- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:199.12-200.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于可毁灭之物与不可毁灭之物的本原是相同还是相异的疑难,阿斯克勒庇俄斯论证了本原自身无论被设定为可毁灭还是不可毁灭都会带来的困境,并阐述了亚里士多德关于天球、质料与形式的自身解决方案。
" Ὅτι μὲν οὖν οὐκ ἂν εἴησαν αἱ αὐταὶ ἀρχαί." Συμπεραίνεται τὰ εἰρημένα λέγων οὕτως. ὅτι μὲν οὖν οὐχ ὑπάρχουσιν αἱ αὐταὶ ἀρχαὶ τῶν φθαρτῶν καὶ ἀφθάρτων, τοσαῦτα ἡμῖν εἰρήσθω. εἰ δὲ πάλιν ὑποθώμεθα ἑτέρας ἀρχάς, πάλιν ἀναφύεται ἀπορία, πότερον ἄφθαρτοι καὶ αὐταὶ ἔσονται ἢ φθαρταί. εἰ μὲν γὰρ φθαρταί, φανερὸν ὡς ἀναγκαῖον καὶ τὰς ἀρχὰς ἐξ ἄλλων εἶναι ἀρχῶν, ἐπειδὴ πάντα τὰ φθειρόμενα εἰς ἐκεῖνα φθείρονται ἐξ ὧν καὶ συνεστήκασιν, ὥσπερ τὰ ἐκ τῶν τεσσάρων στοιχείων συγκείμενα· ὥστε εἰ φθαρταὶ ὑπάρχουσιν, ἔσονται καὶ αὐτῶν ἀρχαί, ὥστε συμβαίνει τῶν ἀρχῶν ἑτέρας ἀρχὰς εἶναι προτέρας. τοῦτο δὲ ἀδύνατον ὑπάρχει, καὶ εἰ ὑποθώμεθα ἵστασθαι τὰς ἀρχὰς καὶ εἰ εἰς ἄπειρον βαδίζειν. τὸ μὲν γὰρ ἄπειρον κατ’ ἐνέργειαν εἶναι οὐ δυνατόν· πάλιν δὲ ἀρχῆς ἀρχὴν εἶναι ἀδύνατον, εἰ ἄρα ἔστιν ἀρχή, ὥσπερ ἐπὶ τῆς ὕλης ἐλέγομεν, ἐπεὶ φθείρεται καὶ οὕτως ἔσται ἐφθαρμένη πρὸ τῆς φθορᾶς ἑαυτῆς,1 ὡς δέδεικται ἐν τῷ πρώτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ὅπερ ἐστὶν ἀδύνατον. ἄλλως τε δὴ τῶν ἀρχῶν φθαρτῶν οὐσῶν καὶ φθειρομένων πῶς ἔσονται τὰ φθαρτά; τί οὖν ἐστιν αἴτιον τοῦ ἀεὶ εἶναι τὰ φθαρτά; εἰ δὲ πάλιν ἀφθάρτους ὑποθώμεθα τὰς ἀρχάς, διὰ τί ἐκ μὲν τούτων ἀφθάρτων οὐσῶν φθαρτὰ ὑπάρχουσι τὰ γινόμενα ἐξ αὐτῶν, ἐκ δὲ τῶν ἀφθάρτων τῶν ἄλλων ἄφθαρτα; τοῦτο γὰρ οὐκ εὔλογον, μᾶλλον δὲ ἀδύνατον ἢ πολλοῦ λόγου δεῖται εἰς τὸ δεῖξαι τοῦτο. καλῶς εἶπεν ὅτι ὁ λόγος δεῖται ὡς εἰδὼς ὅτι 〈οὐκ〉 ἀδύνατόν ἐστι τούτου ἀποδοῦναι αἰτίαν,2 ἣν ἡμεῖς φθάσαντες ἀνωτέρω εἰρήκαμεν, ὅτι τὰ ὑπὸ ἀκινήτου οὐσίας γινόμενα καὶ ἀφθάρτου ἀίδια, τὰ δὲ ὑπὸ κινουμένου καὶ ἀφθάρτου φθαρτά, ἐπειδὴ φθαρτὰς ἔχει τὰς ἐνεργείας. πρὸς τούτοις δέ φησιν ὅτι οὐδὲ ἐπεχείρησεν