- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:201.34-202.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯以毕达哥拉斯学派的方式象征性地解释了自然哲学家们以及恩培多克勒的“友爱与争斗”,并主张巴门尼德关于存在的学说是就理智世界而言的。进而论证多产的“单子”如何在自身毫不减损的情况下繁衍出理智之数、自然与质料,确立了“一”在理智、生命乃至存在之上的本体论优先性。
εἰ γὰρ τῷ ὄντι ὑποθώμεθα, φησίν, αὐτὸ καθ’ αὑτὸ εἶναι τὸ ὂν καὶ τὸ ἕν, φανερὸν ὡς ὅτι τὸ ἐξ αὐτοῦ προαγόμενον ἓν ἔσται καὶ οὐδὲν διοίσει τοῦ ἐξ οὗ προήχθη· ὥστε οὐδὲν ἔσται παρὰ τὸ ὄν, καὶ οὕτως ἀναιρεῖται τὸ πλῆθος ἐκ τῶν ὄντων. καὶ οὕτως μὲν ἐπρέσβευον οἱ φυσικοί, οἱ μὲν πῦρ ὑποτιθέμενοι, οἱ δὲ ἀέρα ἤ τι ἄλλο τοιοῦτο· ὁμοίως δὲ καὶ ὁ Ἐμπεδοκλῆς λέγων τὴν φιλίαν. φαμὲν οὖν ὅτι ὁ Ἐμπεδοκλῆς ὡς Πυθαγόρειος συμβολικῶς ταῦτα ὑπετίθετο. ἔλεγε γὰρ ἐκεῖνος ὅτι τὸ ὂν ἕν ἐστιν, ἔλεγε δὲ ἓν τὴν φιλίαν, ἥτις δευτέρα μέτρα ἔχει ἀπὸ τῆς ἑνάδος. καὶ διὰ μὲν τῆς φιλίας ἐδήλου τὴν μονάδα, ἥτις αἰτία ἐστὶ τῆς ἑνώσεως τοῖς οὖσιν· οὐδὲν γάρ ἐστιν ὃ οὐ μετέχει τῆς ἑνάδος. εἰ μὴ γὰρ τοῦτο ὑποθώμεθα, συμβήσεται πολλαπλασιασθῆναι τὸ ἄπειρον. τὸ γὰρ μέρος ἕν ἐστιν ἢ πολλά· εἰ μὲν οὖν ἕν, ἔχω τὸ ζητούμενον, εἰ δὲ πολλά, πάλιν καὶ περὶ ἐκείνου ὁ αὐτὸς λόγος, τουτέστι τῶν μερῶν ἐκείνου, καὶ τοῦτο εἰς ἄπειρον· ὥστε πολλαπλασιασθήσεται τὸ ἄπειρον. πᾶσα οὖν ἐστιν ἀνάγκη ἐν ἅπασι θεωρεῖσθαι τοῖς οὖσι τὴν μονάδα. διὰ μέντοι γε τοῦ νείκους τὴν δυάδα ἐδήλου, τουτέστι τὴν πρόοδον τῶν πραγμάτων· πρώτη γὰρ ἡ δυὰς ἔχει τὸ ποθέν ποι. πᾶσα ἄρα ἀνάγκη αὐτὸ τὸ ὂν καὶ τὸ ἓν κεχωρίσθαι καὶ μὴ ἐν ὑποκειμένῳ ἔχειν τὸ εἶναι· ἡ γὰρ ἑνὰς διὰ τὴν γόνιμον αὐτῆς δύναμιν μένουσα ὅπερ ἐστὶ καὶ μὴ ἐλαττουμένη πάντα παράγει. ὁ γὰρ Παρμενίδης ἔλεγε τὸ παρὰ τὸ ὂν οὐκ ὂν ὡς νοητόν·1 τῷ ὄντι γὰρ τὰ αἰσθητὰ ὡς νοητὰ οὐκ ὄντα ὑπάρχουσιν, ὡς καὶ ὁ Πλάτων φησὶ “τὶ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον, ὂν δὲ οὐδέποτε”. ὅτι γὰρ οἴεται ὁ Παρμενίδης πλῆθος ἐν τοῖς οὖσι, φανερὸν ἐντεῦθεν. τί γάρ; φησὶν “οὐ γὰρ ἔην, οὐκ ἔσται ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον”. εἰ οὖν πᾶν λέγει, δῆλον ὡς ὅτι οἶδε τό γε πλῆθος. καὶ πάλιν ἀλλαχοῦ “μεσσόθεν ἰσοπαλές”· εἴ γε μέσα ἔχει, φανερὸν ὅτι καὶ ἄκρα· ὥστε οἶδε τὸ πλῆθος. ἡ οὖν ἑνὰς γόνιμος οὖσα, ὡς εἰρήκαμεν, πάντα παράγει καὶ οὐ διὰ τοῦτο μειοῦταί τι αὐτῆς, ὥσπερ τὸ παράδειγμα, τουτέστιν ὁ Σωκράτης, οὐδὲν μειοῦται μυρίων εἰκόνων γινομένων ἐξ αὐτοῦ. προέρχεται οὖν ἐκ τῆς ἑνάδος ἐκείνης ὁ νοητὸς ἀριθμός, τουτέστιν ἡ μονὰς καὶ ἡ δυάς, εἶτα κατὰ τάξιν ἐκεῖθεν ἡ ἐνταῦθα μονάς, ἥτις ἐστὶν ἡ φύσις, καὶ ἡ δυάς, ἥτις ἐστὶν ἡ ὕλη, καὶ οὕτως γίνεται ἐντεῦθεν τὰ σύνθετα πράγματα· ἐν γὰρ τῷ σπέρματι ὑπάρχουσιν οἱ λόγοι οἱ δημιουργικοί, ἐν παντὶ μέρει τοῦ σπέρματος, καὶ οὕτως ἡ ὕλη δεχομένη διαιρεῖ αὐτούς. ὅτι γὰρ πρὸ πάντων ἐστὶν ἡ ἑνάς, δῆλον ἐντεῦθεν. ἡ γὰρ ζωὴ ὑπὲρ τὸν νοῦν ἐστι· πᾶν γὰρ τὸ μετέχον νοῦ καὶ ζωῆς μετέχει, τὸ δὲ ζωῆς μετέχον οὐ μετέχει νοῦ. πάντως πάλιν τὸ ὂν ὑπὲρ τὴν ζωὴν ἐστι·2 τὸ γὰρ μετέχον ζωῆς καὶ τοῦ ὄντος μετέχει, τὸ δὲ τοῦ ὄντος μετέχον ζωῆς οὐ πάντως μετέχει. ἡ μέντοι γε ἑνὰς καὶ ὑπὲρ τὸ ὄν ἐστιν, εἴ γε ὑπὲρ ὕπαρξίν ἐστι.
