← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§205.26-206.20

一的实体性与数及多的存在

亚里士多德指出无论是否设定一为实体,数与多都会被取消这一难题,阿斯克勒庇俄斯阐释了在一之外无法产生另一个一的论证结构,并指出真正的解决在于一自身的生成能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.90

" Ἀμφοτέρως δὲ δύσκολον· ἄν τε γὰρ μὴ ᾖ τὸ ἓν οὐσία." Φησὶν ὅτι ἀμφότεροι οἱ λόγοι δυσχερεῖς ὑπάρχουσι· κἂν γὰρ ὑποθώμεθα τὸ ἓν καὶ τὸ ὂν οὐσίαν εἶναι αὐτὴν καθ’ αὑτὴν καὶ αὐτοέν, κἂν τε δὲ μὴ ὑποθώμεθα αὐτὴν καθ’ αὑτὴν ἀλλὰ συμβαίνειν ἅτε δὴ ἐν ἄλλῳ ὄντι ἔχουσαν τὸ εἶναι, ἀδύνατον τὸν ἀριθμὸν εἶναι οὐσίαν. ἐὰν μὲν οὖν μὴ ὑπάρχῃ τὸ ἓν οὐσία καὶ αὐτοέν, δῆλον ὡς ὅτι οὐδὲ ὁ ἀριθμὸς ἔσται οὐσία· ἐκ μονάδων γὰρ σύγκειται ὁ ἀριθμός, ὡς ἐλέγομεν· ἐὰν δὲ ὑπάρχῃ τὸ ἓν οὐσία καὶ αὐτοέν, ἡ αὐτὴ πάλιν ἀπορία ἀναφύεται καὶ περὶ τοῦ ὄντος, τουτέστι τὸ αὐτὸ ἀπορηθήσεται ἐπὶ τοῦ ἑνός, ὅ καὶ περὶ τοῦ ὄντος· ὡς γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, οὕτως καὶ τὸ παρὰ τὸ ἓν οὐχ ἕν, οὗτινος δηλωτικόν ἐστι τὸ ἐκ τίνος γὰρ παρὰ τὸ ἓν ἔσται αὐτὸ ἄλλο ἕν; ἀνάγκη γὰρ μὴ εἶναι παρὰ τὸ ἓν ἄλλο ἐξ οὗ ἔσται τὸ ἄλλο ἕν. ὡς γὰρ οὔσης οὐσίας τοῦ ὄντος οὐδεμία ἄλλη οὐσία ἐγίνετο, τῷ τὸ παρὰ τὴν οὐσίαν μὴ οὐσίαν εἶναι,1 οὕτως εἰ καὶ ἔστιν ἓν τὸ ὄν, τὸ παρ’ ἐκείνων πᾶν οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δὲ οὕτως, οὐδὲ πολλά· τῶν γὰρ πολλῶν ἕκαστον ἕν ἐστιν· ἐξ ἑνάδων γὰρ τὰ πολλὰ καὶ ὁ ἀριθμὸς ἀεί. εἰ γάρ ἐστιν αὐτοέν, οὐκ ἔσται ἀριθμός· δεῖ γὰρ καὶ ἄλλο ἓν προάγεσθαι, εἰ μέλλοι ἀριθμὸς ἔσεσθαι· τοῦτο δὲ τὸ γινόμενον ἓν ἀνάγκη μὴ ὂν ἓν γίνεσθαι ἕν· ἐκ μὴ ἑνὸς οὖν ἔσται. τί οὖν ἔσται τοῦτο τὸ μὴ ἕν; εἰ γὰρ πάντα τὰ ὄντα ἢ ἓν ἢ πολλά, τὰ δὲ πολλὰ ἐξ ἑνάδων ἐστίν, ἐξ ὧν οὐ γίνεται ἕν,2 οὐδὲν ἂν εἴη, ἐξ οὗ τὸ ἓν γίνεται. τὸ δὲ ἀληθὲς ἐν τῇ θεωρίᾳ εἴρηται. πῶς οὖν δυνατὸν παρὰ τὸ ἓν ἄλλο εἶναι ἕν; τὸ γὰρ παρὰ τὸ ἓν οὐδέν ἐστιν, εἴ γε τὸ ἓν ὄν ἐστι, τὸ δὲ παρὰ τὸ ὂν οὐκ ὄν· ἅπαντα δὲ τὰ ὄντα ἢ ἓν ἢ πολλὰ ὑπάρχουσιν, ὧν ἓν ἕκαστόν ἐστι· καὶ τὸ πλῆθος γὰρ ἐκ μονάδων σύγκειται. εἰ τοίνυν μηδέν ἐστι τὸ παρὰ τὸ ἕν, φανερὸν ὅτι οὐδὲ πλῆθος ἔσται οὐδὲ ἀριθμός· ὥστε ἀναιρεῖται ὁ ἀριθμός, κἂν ὑποθώμεθα εἶναι αὐτὸ ἓν καὶ ὄν. εἴρηται δὲ ἐν τῇ θεωρίᾳ ὅτι οὐκ ἀναιρεῖται. διὰ γὰρ τὴν γόνιμον αὐτοῦ δύναμιν πάντα προάγων οὐκ ἐλαττοῦται,3 ὥσπερ ἐπὶ τοῦ Σωκράτους εἰρήκαμεν καὶ τῆς εἰκόνος.