οὐδεὶς ἑτέρας λέγειν ἀρχάς, ἀλλὰ τὰς αὐτὰς πάντων εἶναι τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων· καὶ λοιπὸν τὸ πρῶτον ἀπορηθὲν ἀποτρώγουσιν,3 ὥσπερ οἱ μύες οἱ ἐσθίοντες ἄρτον καὶ φθείροντες δέει τοῦ ἁλῶναι πρὶν ἢ ὅλον καταφάγωσιν. οὕτως οὖν καὶ οἱ πρὸ ἡμῶν ἀδιαρθρώτως, φησίν, εἰρήκασι περὶ αὐτῶν καὶ ἀτελῶς, ὥσπερ τοῦτο μικρόν τι λαμβάνοντες τὸ ἀδιαρθρώτως παραδοῦναι. ὑποθέμενοι οὖν τὸ πρῶτον ἀπορηθέν, πῶς ἐκ τῶν αὐτῶν ἀρχῶν τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα γίνεται, παραπέμπονται καὶ ἀφαιροῦσι· τοῦτο γὰρ ἂν σημαίνοι τὸ ἀποτρώγουσιν, ὡς δῆλον καὶ ἐξ οὗ ἐπήνεγκεν, ὅ ἐστιν ὥσπερ τοῦτο μικρόν τι λαμβάνοντες· ὡς γὰρ μικρόν τι καὶ οὐκ ἔχον ἀπορίαν ὑποτιθέμενοι τὸ τὰς αὐτὰς ἀρχὰς πάντων εἶναι οὐδένα λόγον ἐποιοῦντο τῆς ἀπορίας. ἢ τὸ ἀποτρώγουσιν εἴρηκεν ἀντὶ τοῦ διά τινων πιθανῶν αὐτοῖς δοκούντων παραμυθεῖσθαι πειρῶνται, ὡς εἶπε περὶ Ἡσιόδου καὶ ὧν φησι θεολόγων τῶν ἀρχαίων, ἔτι δὲ περὶ Ἐμπεδοκλέους, ὃς ἐκ τῶν αὐτῶν ποιῶν πάντα τὸ μέν τι αἴτιον γενέσεως ἐφίστη τὸ δὲ φθορᾶς, ὡς οὐ μέγα καὶ δύσλυτόν τι ὑποτιθέμενοι. κατὰ μέντοι αὐτὸν οὔτε αἱ αὐταὶ ἀρχαὶ τῶν ἀιδίων τε καὶ τῶν φθαρτῶν, ἔν τε τοῖς φθαρτοῖς οὔτε πᾶσαι αἱ ἀρχαὶ ἀίδιοι (τὸ γὰρ εἶδος, φησίν, οὐκ ἀίδιον), ἥ τε ὕλη ἀίδιος μὲν ἀλλ’ οὐκ ἀπαθής, ἀλλὰ παθητή τε καὶ ἀλλοιωτή. καλῶς δὲ εἴρηται ὅτι ἀδύνατον, φησί, τῶν ἀρχῶν ἀρχὰς εἶναι· 〈οὐ γὰρ〉 γίνονται ἐκ τῶν ἀρχῶν ἀρχαί, εἴτε ἵσταιντο ἐπί τινος εἴτε εἰς ἄπειρον προχωροῖεν. εἰ μὲν γὰρ ἵσταιντο, ἐκεῖναί τε εἶεν ἀρχαὶ τῶν ὑποτεθεισῶν ἀρχῶν, ἐν αἷς ἵστατο ἡ φθορά· εἰ δὲ εἰς ἄπειρον προίοιεν, ἀεὶ τῆς φθειρομένης ἀρχῆς ἐκείνη εἰς ἣν φθείρεται ἔσται ἀρχή. οὐ δυνατὸν δὲ οὐδέποτε ἀρχὴν ἀρχῆς εἶναι, ὡς δέδεικται ἐν τῷ πρὸ τούτου βιβλίῳ, εἴ γε οὐκ ἄπειροι αἱ ἀρχαί. * * * φησὶν ὁ Ἀλέξανδρος ὅτι κατὰ Ἀριστοτέλην ὁ πρῶτος νοῦς ἑαυτὸν μόνον νοεῖ καί φησιν ὅτι ἄμεινον ἔνια μὴ νοεῖν, οἷον τὰ κακά.
