可以显明出来:因为在人类对于必需品以及便利之物充分富足之后,他们开始转向对存在者的探求——太阳为何发生日食,为何是冬季,为何是夏季;因此智慧不属于实践,而属于理论。然而柏拉图仍告诫我们要将守卫者提升至第一理论;随后他说,在将他们提升之后,让我们再次把他们带回到质料以及对质料性事务的关照之中。他说:“因为他们亏欠了那养育、教育他们并使他们成为这等人物的[城邦]。”因此不应说:“我们为何要研究几何学或天文学?因为从中得不到利润。”因为追求这些学科不是为了利润,而是为了灵魂的善。因为它们是一座梯子,并且他说,通过它们,我们上升至一切科学中最首要的、真正的智慧,它不是为了他物而是因其自身而被选择的。因此他说,实际发生的事情本身作证了智慧不属于实践;因为几乎所有的必需品以及便利和消遣之物都已具备之时,这种明智——即理论性的明智——才开始出现,探求事物的诸原因。因此显而易见,我们追求这样一种科学不是为了任何其他需要,而是因其自身。因为在人类力所能及的范围内,它使人同化于神,既然在神那里也存在着这样一种超越了一切科学的科学。
"Ὥσπερ γὰρ ὁ ἐλεύθερος αὑτοῦ ἕνεκά ἐστι καὶ οὐ δι’ ἄλλον." Τὸ γὰρ ἐλεύθερον ἀδέσποτον καὶ δι’ αὑτό· διό φησι τὸν θεὸν μόνον εἶναι ἐλεύθερον, ἐπειδὴ αὐτὸς μὲν οὐδενὸς προσδεῖται, αὐτοῦ δὲ τὰ ἄλλα προσδέονται. διὸ παγκάλως φησὶν ἐκεῖνος “ἔκ σεο πάντα πέφηνε, σὺ δ’ οὐδενὸς εἵνεκα μοῦνος”. οὕτω καὶ ἡ πρώτη φιλοσοφία μόνη ἐλευθέρα ἐστὶ τῶν ἐπιστημῶν, ἐπειδὴ αἱ μὲν ἄλλαι ἐπιστῆμαι δέονται αὐτῆς (αὕτη γὰρ ἀποδείκνυσι τὰς ἀρχὰς αὐτῶν) αὕτη δὲ οὐ προσδεῖται τῶν ἄλλων ἐπιστημῶν. διό φησι μόνη γὰρ αὕτη αὑτῆς ἕνεκέν ἐστι καὶ οὐ δι’ ἄλλην. αὕτη γὰρ καθ’ ἑαυτὴν αἱρετή ἐστι γινώσκουσα θεὸν κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. διὸ καὶ δικαίως νομίζεται ὅτι οὐκ ἔστιν ἡ κτῆσις αὐτῆς ἀνθρώπινον ἀλλὰ θεῖον· τῷ ὄντι γὰρ παρὰ θεῷ καὶ μόνῳ κυρίως ἐστίν. ὁ γὰρ θεὸς πάντα ἐπίσταται, οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ τὰ καθ’ ἕκαστα, ἀγαπητὸν δὲ τοῖς ἀνθρώποις τὰ καθόλου γινώσκειν. πανταχῇ γὰρ ἡ φύσις δούλη τῶν ἀνθρώπων,2 οὐχ ὅτι ἡ φύσις δουλεύει τοῖς ἀνθρώποις, ἀλλ’ ὅτι οἱ ἄνθρωποι δουλεύουσι διὰ τὰς περιεχούσας αὐτοὺς σωματικὰς ἀνάγκας, ἄρχουσι δουλεύοντες3 καὶ ἄλλοις μείζοσι διὰ τὸ τραφῆναι ἢ δι’ ἄλλο τοιοῦτον. ὥστε καλῶς ἔλεγεν ὁ Σιμωνίδης, ὅτι τοῦτο τὸ γέρας ὁ θεὸς μόνος ἔχει, τὴν ἄκραν ἐπιστήμην τὴν καθ’ αὑτόν, τὴν σύμμετρον αὐτῷ. ὥστε εἰ δυνατὸν κἂν τὰ καθόλου μόνον γινώσκειν, οὐκέτι δὲ δυνατὸν αὐτοὺς ἐπεκτείνεσθαι καὶ ἐπὶ τὴν ἀπειρίαν τῶν καθ’ ἕκαστα.
“因为正如自由人是为了他自身而不是为了另一个人……” 因为自由者不受支配且为了其自身;因此他说,唯有神是自由的,既然神自身无所匮乏,而其他事物却匮乏于神。因此那人极其美妙地说道:“万物自你而显现,唯独你不为了任何事物。”同样,第一哲学在诸科学中也是唯一自由的,既然其他科学需要它(因为由它证明它们的诸原理),而它却不需要其他科学。因此他说,唯有它是为了其自身而不是为了其他科学。因为这门科学本身是值得选择的,在人类力所能及的范围内认识神。因此人们正当地认为,占有它不是属人的,而是神圣的;因为在真实意义上,它固有地属于神且仅属于神。因为神理解一切事物,不仅是普遍者,而且也是个别者;而对人类而言,能认识普遍者就足以令人满意了。因为在各方面,人类的本性都是奴隶——这并非意味着自然役属于人类,而是人类因包围着他们的肉体必然性而沦为奴隶,为了获得滋养或为了其他类似的事情而奴役于统治者们以及其他更伟大的人物。因此西蒙尼德说得很好:唯有神拥有这份荣耀,即合乎〔神〕自身的、与其自身相称的至高知识。因此,即便仅仅认识普遍者是可能的,他们也不再可能将自己扩展至个别者的无限性之中了。
- 1.26καταγάγωμεν
第一人称复数劝勉虚拟式,在由 φησιν 引导的从属句中直接保留了柏拉图对话录中的劝勉语态(“让我们把他们带回”)。
- 1.27ἡ φύσις δούλη τῶν ἀνθρώπων
属格 τῶν ἀνθρώπων 应理解为主语 ἡ φύσις 的所属属格(“人类的本性”),而 δούλη 作表语(“是奴隶”),而非充当 δούλη 的补足语(“人类的奴隶”)。注释者在后文中明确排除了后一种读法:“并非意味着自然役属于人类,而是人类……沦为奴隶”。
- 1.27ἄρχουσι δουλεύοντες
ἄρχουσι 是名词 ἄρχων(统治者)的与格复数,作分词 δουλεύοντες 的宾语,意为“奴役于统治者们”。将其视为动词 ἄρχω 的直陈式现在时第三人称复数(“他们一边统治一边被奴役”)是不成立的,因为后文并列了与格短语 καὶ ἄλλοις μείζοσι(“以及其他更伟大的人物”)。
