- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:206.21-207.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德引入关于不可分之一的芝诺论证(凡添加或减去皆不改变大小者即为虚无),阿斯克勒庇俄斯指出该疑难的粗陋之处,申明单位的添加增加的是多数而非大小,并阐述了从一到大小的层级引申过程。
" Ἔτι εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν." Φησὶν ὅτι εἰ ὑποθώμεθα τὸ ἓν αὐτοὲν εἶναι καὶ ἀδιαίρετον, οὐδέν ἐστι, καθάπερ Ζήνων ἐδόκει λέγειν. σπουδάζει γὰρ ἀναιρεῖν τὰ ἀδιαίρετα κεχρημένος λόγῳ τοιούτῳ. ὅπερ μήτε προστιθέμενον μήτε δὲ ἀφαιρούμενον μεῖζον ἢ ἔλαττον ποιεῖ, τοῦτο οὐκ ἔστιν. εἰ τοίνυν τὸ σημεῖον τοιοῦτο, δῆλον ὡς ὅτι οὐκ ἔστι, καὶ ἔτι πᾶν ἀδιαίρετον. πάλιν τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν πῇ μὲν ὄντα ἔλεγε πῇ δὲ οὐκ ὄντα. ἡ μὲν γὰρ γραμμὴ κατὰ μῆκος προστιθεμένη ποιεῖ αὔξησιν καὶ μείωσιν, κατὰ δὲ πλάτος οὐκέτι. ὁμοίως δὲ ἡ ἐπιφάνεια κατὰ πλάτος προστιθεμένη καὶ ἀφαιρουμένη ποιεῖ αὔξησιν καὶ μείωσιν, κατὰ δὲ βάθος οὐκέτι. τὸ μέντοι γε σῶμα κατὰ πάσας διαστάσεις καὶ αὔξησιν καὶ μείωσιν ὑπομένει. διὰ ταῦτα τοίνυν τὴν μὲν ἐπιφάνειαν καὶ τὴν γραμμὴν ἔλεγε πῇ μὲν εἶναι ὄντα πῇ δὲ οὐκ ὄντα. ὁ τοίνυν Ἀριστοτέλης φορτικὴν ἀποκαλεῖ τὴν ἀπορίαν αὐτοῦ. ὅσον γὰρ ἐπὶ τούτῳ, ἀναιροῦνται πάντα τὰ ἀσώματα, ἐπειδὴ οὔτε μεῖζον ποιοῦσιν ᾧ προστίθενται οὔτε δὲ ἔλαττον ἀφαιρούμενα. τὸ οὖν σημεῖον αὐτὸ καθ’ αὑτὸ οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν τῇ γραμμῇ τὸ εἶναι ἔχει. ἄλλως τε δή, φησίν, ἡ ἑνὰς μέγεθος μὲν οὐ ποιεῖ προστιθέμενον, αὔξει δὲ τὸ πλῆθος. τοῦτο οὖν ἐστιν ὃ λέγει· τὸ ἓν τοῦτο ὡς ἀσώματον καὶ αὐτοὲν εἰ ἀδιαίρετον ὑπάρχει, κατὰ μὲν τὸν Ζήνωνος λόγον οὐκ ἔσται· ὃ γὰρ μήτε προστιθέμενον μήτε ἀφαιρούμενον ποιεῖ μεῖζον ἢ ἔλαττον, οὐ λέγει τὸ τοιοῦτον εἶναι τῶν ὄντων, ὡς ἐντεῦθεν δεικνὺς ὅτι τὸ ὂν μέγεθός ἐστι, τὸ δὲ ἀσώματον οὐκ ἔστι, καὶ μέγεθος σωματικόν, ἐπεὶ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια μεγέθη μὲν ὑπάρχουσιν, οὐ σώματα δὲ καὶ ἔχουσι βάθη.1 κυρίως γὰρ ὂν ἐλέγετο τὸ τριχῇ διαστατόν· τὰ δὲ ἄλλα ποτὲ μὲν προστιθέμενα αὔξουσι ποτὲ δὲ οὔ, οἷον ἡ ἐπιφάνεια καὶ ἡ γραμμή· ἡ δὲ στιγμὴ καὶ ἡ μονὰς οὐδαμῶς ὑπάρχουσιν, ἐπειδὴ πάντῃ ἀδιαίρετοί εἰσιν. ἐπειδή, φησίν, οὕτως φορτικῶς διαλέγεται ὁ Ζήνων, καὶ ἐνδέχεται εἶναι ἀδιαίρετόν τι ὥσπερ τὸ ἀσώματον· ὅμως καὶ εἰ ὑποθώμεθα2 ἀληθῆ τὰ παρ’ αὐτοῦ, καὶ οὕτως δυνατόν ἐστιν ἀπολογίας εὐπορῆσαι· ἡ γὰρ μονὰς προστιθεμένη μεῖζον μὲν οὐ ποιεῖ, πλέον δὲ ποιεῖ. ἀλλὰ πῶς γίνεται μέγεθος ἐκ μιᾶς μονάδος ἤγουν πλειόνων; τοῦτό ἐστιν ἄπορον· ὅμοιον γὰρ τοῦτο λέγειν καὶ τὴν γραμμὴν λέγειν συντίθεσθαι ἐκ σημείων, ὅπερ ἐστὶν ἀδύνατον· δέδεικται γὰρ ὅτι ἀδύνατον. πῶς οὖν ἐκ τῆς μονάδος καὶ τοῦ αὐτοῦ ἑνὸς παράγονται τὰ μεγέθη; λέγομεν δὲ ὅτι προσεχῶς μὲν παράγει κατὰ τὴν γόνιμον αὐτοῦ δύναμιν τοὺς νοητοὺς ἀριθμούς, εἶτα ἐκεῖνοι τὴν φύσιν καὶ τὴν ὕλην, καὶ ἐκεῖνα τὰ τῇδε, ὡς ἐν τῇ θεωρίᾳ εἴρηται.