“因此,本原不可能相同。” 他通过如下表述总结了所说的话:因此,关于可毁灭之物与不可毁灭之物的本原并不相同,就让我们说到这里为止。但是,如果我们反过来设定不同的本原,疑难就会再次产生:它们自身是不可毁灭的,还是可毁灭的?因为如果它们是可毁灭的,显然本原自身也必然出自其他本原,因为一切可毁灭之物都消灭为它们最初由之构成的那些成分,正如由四元素构成的事物一样;因此,如果它们是可毁灭的,它们也就会有本原,从而导致在诸本原之前还有其他更在先的本原。然而,无论我们设定本原停留于某处,还是设定它们走向无限,这都是不可能的。因为现实上无限是不可能的;另一方面,如果它确实是本原,本原拥有本原也是不可能的,正如我们在质料上所说的那样,既然质料会毁灭,那么如在《自然学》第一卷中所证明的,它在自身毁灭之前就已经被毁灭了,而这是不可能的。此外,如果本原是可毁灭的并且正在毁灭,可毁灭之物又如何存在呢?那么,使可毁灭之物常存的原因究竟是什么?但是,如果我们反过来设定本原是不可毁灭的,为什么在这些本原不可毁灭的情况下,由它们生成的事物是可毁灭的,而由另一些不可毁灭的本原生成的却是不可毁灭的呢?因为这是不合常理的,甚至是不可能的,或者需要大量的论据来证明这一点。他恰当地说“论辩需要”,因为他知道给出这方面的原因[并非]不可能;正如我们前面已经指出的那样:由不动且不可毁灭的实体所生成的是永恒的,而由运动且不可毁灭之物所生成的是可毁灭的,因为它的活动是可毁灭的。此外,他说根本没有人曾试图提出不同的本原,反而主张对于一切事物——无论是可毁灭的还是不可毁灭的——本原都是相同的;最后,他们就像啮食面包的老鼠一样啃噬着最初提出的疑难,那些老鼠唯恐在吃光之前被抓住而将面包咬碎毁坏。因此,他说,在我们之前的人谈论这些事情时同样缺乏条理且不完整,把这种缺乏条理的传授视若无足轻重。因此,在设定了最初的疑难——即如何从相同的本原中生成出一些可毁灭之物和另一些不可毁灭之物——之后,他们便将它搁置并削减掉;因为正如从他接着说的“仿佛把这当作无足轻重的小事”中所表明的那样,“他们啃噬”指的应该就是这个意思;因为他们仿佛把一切事物拥有相同本原视作一件微不足道且毫无疑难的小事,对这一疑难完全不加理会。或者他说“啃噬”,是指他们试图用某些在他们看来具有说服力的话来加以搪塞,正如他谈到赫西俄德以及他所谓的古代神学家们,还有恩培多克勒时所说的那样;恩培多克勒由相同的本原产生万物,却把一个设立为生成的原因,另一个设立为毁灭的原因,仿佛把这当作并非重大且难解的问题。然而,按照亚里士多德本人的看法,永恒之物与可毁灭之物的本原并不相同,而在可毁灭之物中也并非所有的本原都是永恒的(因为他说,形式并非永恒),质料虽然永恒却非不可受动,而是可受动且可变异的。他说,本原不可能再有本原,这是说得很对的;因为无论本原停留于某处还是走向无限,本原都[不会]从本原中产生。因为如果它们停留,毁灭在其上停留的那些东西就会成为假定本原的本原;如果它们走向无限,那么对于消灭着的本原而言,它所消灭入其中的东西就永远会是它的本原。但是,正如在本卷之前的那一卷中所证明的,既然本原并非无限,那么就绝不可能有本原的本原。 * * * 亚历山大说,根据亚里士多德的看法,第一理智只思维自身,而且他说不思维某些事物(例如恶)乃是更好的。
- 3.83ἐπεὶ φθείρεται καὶ οὕτως ἔσται ἐφθαρμένη πρὸ τῆς φθορᾶς ἑαυτῆς
表逻辑推演的条件句结构:如果设定第一质料自身会毁灭(φθείρεται),既然毁灭必然是对组成成分的分解,那么在它自身毁灭之前就必须已经存在承载其毁灭的质料并被毁灭(ἐφθαρμένη πρὸ τῆς φθορᾶς ἑαυτῆς),从而导致自相矛盾。
- 3.83ὡς εἰδὼς ὅτι 〈οὐκ〉 ἀδύνατόν ἐστι τούτου ἀποδοῦναι αἰτίαν
此处采纳编者在 ἀδύνατον 前补入的否定词 〈οὐκ〉。紧随其后,阿斯克勒庇俄斯本人便积极地给出了原因(“正如我们前面已经指出的那样:由不动且不可毁灭的实体所生成的是永恒的……”);因此,亚里士多德所言“需要大量的论据”被理解为他深知给出原因并非不可能,补入否定词符合上下文逻辑。
- 3.83ἀποτρώγουσιν
阿斯克勒庇俄斯对亚里士多德原文(1000b26)中动词 ἀποτρώγουσιν(“啃噬”)的释义。他提出了两种互补的解释:其一,如老鼠啃咬般避开正面回答而将问题削减、搁置(παραπέμπονται καὶ ἀφαιροῦσι);其二,由 ἤ 引出,指他们试图用貌似有理的言辞来敷衍搪塞、缓和疑难(διά τινων πιθανῶν αὐτοῖς δοκούντων παραμυθεῖσθαι πειρῶνται)。
