- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:204.18-205.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解1001a19–29,首先阐述了主张存在与一是自存实体的柏拉图观点的理据(普遍物与数的实体性),随后转向相反的论证,展示若将它们设定为实体所引发的难题(即巴门尼德式的后果,导致‘多’无法存在)。
" Συμβαίνει δὲ εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν." Ἐντεῦθεν ὑπερηγορεῖ τῆς Πλάτωνος δόξης δεικνὺς ὅτι πάντῃ πάντως δεῖ εἶναι αὐτοὲν καὶ αὐτοὸν αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα καὶ μὴ δεόμενα ἑτέρου πρὸς ὕπαρξιν. εἰ τοίνυν, φησί, μὴ λέγοι τις τὸ ὂν καὶ τὸ ἓν οὐσίας εἶναι καὶ αὐτὰς καθ’ αὑτὰς ὑπάρχειν καὶ μὴ δεῖσθαι ἑτέρου πρὸς ὕπαρξιν, συμβήσεται μηδὲ ἄλλο τι τῶν κοινῶν καὶ καθόλου οὐσίαν λέγειν.1 μάλιστα γὰρ πάντων καθόλου τε καὶ κατὰ πάντων κατηγορεῖται τὸ ὂν καὶ τὸ ἕν· ἄνθρωπος γὰρ κατὰ ἀνθρώπου μόνον, ὁμοίως δὲ καὶ ζῷον, τὸ δὲ ὂν καὶ τὸ ἓν κατὰ πάντων· πάντα γὰρ μετέχει τοῦ ὄντος καὶ τοῦ ἑνός, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. εἰ τοίνυν τὰ μάλιστα καθόλου μὴ ὑπάρχουσι, πολλῷ μᾶλλον οὐδὲ τὰ ἄλλα, ὥστε οὐδὲ τὰ καθ’ ἕκαστα· καὶ οὕτως συμβήσεται πάντα ἀναιρεῖσθαι.
“然而,如果有人不设定某种实体存在,便会出现这样的情况。” 由此他为柏拉图的观点进行辩护,表明一自身和存在自身完全必然存在,它们自存且不需要他物以获得存立。他说,因此,如果有人不说存在与一是实体,并自存且不需要他物以获得存立,那么结果便是不可能说共通的和普遍的诸事物中的任何其他事物是实体。因为在一切事物中,存在与一最具有普遍性,并且述谓于一切事物;因为人仅述谓于人,同样动物也是如此,但存在与一则述谓于一切事物;因为万物皆分有存在与一,正如我们在理论考察中所展示的那样。因此,如果最普遍的事物不存在,那么其他事物就更加不存在,从而个别事物也不存在;这样,结果便是万物都被取消。
"Ἔτι δὲ μὴ ὄντος τοῦ ἑνὸς οὐσίας." Φησὶν ὅτι εἰ μὴ ὑποθώμεθα τὸ ἓν οὐσίαν εἶναι καὶ ἀρχὴν αὐτὴν καθ’ αὑτὴν οὖσαν, οὐδὲ ἀριθμὸς ἔσται αὐτὸς καθ’ αὑτὸν ὡς κεχωρισμένος καὶ καθ’ αὑτὸ ὑπάρχων, ὡς ἐδόκει τοῖς Πυθαγορείοις τε καὶ Πλάτωνι, εἰ μὴ εἴη τὸ ἓν οὐσία τις. καὶ λέγει τὴν αἰτίαν· ὁ γὰρ ἀριθμός, φησί, μονάδων ἐστὶ σύνθεσις, ἡ δὲ μονὰς ταὐτὸν καὶ τὸ ἕν· ὥστε εἰ μὴ τὸ ἓν οὐσία, οὐδὲ αἱ μονάδες· εἰ μὴ αἱ μονάδες, οὐδὲ ὁ ἀριθμός. συμβεβηκὸς ἄρα ὁ ἀριθμὸς ἔσται ἀλλ’ οὐκ οὐσία, εἴ γε καὶ τὸ ἓν μὴ οὐσία τις ἀλλὰ ἄλλῳ τινὶ συμβεβηκός. τὸ δὲ ἡ δὲ μονὰς ὅπερ ἕν τί ἐστιν ἀντὶ τοῦ κυρίως ἕν τί ἐστιν.2 εἰ τοίνυν ἐστί τι αὐτὸ ἓν καὶ 〈ὄν〉, ἀνάγκη πᾶσα οὐσίαν αὐτῶν εἶναι τὸ ὂν καὶ τὸ ἕν· οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται τοῦ ἑνὸς καὶ τοῦ ὄντος, ὥσπερ τοῦ Σωκράτους τὸ ζῷον, ἀλλὰ ταῦτα αὐτά. ταὐτόν γάρ ἐστιν ὄντι εἶναι καὶ οὐσίᾳ εἶναι, ὁμοίως δὲ καὶ ἑνὶ εἶναι καὶ οὐσίᾳ εἶναι· οὐδέτερον γὰρ 〈ἕτερόν〉 τι ὂν ἕν ἐστιν ἢ ὄν, ἀλλὰ τὴν ὑπόστασιν ἔχει ἐν τῷ ὄντι καὶ ἐν τῷ ἑνί· ὂν 〈γὰρ〉 ὑπάρχει καὶ ἕν· ὥστε αὐτὰ καθ’ αὑτὰ ὑπάρχουσιν.
