- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:207.21-208.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解《形而上学》1001b19,阐述了亚里士多德针对毕达哥拉斯学派和柏拉图的疑难,即大小和数何以均能从一与二(不等性/不定之二)中产生。阿斯克勒庇俄斯随后以新柏拉图主义视角调和此说,指出柏拉图将第一原因、自然与质料象征性地表述为一、单位与二。
" Ἀλλὰ μὴν καὶ 〈εἴ〉 τινες οὕτως ὑπολαμβάνουσι." Κἂν ὑποθώμεθά τινα οὕτως ὑπολαμβάνειν ὥστε γίνεσθαι,1 καθάπερ τινές φασιν, ἐκ τοῦ ἑνὸς αὐτοῦ, τουτέστιν ἐκ τῆς μονάδος, καὶ τῆς δυάδος, τουτέστιν ἐκ τῆς φύσεως καὶ τῆς ὕλης. τὴν γὰρ ὕλην δυάδα καλεῖ διὰ τὸ διῃρημένον αὐτῆς· ὥσπερ γὰρ ἡ δυὰς πρώτη ἔσχε τὸ ποθέν ποι, οὕτως καὶ ἡ ὕλη τοὺς δημιουργικοὺς λόγους ἡνωμένους μερίζει πανταχοῦ· ἡ δὲ μονὰς ἡ φύσις ὡς ἓν οὖσα καὶ προάγουσα. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι εἰ καὶ ὑποθώμεθα γίνεσθαι τὸν ἀριθμὸν ἐκ τῆς μονάδος καὶ τῆς δυάδος, οὐδὲν ἧττον ἄξιόν ἐστιν ἀπορῆσαι, διὰ τί ποτὲ μὲν ἀριθμὸς γίνεται ἐντεῦθεν, ποτὲ δὲ μέγεθος, εἴπερ τὸ μὴ ἓν ἡ ἀνισότης ἐστὶ καὶ ἀεὶ ἡ αὐτὴ φύσις ἐστίν· οὔτε γὰρ πῶς ἐκ τῆς μονάδος καὶ ταύτης τῆς δυάδος, οὔτε πάλιν πῶς ἐξ ἀριθμοῦ τινος καὶ ταύτης τῆς δυάδος γίνονται τὰ μεγέθη, φανερὸν ὑπάρχει. ἐκεῖνο οὖν ἄξιον ἀπορῆσαι, πῶς ἐκ τοῦ τοιούτου ἑνὸς ἢ πλειόνων τοιούτων γίνεται μέγεθος· ὅμοιον γὰρ τοῦτο τῷ2 τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συγκεῖσθαι. ταῦτα δὲ λέγει πρὸς τοὺς ἀρχὰς καὶ στοιχεῖα πάντων τοὺς ἀριθμοὺς ὑποτιθεμένους· ἐγίνοντο γὰρ καὶ τῶν μεγεθῶν ἀρχαί. οὗτοι δὲ ἦσαν οἱ Πυθαγόρειοι. ἑξῆς δὲ προσαπορεῖ τῇ Πλάτωνος δόξῃ, ὃς ἀρχὰς ὑπετίθετο τοῦ ἀριθμοῦ τε καὶ τῶν ἄλλων τὸ ἓν καὶ ἄλλο τι οὐχ ἕν, φημὶ δὴ ἀριθμόν τινα· τούτου γὰρ δηλωτικὸν τὸ καὶ ἄλλου μὴ ἑνός· τοῦτο δὲ ἦν ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυάς, ὃ μέγα καὶ μικρὸν ἔλεγεν· ἐξ ὧν ἔλεγε πρῶτον μὲν τὸν ἀριθμὸν γεννᾶσθαι, ὁριζομένης τῆς ἀορίστου δυάδος ὑπὸ τοῦ ἑνὸς καὶ γινομένης δυάδος, ἔπειτα τὰ ἄλλα. ἀπορεῖ δὲ πῶς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος συνελθόντων ποτὲ μὲν ἀριθμὸς γίνεται ποτὲ δὲ μέγεθος· οὐ γὰρ οἱ ἀριθμοὶ μόνοι ἀλλὰ καὶ * * * ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυὰς ἡ αὐτὴ φύσις οὖσα ἀρχὴ καὶ ἀριθμῶν καὶ μεγεθῶν ἐστι. πῶς οὖν ἐξ ἑνὸς καὶ ταύτης συντιθεμένων οἷόν τε μέγεθος γενέσθαι; ἀριθμῶν γὰρ ταῦτα γεννητικά. ἢ εἰ πρῶτόν τις λέγοι τὸν ἀριθμὸν ἐκ τούτων γίνεσθαι, εἶθ’ οὕτως ἐκ τοῦ ἀριθμοῦ τὰ μεγέθη, πῶς ἐξ ἀριθμῶν ἤγουν ἐξ ἀριθμοῦ καὶ τῆς ἀνισότητος οἷόν τε μέγεθος συντεθέντων γενέσθαι; ἄπορον γὰρ πῶς τὰ ἀμερῆ μεγέθους οἷόν τε εἶναι ποιητικά. τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἡ ἀνισότης, καὶ ἡ αὐτὴ φύσις ἦν ἴσον ἐστὶ τῷ εἴπερ τὸ μὴ ἓν κατ’ αὐτὸν ἡ ἀνισότης, καὶ αὕτη ἡ αὐτὴ φύσις οὖσα καὶ ἀριθμῶν καὶ μεγεθῶν ἦν ἀρχὴ κατ’ αὐτόν, πῶς ἐκ τῶν αὐτῶν ἀρχῶν οἷόν τε καὶ μεγέθη καὶ ἀριθμοὺς γεννᾶσθαι; φαμὲν οὖν ὅτι συμβολικῶς ταῦτα ὁ Πλάτων ἔλεγε. διὰ μὲν γὰρ τῆς μονάδος ἐδήλου τὴν φύσιν, ἥτις ἐστὶν αἰτία τῆς προόδου, διὰ δὲ τῆς δυάδος, ὡς πολλάκις εἴρηται, τὴν ὕλην, ἐπειδὴ ἐν αὐτῇ μερίζονται τὰ εἴδη καὶ διίστανται αὐτὰ καθ’ αὐτὰ ἀδιάστατα ὑπάρχοντα· τὴν δὲ ἑνάδα τὸ πρῶτον αἴτιον, ἐξ οὗ πάντα βλαστάνειν διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν.
“然而,即使有人这样认为。” 即使我们假定有人像某些人所说的那样认为,[生成]是从一自身即从单位,以及从二即从自然和质料中产生的——因为他把质料称为“二”,是由于它的被分化;正如二首先具有了“从某处到某处”,质料同样也把结合在一起的创世理路分散到各处;而单位则是自然,因为它是单一的且能引出[他物]。所以,他所说的就是这个意思:即使我们假定数是由单位和二产生的,同样值得追问的是,如果非一是不等性且始终是同一种本性,为什么有时从中产生数,有时却产生大小;因为无论大小如何从单位和这个二中产生,还是大小如何从某个数和这个二中产生,都绝非显然。因此,值得追问的是,大小如何从这样的一个一或多个这样的一中产生;因为这等同于说线是由点组成的。他是针对那些把数假定为万物的本原和元素的人说这些话的;因为数也成了大小的本原。这些人就是毕达哥拉斯学派。接着,他又进一步对柏拉图的观点提出疑难,后者把数以及其他事物的本原假定为“一”和“非一的某种他物”,我指的是某个数;因为“以及非一的某个他物”这一说法表明的就是这个。而这就是不等性以及不定之二,即他所称的大和小;他说数首先从这些中产生出来,此时不定之二被一所限定而成为二,随后其他事物产生。但他追问的是,一与不定之二结合在一起,如何有时产生数,有时却产生大小;因为不仅数,而且……不等性与不定之二作为同一种本性,既是数的本原也是大小的本原。那么,从一与此[二]结合在一起中,如何可能产生大小呢?因为这些是产生数的。或者,如果有人说数首先从这些中产生,然后大小以这种方式从数中产生,那么大小又如何可能从诸数中产生,即从数与不等性结合在一起中产生呢?因为不可分之物如何能够成为大小的产生者,这是个疑难。而“如果非一是不等性,并且是同一种本性”等于说:“如果按照他的看法,非一是不等性,而且这作为同一种本性的东西按照他的看法既是数的本原也是大小的本原,那么怎能从相同的本原中既产生出大小又产生出数来呢?”因此我们说,柏拉图是象征性地谈论这些事情的。因为他通过单位表明了作为流出之原因的自然,而通过二,正如屡次说过的那样,表明了质料,因为形式在质料中被分割,且自身无广延地存立之物分散成了广延;而把一者〔称为〕第一原因,万物由于其自身的生育能力而从中萌生。
- 3.92Κἂν ὑποθώμεθά τινα οὕτως ὑπολαμβάνειν ὥστε γίνεσθαι
开头的 κἂν ὑποθώμεθα 构成破格句(anacoluthon),未直接接续主句结果节便转入解释(τὴν γὰρ ὕλην...),随后通过 ὃ οὖν λέγει τοῦτό ἐστιν ὅτι εἰ καὶ ὑποθώμεθα... 重新收拢句意。需结合上下文补出结果节的含义(如“仍存在同样疑难”)。
- 3.92τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἡ ἀνισότης, καὶ ἡ αὐτὴ φύσις ἦν ἴσον ἐστὶ τῷ
中性冠词短语 τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἡ ἀνισότης, καὶ ἡ αὐτὴ φύσις ἦν 将引自亚里士多德原文的语句整体名词化作为主语,随后由 ἴσον ἐστὶ τῷ 引导解释性的释义从句。这是注疏文献中用于表达“某句等同于说……”的标准释义句式。
