- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:202.33-204.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷B第4章(1001a4–1001a5)中关于“存在与一究竟是自存的实体还是其他底层本性的属性”这一最为重大的难题,并对比梳理了柏拉图与毕达哥拉斯学派以及自然哲学家们的立场。
" Πάντων δὲ θεωρῆσαι χαλεπώτατον." Ἡ ἀπορία ἣν χαλεπωτάτην [ὡς] φησὶν εἶναι καὶ πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἀναγκαιοτάτην, τοιαύτη ἐστίν. ἆρά γε, φησί, τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τῶν ὄντων ὑπάρχουσι, τουτέστιν ἀρχαὶ τῶν ὄντων, αὐτὸ τοῦτο ἓν καὶ [τὸ] ὂν κεχωρισμένα καὶ αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα καὶ μὴ δεόμενα ἑτέρου πρὸς τὸ εἶναι, τουτέστιν οὐκ ἄλλῳ τινὶ ὄντι1 ὑπάρχουσαι καὶ ταύτην τὴν φύσιν δηλοῦσαι καὶ ἐν ἐκείνοις ὧν κατηγοροῦνται, ἢ ἔστιν ἄλλη τις φύσις ὑποκειμένη τούτοις, ἥτις ἐστὶν ἀρχὴ καὶ οὐσία τῶν ὄντων, ἣν δεῖ ζητεῖν τίς ἐστι, πότερον πῦρ ἢ ἀὴρ ἢ ἄλλο τι ἢ καὶ πλείω. ὅτι δὲ ἀναγκαία ἐστὶν ἡ ζήτησις, δῆλον καὶ ἐκ τοῦ πολλοὺς διαφωνῆσαι περὶ αὐτῆς, καὶ τοὺς μὲν ἐκείνως τοὺς δὲ τοιῶσδε ἀποφήνασθαι, καὶ ἐξ ὧν δὲ ἀπορήσει προϊών, καὶ ὅτι ἐν τῇ περὶ τῆς ἀληθείας θεωρίᾳ ἡ περὶ τοῦ ὄντος ζήτησις κυριωτάτη, καὶ ὅτι ἐκ τούτου ἤρτηται τὸ τοὺς ἀριθμοὺς δύνασθαι τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα λέγεσθαι.2 ἀναγκαιοτάτη οὖν πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἡ περὶ τούτων ζήτησις, ἀλλὰ καὶ χαλεπωτάτη ἡ περὶ αὐτῶν διάκρισις· ἡ γὰρ τῶν νοητῶν καὶ τῶν πρώτων αἰτίων τε καὶ ὄντων γνῶσις χαλεπωτάτη. ἐξηγήσατο δὲ αὐτὸς τὸ πότερόν ποτε τὸ ὂν καὶ τὸ ἓν οὐσία τῶν ὄντων εἰσί, διὰ τοῦ καὶ ἑκάτερον αὐτῶν οὐχ ἕτερόν τι ὂν τὸ μὲν ὂν [καὶ τὸ ἓν τῶν ὄντων] ἐστὶ τὸ δὲ ἕν. ἴσον γὰρ τὸ εἰρημένον τῷ ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν τῶν ὄντων ἐστί, πότερον ὡς οὐσίαι ὄντα ἐστὶν ἢ ὡς συμβεβηκότα τῇ οὐσίᾳ. ὁ γὰρ Σωκράτης ἕτερόν τι ὄν ἐστι ζῷον· οὔτε γάρ ἐστιν αὐτοζῷον ὄν, ἐπεί, εἰ καθὸ Σωκράτης ἦν ζῷον, ἔδει αὐτὸν μόνον εἶναι ζῷον. ταῦτα δὲ αὐτοόν ἐστι καὶ αὐτοὲν καὶ οὐχ ἕτερα ὄντα, καθάπερ καὶ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. ὥσπερ οὖν καὶ περὶ τοῦ ἀπείρου διαφερόντως ἔδειξεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως, οὕτως καὶ ἐνταῦθα· οἱ μὲν γὰρ αὐτῶν φύσιν τινὰ τοῦ ἀπείρου ἐποίουν, τουτέστιν οἱ Πυθαγόρειοι τὸν ἄρτιον ἀριθμόν, οἱ δὲ συμβεβηκέναι τινὶ τὸ ἄπειρον ἔλεγον. τὸ δὲ ὡς οὔσης τῆς οὐσίας ταὐτοῦ ἑνὶ εἶναι 〈καὶ〉ὄντι, ἴσον ἂν εἴη τῷ ὡς τῆς ταὐτῆς οὔσης οὐσίας τοῦ ἑνός τε καὶ τοῦ ὄντος καὶ ταὐτοῦ ὄντος ἑνί τε καὶ ὄντι εἶναι.