因为他说,如果我们真地假定存在与一本身就是自在的,显然从它产生出来的东西将是一,并且与产生出它的东西毫无区别;从而在存在之外将没有任何东西,这样复多便从存在者中被取消了。自然哲学家们就是这样主张的,一些人假定火,另一些人假定气或某种其他此类事物;恩培多克勒同样也谈论“友爱”。因此我们说,恩培多克勒作为毕达哥拉斯学派的人,是象征性地假定这些的。因为他说存在是一,又把“友爱”说成是一,它拥有距离单元第二位的等级。通过“友爱”,他指明了单子,它是存在者统一的原因;因为没有任何东西不分有单元。因为如果我们不这样假定,就会导致无限被倍增。因为部分或是一或是多:如果是一,我就得到了所寻求的;如果是多,对于它同样适用相同的论述,即对于它的部分而言,这会进行到无限;从而无限将被倍增。因此,在一切存在者中考察单子是绝对必然的。然而通过“争斗”,他指明了二元,也就是事物的流溢进程;因为二元首先具有“从某处到某处”的性质。因此,存在本身与一本身完全分离并且不在基质中拥有其存在,乃是绝对必然的;因为单元凭借其繁衍的力量,保持其自身所是而不被减损,产生出万物。因为巴门尼德说在存在之外的是非存在,乃是就理智之物而言的;因为事实上,感觉之物相对于理智之物作为非存在而存在,正如柏拉图也说:“什么是永远存在而没有生成的,什么又是生成而决非存在的?”因为巴门尼德认为存在者中存在复多,从这里是显然的。何以见得呢?他说:“因为它全部一齐既不是曾经存在,也不是将要存在,而唯有存在。”因此,如果他说“全部”,很清楚他至少认识到复多。在另一处他又说:“从中点平衡对等”;既然它具有中点,显然它也具有两端;从而他认识到了复多。因此,单元作为繁衍性的,如我们所说,产生万物,却不因此减损其自身的分毫,正如范本(即苏格拉底)即使由他产生出无数的画像,自身也丝毫不受减损。因此,从那个单元流出理智之数,即单子与二元,然后依照位序从那里流出此世的单子(即自然)与二元(即质料),从而由此产生出复合事物;因为在种子中存在着造物性的理性原则,在种子的每一个部分中都存在,于是质料在接受它们时将它们分离开来。因为单元在万物之先,从这里是显然的。因为生命在理智之上;因为凡分有理智的也都分有生命,但分有生命的却不分有理智。再次,存在决然在生命之上;因为凡分有生命的也都分有存在,但分有存在的却不必然分有生命。然而单元甚至在存在之上,如果它确实超越于实际实存的话。
- 3.84ὁ γὰρ Παρμενίδης ἔλεγε τὸ παρὰ τὸ ὂν οὐκ ὂν ὡς νοητόν
短语 ὡς νοητόν 既可修饰紧邻的 οὐκ ὂν,亦可作为限制语限定由 ἔλεγε 引导的整个判断(即“就理智事物而言”)。根据后一句(τῷ ὄντι γὰρ τὰ αἰσθητὰ ὡς νοητὰ οὐκ ὄντα ὑπάρχουσιν)所显示的对比,感觉之物相对于理智之物是非存在,因此阿斯克勒庇俄斯解释巴门尼德所说的“存在”指的是理智存在。
- 3.84πάντως πάλιν τὸ ὂν ὑπὲρ τὴν ζωὴν ἐστι
此处借由分词 μετέχον 所表达的分有关系的不对称性(外延大小)来论证本体论等级:凡分有理智者皆分有生命,反之不然(故生命>理智);同理,凡分有生命者皆分有存在,反之不然(故存在>生命)。这构成了新柏拉图主义核心层级(一>存在>生命>理智)的推导论据。