“此外,若一不是实体。” 他说,如果我们不假定一是实体且是自存的本原,那么数自身也不会像毕达哥拉斯学派和柏拉图所认为的那样,作为分离的且自存的东西而存在,除非一乃是某种实体。并且他说明了原因:因为他说,数是诸单位的结合,而单位与一是一回事;因此,如果一不是实体,单位也不是;如果单位不是,数也不是。那么,如果一确实不是某种实体而是属于某种他物的偶性,数就将是偶性而非实体。而“单位正是某种一”这一句,是用来代替“严格意义上是某种一”的。因此,如果有一自身和存在自身存在,那么存在与一成为它们自身的实体便是完全必然的;因为并不是某种其他的普遍物被述谓于一与存在,如同动物被述谓于苏格拉底那样,而是正是这些自身。因为对于存在而言的存在与对于实体而言的存在是同一的,同样对于一而言的存在与对于实体而言的存在也是同一的;因为两者都不是作为某种其他的存在物而是一或存在,而是在存在之中并在一之中拥有其存立;因为它们作为存在与一而存立;因此它们自存。
"Ἀλλὰ μὴν εἴ γε ἐστὶ τὸ αὐτοὸν καὶ αὐτοέν, πολλὴ ἀπορία." Δείξας διὰ τῶν προλαβόντων ὅτι τὸ ὂν καὶ τὸ ἓν αὐτοὸν ὑπάρχει καὶ αὐτοὲν καὶ οὐ θεωροῦνται ἐν ἄλλῳ ὄντι, ἐντεῦθεν εἰς τὸ ἐναντίον ἐπιχειρεῖ δεικνὺς ὅτι ἐν ἑτέρῳ δεῖ ἔχειν αὐτὰ τὸ εἶναι. τί γάρ; φησὶν ὅτι εἰ ὑποθώμεθα αὐτοὸν εἶναι καὶ αὐτοέν, πάλιν μεγίστη ἡμῖν ἀπορία ἀναφύεται, λέγω δὴ πῶς ἔσται πλείω ἑνὸς τὰ ὄντα. τὸ γὰρ ἕτερον τοῦ ὄντος3 οὐκ ἔστι· τὸ μὲν γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, ὡς Παρμενίδης ἔλεγε, τοῦτο δὲ τὸ ὂν ὑπῆρχε τὸ ἕν· ὥστε ὅπερ ἂν παρὰ τὸ ἓν ὑπῆρχε, τοῦτο οὐκ ἔστι. τὸ γὰρ αὐτὸ γίνεται καὶ παρὰ τὸ ὄν, εἴπερ καὶ παρὰ τὸ ἕν, τοῦτο δὲ ὡς τοῦ αὐτοῦ ὄντος καὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος. ὥστε οὐκ ἔσται πολλά· τὰ γὰρ πολλὰ παρὰ τὸ ἕν, τὰ δὲ παρὰ 〈τὸ〉 ἓν παρὰ τὸ ὄν ἦν, τὰ δὲ παρὰ τὸ ὂν οὐκ ἔστι. τοῦτο γὰρ συμβαίνει, εἰ τὸ ὂν καὶ τὸ ἓν οὐσίαι εἰσὶ καὶ μὴ ὁμωνύμως λέγεται. ἔσται δή, καθάπερ Παρμενίδης ἔλεγεν, ἓν ἅπαντα τὰ ὄντα, καὶ τοῦτο μόνον ἔσται τὸ ὄν.
“然而,如果有存在自身和一自身,就会有极大的困难。” 在通过前述论证表明存在与一是作为存在自身和一自身而存立、且不被视为存在于其他的存在物中之后,由此他转向相反的一方,表明它们必须在某种他物中拥有其存在。因为何以如此呢?他说,如果我们假定存在着存在自身和一自身,我们便会再次产生极大的困难,我指的是,存在者如何能够多于一个。因为与存在不同的东西是不存在的;因为在存在之外的东西是非存在,正如巴门尼德所说的那样,而这存在曾经就是一;因此,凡是在一之外存在的东西,都是不存在的。因为如果确实也在一之外,那么在存在之外也会发生同样的情况,而这是基于一与存在是同一回事。因此就不会有多;因为多是在一之外的,而在一之外的东西曾是在存在之外的,而在存在之外的东西是不存在的。因为如果存在与一是实体且并非同名异义地被述说,就会产生这一后果。因此,正如巴门尼德所说的那样,一切存在者将是一,且唯有这才是存在。
- 3.87συμβήσεται μηδὲ ἄλλο τι τῶν κοινῶν καὶ καθόλου οὐσίαν λέγειν
接在无人称动词 συμβήσεται(结果将是……)之后的带不定式结构,其中不定式 λέγειν 的逻辑主语是泛指的人(“人们不能说……”)。否定词 μηδέ 修饰 ἄλλο τι(共通事物中的任何其他事物也不……)。
- 3.88τὸ δὲ ἡ δὲ μονὰς ὅπερ ἕν τί ἐστιν ἀντὶ τοῦ κυρίως ἕν τί ἐστιν
注解家解释亚里士多德原文句子的惯用句式。由中性定冠词 τὸ 引导的引文短语作主语,ἀντὶ τοῦ 加释义短语表示“用于代替/意思是‘严格意义上的某种一’”。
- 3.89τὸ γὰρ αὐτὸ γίνεται καὶ παρὰ τὸ ὄν, εἴπερ καὶ παρὰ τὸ ἕν, τοῦτο δὲ ὡς τοῦ αὐτοῦ ὄντος καὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος
主句 τὸ αὐτὸ γίνεται... 中插入了条件从句 εἴπερ καὶ παρὰ τὸ ἕν,随后的 τοῦτο δὲ ὡς... 带有属格独立结构(ὡς τοῦ αὐτοῦ ὄντος...)以说明根据:若在一之外,则在存在之外同样如此,且这是基于一与存在是同一的。
