← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§200.25-201.34

论存在与一究竟是自存实体还是基质属性的疑难

阿斯克勒庇俄斯阐述亚里士多德《形而上学》卷3(1001a4)中的疑难,即存在与一究竟是自在自存的实体,还是从属于基质的属性,并分析了柏拉图与毕达哥拉斯学派的立场及其辩护、对数之构成的评注,以及爱奥尼亚自然哲学家的对立立场及其导致的巴门尼德式论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.84#1

" Πάντων δὲ καὶ θεωρῆσαι χαλεπώτατον καὶ πρὸς τὸ γνῶναι τἀληθὲς ἀναγκαιότατον." Ἐντεῦθεν ζητεῖ περὶ τοῦ ὄντος καὶ τοῦ ἑνός, εἴτε αὐτὰ καθ’ αὑτὰ ὑφίστανται (εἴτε γὰρ αὐτό ἐστιν ὂν καὶ αὐτοέν) εἴτε ἐν ὑποκειμένοις τὸ εἶναι ἔχουσιν. ἐπιχειρεῖ δὲ ὥσπερ καὶ ἐν τοῖς ἄλλοις κατ’ ἀμφότερα, καί φησιν ὅτι ἡ περὶ τούτου ζήτησις χαλεπωτάτη ἐστί, καὶ πρὸς τὸ γνῶναι τὴν περὶ τούτου ἀλήθειαν ἀναγκαιότατόν ἐστι πρᾶγμα. ζητεῖ οὖν, ὡς εἴρηται, εἴ γε αὐτὸ καθ’ αὑτό ἐστι τὸ ἓν καὶ τὸ ὂν αὐτοὲν καὶ αὐτοόν, εἴτε ἐν ἄλλῳ ὑποκειμένῳ ἔχουσι τὸ εἶναι [οὐχ] ἕτερα ὄντα, ὥσπερ ἐπὶ τοῦ Σωκράτους φαμέν· ὁ γὰρ Σωκράτης ἕτερόν τι ὄν1 ἐστι ζῷον·2 οὐ γὰρ ᾗ Σωκράτης ὑπάρχει ζῷον, ἐπεὶ οὕτως ἔδει τὸν Σωκράτη μόνον εἶναι ζῷον. οὐχ ᾗ οὖν Σωκράτης ἐστὶ ζῷον, ἀλλ’ ἕτερόν τι ὂν ὑπάρχει ζῷον· κατηγορεῖται γὰρ αὐτοῦ τὸ ζῷον, τὸ δὲ κατηγορούμενον οὐκ ἔστι ταὐτὸν ᾧ κατηγορεῖται.3 οὐκ ἔστιν οὖν ὁ Σωκράτης αὐτοζῷον ἤγουν αὐτοάνθρωπος, ἀλλ’ ἕτερόν τί ἐστιν. οἱ τοίνυν Πυθαγόρειοι καὶ ὁ Πλάτων αὐτὸ ἔλεγον εἶναι τὸ ὂν καὶ αὐτοὲν καὶ οὐχ ἕτερόν τι ὄν· οὔτε γὰρ ἐν ὑποκειμένῳ ἔλεγον εἶναι τὸ ὂν ἤγουν τὸ ἕν, ἀλλὰ αὐτὰ καθ’ αὑτὰ ὄντα ἐν οἰκείᾳ περιγραφῇ καὶ ὅρῳ. καὶ τὸ μὲν ἓν κατηγόρουν τοῦ ὄντος, τοῦ δὲ ἑνὸς οὐ κατηγόρουν τὸ ὄν· τὴν γὰρ ἑνάδα ἔλεγον εἶναι καὶ ὑπὲρ αὐτὸ τὸ ὄν, εἴ γε τὸ ὂν εἶδός ἐστιν, ὑπὲρ πᾶν δὲ εἶδος ἔλεγον εἶναι τὴν ἑνάδα ὡς καὶ πάντων προακτικὴν καὶ αὐτῶν τῶν εἰδῶν, καὶ πάντα καταλάμπουσαν. ἐφεξῆς τοίνυν ὑπερηγορεῖ τοῖς