“在一切事物中最难考察的。” 他说最困难且对于真理的认识最不可或缺的难题是这样的:他说,存在与一究竟是诸存在者的实体,即诸存在者的本原,作为这独立的一与存在自身而存在,并自存且不需要他物以获得存在,换言之,并非属于某种其他的存在物,并在它们所被表述的那些事物中显示这种本性;抑或在它们之下奠基着某种其他的本性,这本性才是诸存在者的本原和实体,须得探求这本性究竟是什么,是火、是气、是某种他物,还是更多的事物。而这一探求是不可或缺的,这不仅从众人对此产生分歧、有人这样主张而有人那样主张这一事实可以清楚看出,而且从他接下来将要提出的难题,从在关于真理的考察中对存在的探求最为根本,以及从数能否被称为诸存在者的本原和元素取决于此,都可以清楚看出。因此,关于这些事物的探求对于真理的认识是最不可或缺的,但关于它们的辨别也是最困难的;因为关于可知性事物以及第一原因与第一存在者的认识是最困难的。而他自己将“存在与一究竟是否是诸存在者的实体”这一问题,通过“并且它们各自并非某种其他的存在物,而分别是一者为存在,另一者为一”这一表述作了解释。因为所说的意思等于:既然存在与一是属于诸存在者的,那么它们究竟是作为实体存在,还是作为实体的偶性存在?因为苏格拉底是在作为某种其他的存在物的前提下才是动物的;因为他并不是作为动物自身的有,因为如果他是就其为苏格拉底而言是动物,那就应当唯独他才是动物。而这些则是有自身与一自身,并非其他的存在物,正如我们在理论考察中所展示的那样。因此,正如他在《物理学》第一卷中特别就无限所展示的那样,在这里也是如此:因为他们中的一部分人设定了无限的某种本性——即毕达哥拉斯学派将其设定为偶数——而另一部分人则说无限是属于某物的偶性。而“仿佛实体与作为一以及作为存在是同一的”这句表述,就等同于“仿佛一的实体与存在的实体是同一的,且作为一与作为存在是同一回事”。
"Πότερόν ποτε τὸ ὄν." Ἔδει ἡμᾶς ζητῆσαι πότερον τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τῶν ὄντων καὶ ἀρχαὶ ὑπάρχουσιν αὐτοὸν ὄντα καὶ αὐτοέν, καὶ οὐχ ἕτερόν τι ὂν τὸ μέν ἐστιν ὄν, τὸ δὲ ἕν, καθάπερ ἐπὶ τοῦ Σωκράτους εἰρήκαμεν, ὅτι οὐχ ᾗ Σωκράτης ἐστὶ ζῷον, ἀλλὰ καθ’ ἕτερόν τι, καθὸ οὐσία ἔμψυχος αἰσθητική. οὕτως ἔδει ζητεῖν καὶ ἐπὶ τοῦ ὄντος καὶ τοῦ ἑνὸς † ὅτι ἕτερα ὄντα οὕτως εἰσὶν ὂν καὶ ἕν,3 ἤγουν αὐτοόν ἐστι καὶ αὐτοέν, ἢ πάλιν δεῖ ἡμᾶς ζητεῖν τί ποτέ ἐστι τὸ ὂν καὶ τὸ ἓν ὡς ὑποκειμένης ἄλλης φύσεως, τουτέστιν ὡς θεωρουμένων αὐτῶν ἐν ἄλλοις ὑποκειμένοις καὶ ἐν ἄλλῳ ὄντι ἐχόντων τὸ εἶναι. οἱ μὲν γὰρ ὑπολαμβάνουσιν αὐτὰ καθ’ αὑτὰ ὑφίστασθαι οἱ δὲ ἐν ἄλλοις ἔχειν τὸ εἶναι. Πλάτων μὲν οὖν καὶ οἱ Πυθαγόρειοι οὐχ ἕτερόν τί φασι τὸ ὂν οὐδὲ τὸ ἕν, ἀλλὰ τοῦτο αὐτῶν τὴν φύσιν εἶναι, τὸ μὴ δεῖσθαι ἑτέρου πρὸς ὕπαρξιν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ ὑφίστασθαι, ὡς οὔσης τῆς οὐσίας τοῦτο αὐτὸ ἑνὶ εἶναι καὶ ὄντι, τουτέστιν αὐτοὸν καὶ αὐτοέν, καὶ οὐχ ἕτερα ὄντα οὕτως εἶναι ὂν καὶ ἕν, ἀλλ’ αὐτοὲν καὶ αὐτοὸν ἐν ἰδίᾳ ὑποστάσει καὶ μὴ δεῖσθαι ἄλλου, τὰ δὲ ἄλλα πάντα ἐξ αὐτῶν παράγεσθαι. οἱ δὲ φυσιολόγοι οἷον ὁ Ἐμπεδοκλῆς ὡς εἰς γνωριμώτερον ἀνάγων τὸν λόγον τὴν φιλίαν ὑποτιθεὶς τὸ ὂν ταύτης κατηγόρει τὸ ἕν, ὡς τῆς φιλίας αἰτίας οὔσης πᾶσιν ἑνώσεως. τὴν δὲ δόξαν τοῦ ἀνδρὸς ἀνεπτύξαμεν ἐν τῇ θεωρίᾳ. αἰτία οὖν κατ’ αὐτὸν πᾶσιν ἡ φιλία συνάγουσα καὶ συγκρίνουσα αὐτὰ ἀλλήλοις. ἄλλοι δὲ τῶν φυσικῶν πῦρ ὑπέβαλλον τῷ ἑνὶ καὶ τῷ ὄντι ὡς Ἡράκλειτος, οἱ δὲ ἀέρα ὡς Ἀναξιμένης, οἱ δὲ ἄλλο τι· ὃ γὰρ ἕκαστος αὐτῶν ἀρχὴν τῶν ὄντων καὶ αἰτίαν ὑπετίθετο, ταύτης καὶ τὸ ἓν καὶ τὸ ὂν κατηγόρει. ἀλλὰ καὶ καθ’ οὓς τὰ στοιχεῖα πλείω τῶν ὄντων ἦν, καὶ κατὰ τούτους ἕκαστον ἕν τε ἦν καὶ ὄν.