“此外,如果一自身是不可分的。” 他说,如果我们假定一是一自身且不可分,它就是无,正如芝诺似乎所说的那样。因为他竭力通过采用这样一种论证来取消不可分之物:“凡是既不在被添加时使事物变大,也不在被减去时使事物变小的东西,这便不存在。”因此,如果点是这类的,显而易见它便不存在,而且一切不可分之物也是如此。他又说,线和面在某种意义上是存在者,在某种意义上又不是存在者。因为线在长度上被添加时会产生增大和减小,但在宽度上却不再如此;同样,面在宽度上被添加和减去时会产生增大和减小,但在深度上却不再如此。然而,物体在一切维度上都承受增大和减小。由于这些缘故,他说面和线在某种意义上是存在者,在某种意义上又不是存在者。因此,亚里士多德称他的这一疑难是粗陋的。因为就此而言,一切无形体之物都被取消了,因为它们既不会使其所添加于其中的事物变大,也不会在被减去时使其变小。因此,点自身并不是自存的,而是在线中拥有其存在。此外,他说,单位在被添加时虽不产生大小,却增加了多数。所以,他所说的就是这个意思:这一作为无形体且是一自身的一,如果是不可分的,按照芝诺的论证它便不会存在;因为凡是既不在被添加时也不在被减去时使事物变大或变小的东西,他说这类东西不属于存在者之列,由此表明存在是大小,而无形体之物不存在,并且〔存在〕是具有形体的大小,因为线和面虽是大小,但不是物体且没有深度。因为严格意义上被称为存在者的,是具有三维广延之物;而其他东西,例如面和线,在被添加时有时增大,有时则不然;至于点和单位则根本不存在,因为它们在各个方面都是不可分的。他说,既然芝诺论述得如此粗陋,而且像无形体之物一样存在着某种不可分之物是可能的,然而即使我们假定他那里的主张是真实的,即使如此也有可能找到辩护;因为单位被添加时,虽然没有使事物变大,却使事物变多。但是,大小如何从一个单位或多个单位中产生呢?这是个疑难;因为这样说就如同说线是由点构成的,而这是不可能的;因为已经证明这是不可能的。那么,大小如何从单位和一自身中被产生出来呢?我们说,它依照其自身的生育能力,首先产生出理知数,然后那些数产生出自然和质料,而那些则产生出此界之物,正如在理论考察中所说明的那样。
- 3.91ἐπεὶ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια μεγέθη μὲν ὑπάρχουσιν, οὐ σώματα δὲ καὶ ἔχουσι βάθη
否定词 οὐ 不仅修饰 σώματα,而且延伸至其后的 καὶ ἔχουσι βάθη,意为“不是物体,也没有深度”。此处的 καὶ 在否定意义下起连带否定的连接作用。
- 3.91ἐπειδή, φησίν, οὕτως φορτικῶς διαλέγεται ὁ Ζήνων, καὶ ἐνδέχεται εἶναι ἀδιαίρετόν τι ὥσπερ τὸ ἀσώματον· ὅμως καὶ εἰ ὑποθώμεθα
由从属连词 ἐπειδή 引导的原因分句在句法上没有严格呼应的主句归结,而是通过 ὅμως 及让步条件从句 ὅμως καὶ εἰ(“然而即使我们假定……”)直接转折到主谓短语 δυνατόν ἐστι,构成破格句式(anakolouthon)。