Πυθαγορείοις καὶ τῷ Πλάτωνι, ταὐτὸ δὲ εἰπεῖν τῷ ἀληθεῖ λόγῳ. εἰ γὰρ ὑποθώμεθα μὴ εἶναι αὐτὸ καθ’ αὑτὸ τὸ ὂν καὶ τὸ ἕν, ἀλλ’ ἐν ὑποκειμένῳ ἑτέρῳ ἔχειν τὸ εἶναι, ἐπειδὴ τὰ καθόλου αὐτὰ καθ’ αὑτὰ ὑπάρχουσι, πάντων δὲ καθολικώτερα τὸ ὂν καὶ τὸ ἕν, εἴ γε πάντα τὰ ἄλλα τὸ εἶναι ἐξ αὐτῶν ἔχουσι, συμβαίνει οὕτως ἀναιρεῖσθαι πάντα τὰ καθόλου· τῶν δὲ καθόλου ἀναιρουμένων ἀναιροῦνται καὶ τὰ καθ’ ἕκαστα, καὶ οὕτως οὐδὲν ἔσται πάντων ἀναιρουμένων, ὅπερ οὐδὲ θέμις λέγειν. πρὸς ἐπὶ τούτοις δὲ ἀναιρεῖται καὶ ὁ ἀριθμός. εἰ γὰρ ὁ ἀριθμὸς ἐξ ἑνάδων σύγκειται (οὐδὲν γὰρ ἄλλο ἐστὶν ἀριθμὸς ἢ πλῆθος ἐξ ἑνάδων συγκείμενον), φανερὸν ὡς ὅτι ἀναιρεθήσεται καὶ ὁ ἀριθμός. καὶ ταῦτα μέν φησιν ὁ Ἀριστοτέλης ὑπερηγορῶν τῇ Πλατωνικῇ δόξῃ. ὁ δὲ τρόπος ὁ ἐλεγκτικὸς ὁ περὶ τοῦ ἀριθμοῦ οὐκ ἔχει ὑγιῶς· οὔτε γὰρ ἡ ἑνὰς ἐκείνη ἐν σχέσει θεωρεῖται, ἀλλὰ ἄσχετος ὑπάρχει προάγουσα τὸν νοητὸν ἀριθμόν. οὐχ ὥσπερ γὰρ ἐνταῦθα ἐκ τῶν ἑνάδων σύγκειται τὸ πλῆθος τοῦ ἀριθμοῦ, οὕτως καὶ ἐπὶ τῆς πρώτης ἑνάδος· ὡς γὰρ εἴρηται, ἄσχετός ἐστιν ἐκείνη ἡ ἑνὰς καὶ προακτικὴ τῶν πάντων. οὐκ ἄρα δεῖ λέγειν ἐξ ἐκείνης συντίθεσθαι τὸν ἀριθμόν, ἀλλὰ μᾶλλον προάγεσθαι· ὥστε ὅσον ἐπὶ τούτοις δεῖ εἶναι αὐτὸ τὸ ὂν καὶ τὸ ἓν κεχωρισμένα παντελῶς καὶ αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα. οἱ μέντοι γε περὶ Ἐμπεδοκλέα καὶ οἱ φυσικοὶ πάντες οἱ ἐκ τοῦ Ἰωνίου διδασκαλείου ἑτέρᾳ ὑποκειμένῃ φύσει ἔλεγον εἶναι τὸ ὂν καὶ τὸ ἕν. τῷ γὰρ ὄντι εἰ ὑποθώμεθα αὐτὸ εἶναι τὸ ὂν καθ’ αὑτὸ καὶ τὸ ἕν, συμβήσεται ἀληθεύειν τὸν Παρμενίδειον λόγον τὸν λέγοντα τὸ παρὰ τὸ 〈ὂν〉 οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· ὥστε ἀναιρεῖται τὸ πλῆθος ἐκ τῶν ὄντων, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν.