“然而无论怎样都是困难的;因为无论一不是实体。” 他说,两种论证都是困难的;因为无论我们假定一与存在是自存的实体且是一自身,还是不假定它们是自存的实体而是作为在另一存在物中拥有其存在的东西而成为偶性,数都不可能是实体。因此,如果一不是作为实体和一自身而存立,显然数也不会是实体;因为正如我们所说,数是由诸单位构成的;但如果一作为实体和一自身而存立,关于存在所产生的同样困难就会再次出现,也就是说,对于一所产生的疑难与对于存在所产生的完全相同;因为正如在存在之外的东西是非存在一样,在一之外的东西也是非一,而“因为在一之外究竟能从何物中产生出另一个一自身呢?”这一句话正表明了这一点。因为在一之外必然没有他物,使得另一个一能从中产生出来。因为正如当存在是实体时,由于在实体之外的东西不是实体,从而没有其他任何实体产生一样,同样地,如果存在也是一,那么在它们之外的一切事物便既非存在也非一。如果这样,也就不会有诸多事物;因为诸多事物中的每一个都是一;因为诸多事物与数始终是由单位构成的。因为如果有一自身存在,就不会有数;因为如果要存在数,就必须还引申出另一个一;但这产生的一必须在不是一的情况下成为一;因此它将由非一产生。那么,这个非一又将是什么呢?因为如果一切存在者要么是一要么是多,而多是由不能从中产生出一的诸单位所构成,那么就没有任何东西能从中产生出一来。但真实的情况已在理论考察中说明。那么,在一之外怎能存在另一个一呢?因为如果一确实是存在,而在存在之外的东西是非存在,那么在一之外的东西就是虚无;而一切存在者要么作为一要么作为多而存立,它们中的每一个都是一;因为多数也是由单位构成的。因此,如果在一之外什么也没有,显而易见,多数和数都不会存在;所以即使我们假定一自身和存在自身存在,数也会被取消。但已经在理论考察中说明数并未被取消。因为凭借其自身的生育能力,在引申出万物的同时自身并不减损,正如我们对于苏格拉底及其画像所说的那样。

语法注3 条
  1. 3.90τῷ τὸ παρὰ τὴν οὐσίαν μὴ οὐσίαν εἶναι

    表示原因的与格带冠词不定式短语。定冠词 τῷ 统辖包含宾格主语和表语的整个不定式从句(τὸ παρὰ τὴν οὐσίαν μὴ οὐσίαν εἶναι),意为“由于在实体之外的东西不是实体”。

  2. 3.90ἐξ ὧν οὐ γίνεται ἕν

    关系代词从句 ἐξ ὧν 的先行词为紧邻其前的 ἑνάδων。它给出了一个否定限定,即从构成多的那些单位本身之中无法产生出一个单一的一,从而确立了能够产生出一的来源之匮乏。

  3. 3.90προάγων οὐκ ἐλαττοῦται

    从句中未明指主语,但结合上下文及前文的 αὐτοῦ,应以作为本原的一自身(αὐτοέν)作为拟人化的能动主语统辖现在分词与限定动词。正如后文关于苏格拉底及其画像的类比所印证,此处表达了超越的一在生成万物的同时自身绝无减损的活动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:205.26-206.20