“究竟存在是否。” 我们本应当探求,存在与一究竟是作为诸存在者的实体和本原,作为有自身与一自身而存在,并非作为某种其他的存在物而一者是存在、另一者是一——正如我们在苏格拉底的例子中所说的那样,他并非就其为苏格拉底而言是动物,而是凭藉某种其他的规定,就其为有灵魂的有感觉的实体而言才是动物。同样,关于存在与一,也应当探求它们究竟是由于作为其他的存在物而如此这般地是存在与一,还是本身就是存在自身与一自身;抑或我们又须探求,在预设了另一种本性作为基底的前提下,即它们被视为存在于其他的底层事物中并在其他的存在物中获得其存在的前提下,存在与一究竟是什么。因为有些人认为它们是自存的,而另一些人则认为它们在其他事物中拥有存在。于是,柏拉图和毕达哥拉斯学派的人主张,存在与一并非某种其他的物,而这正是它们的本性:不需要他物以获得存立,而是自存的,仿佛实体本身正是作为一与作为存在,即存在自身与一自身,并不是作为其他的存在物而如此这般地是存在与一,而是在自身独特的实体存在中作为一自身与存在自身,并不需要他物,且所有其他事物皆由它们派生出来。而自然哲学家们,例如恩培多克勒,把这一论证引向更为熟知的事物,将友爱假定为存在,并将一述谓于友爱,仿佛友爱是万物合一的原因。而关于此人的看法,我们已在理论考察中作了解释。因此在他看来,友爱是万物的原因,它将万物聚合并结合在一起。其他自然哲学家则将火置于一与存在之下作为基底,如赫拉克利特;有些人则置气,如阿那克西美尼;其他人则置以别的某种事物;因为他们各自假定为诸存在者的本原与原因的那个东西,他们也就将一与存在述谓于它。而且,即便是按照那些主张诸存在者的元素为多数的人的学说,在他们看来,每一个元素也既是一又是存在。
- 3.85ὡς οὔσης τῆς οὐσίας ταὐτοῦ ἑνὶ εἶναι 〈καὶ〉 ὄντι
由 ὡς 引导的属格绝对结构。ταὐτοῦ 作属格表语,与表示本质的与格不定式短语 ἑνὶ εἶναι(“作为一”)和 ὄντι [εἶναι](“作为存在”)连用,意为“仿佛实体与作为一及作为存在是同一的”。注释家紧接着用 τῆς ταὐτῆς οὔσης οὐσίας τοῦ ἑνός τε καὶ τοῦ ὄντος(“一的实体与存在的实体是同一的”)对此结构作了明确的意译解析。
- 3.85τὸ τοὺς ἀριθμοὺς δύνασθαι τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα λέγεσθαι
紧接前置词短语(ἐκ τούτου ἤρτηται...)的定冠词(中性单数 τό)加宾格不定式从句。τοὺς ἀριθμούς 是不定式 δύνασθαι 的逻辑主语(宾格主语),而 τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα 则作被动不定式 λέγεσθαι 的宾格表语。整个结构将“数能够被称为存在者的本原和元素”这一命题名词化。
- 3.86ὅτι ἕτερα ὄντα οὕτως εἰσὶν ὂν καὶ ἕν
校勘本中带有残损标记(†)之处。在句法上,它承接前文的 ἔδει ἡμᾶς ζητῆσαι πότερον...,引导间接疑问结构的一个分支(ὅτι 或为间接疑问代词 ὅ τι / τί 之误,或为连词受损)。其句式骨架清晰地表达了与后文的对比:“它们究竟是因为作为其他的存在物而如此这般地是存在与一,还是本身就是存在自身与一自身”。