“而在一切事物中最难考察、对于认识真理也最为必然的是。” 从这里起,他探讨关于存在与一的问题:它们是自在自存的(即是否存在本身和一本身),还是在基质中拥有它们的存在。正如在其他问题中一样,他从正反两方面展开探讨,并说关于此事的探究是最难的,而对于认识关于此事的真理来说,也是最为必然之事。因此,如前所述,他探究一与存在究竟本身就是一本身和存在本身,还是作为相异之物在另一个基质中拥有它们的存在,正如我们在苏格拉底身上所说的那样;因为苏格拉底作为某种相异之物而是一动物;因为他并不是作为苏格拉底而成为动物的,否则就应当唯有苏格拉底是动物了。因此,他不是作为苏格拉底而成为动物,而是作为某种相异之物而成为动物;因为动物被述谓于他,而被述谓者与其所被述谓者并非同一。因此苏格拉底并不是动物本身或人本身,而是某种相异之物。于是,毕达哥拉斯学派和柏拉图主张存在本身和一本身存在,而并非作为某种相异之物存在;因为他们没有说存在或者一存在于基质中,而是说它们在固有的界限和定义中自在存在。并且他们把一述谓于存在,却不把存在述谓于一;因为他们说单子甚至在存在本身之上,如果存在确实是一种形式,那么他们就说单子在一切形式之上,能够产生万物乃至形式本身,并且普照万物。因此,〔亚里士多德〕接下来为毕达哥拉斯学派和柏拉图辩护,也就是说为真实的论据辩护。因为如果我们假定存在与一不是自在存在的,而是在另一基质中拥有其存在,那么既然普遍者是自在存在的,而存在与一在一切事物中最为普遍(如果其他一切事物确实是从它们那里获得存在的话),这样一来就会导致一切普遍者都被取消;而当普遍者被取消时,个别事物也被取消,这样万物都被取消后便什么都不存在了,而这是决不容许说的。除此以外,数也被取消了。因为如果数是由单子构成的(因为数无非是由单子构成的复多),显然数也同样会被取消。这些是亚里士多德为柏拉图的意见辩护时所说的话。然而,关于数的这种反驳方式并不健全;因为那个单子并不是在关系中被考察的,而是作为非关系性的存在产生出理智之数。因为并不是像在此世中数的复多由单子构成那样,在第一单子那里也是如此;因为如前所述,那个单子是非关系性的,并且是万物的产生者。因此不应当说数由它复合而成,而更应当说是被产生出来的;所以就这些而言,存在本身与一本身必须完全分离并且自在存在。然而,恩培多克勒一派以及所有来自爱奥尼亚学派的自然哲学家们,都主张存在与一属于另一作为基质的自然。因为事实上,如果我们假定存在本身与一本身是自在的,那么巴门尼德的论据就会成为真理,该论据称“在存在之外的是非存在,非存在是无,因此存在是一”;其结果是复多将从存在者中被取消,而这是违背明显事实的。

语法注3 条
  1. 3.84τὸ παρὰ τὸ 〈ὂν〉 οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν

    这是对巴门尼德三段论推理的公式化概括,各分句均省略了系词 ἐστί(即 [ἔστι] τὸ παρὰ τὸ ὂν οὐκ ὄν, [ἔστι] τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα [ἐστὶ] τὸ ὄν)。其中前置词短语 τὸ παρὰ τὸ ὂν(“在存在之外者”)作主语,οὐκ ὄν(“非存在”)作表语。

  2. 3.84ἕτερόν τι ὄν ἐστι ζῷον

    分词 ἕτερόν τι ὄν 作状语/述谓分词,表示伴随状况(“在作为相异之物的同时”)。它表明苏格拉底之所以是动物,并不是因为作为苏格拉底与作为动物是同一回事,而是因为他作为基质本身是某种相异的事物,同时接受了“动物”作为谓词。

  3. 3.84τὸ δὲ κατηγορούμενον οὐκ ἔστι ταὐτὸν ᾧ κατηγορεῖται

    关系代词 ᾧ 是被动语态动词 κατηγορεῖται(“被述谓于……”)所要求的与格,其先行词为被述谓的对象(基质)。该句表明被述谓者(主语 τὸ κατηγορούμενον)与其所被述谓的基质(ᾧ)并非同一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:200.25-201.34