← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§18.17-19.35

作为哲学起源的惊异与对无知的自觉

针对亚里士多德《形而上学》982b11的文句,阿斯克勒庇俄斯从哲学起源于惊异与对无知的自觉这一角度,阐明哲学是认知性而非创制性的科学,并探讨了哲学家在何种意义上被称为爱神话者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25

" Ὅτι δὲ οὐ ποιητική, δῆλον καὶ ἐκ τῶν πρώτων φιλοσοφησάντων." Ὅτι, φησίν, ἡ σοφία οὐκ ἔστι ποιητικὴ τῶν ὄντων, ἀλλὰ γνωστική, φανερόν ἐστι καὶ ἐκ τῶν πρώτων φιλοσοφησάντων· διὰ γὰρ τὸ θαυμάζειν οἱ ἄνθρωποι καὶ νῦν καὶ τὸ πρῶτον ἤρξαντο φιλοσοφεῖν. ἐξ ἀρχῆς μὲν τὰ πρόχειρα τῶν ἀπόρων θαυμάσαντες, οἷον διὰ τί μὴ αὔξεται ἡ θάλασσα τοσούτων ποταμῶν εἰσερχομένων εἰς αὐτήν, εἶτα κατὰ μικρὸν προερχόμενοι καὶ περὶ τῶν μειζόνων διαπορήσαντες, οἷον περὶ τῆς σελήνης, δι’ ἣν αἰτίαν ἐκλιμπάνει καὶ αὔξει, ὁμοίως δὲ καὶ ὁ ἥλιος διὰ τί ἔστιν ὅτε ἐκλιμπάνει, καὶ διὰ τί ποτὲ μὲν θέρος ποτὲ δὲ χειμών, ποτὲ δὲ ὄμβρος, ποτὲ δὲ οὔ, ποτὲ ἀνατέλλουσι τάδε τὰ ἄστρα καὶ ποτὲ δύνουσιν, ἄλλα δὲ οὐδέποτε δύνουσι, καὶ περὶ τὴν τοῦ παντὸς γένεσιν, πῶς ἐγένετο ὁ κόσμος ἐκ τίνος, καὶ εἰ ἔσχεν ἀρχὴν χρονικήν, καὶ περὶ ψυχῆς. ὁ δὲ ἀπορῶν καὶ θαυμάζων ὡς ἀγνοῶν θαυμάζει. διὸ καὶ ὁ Πλάτων περὶ τοῦ Ἀλκιβιάδου φησὶν “οἶμαί σε θαυμάζειν.” διὸ καὶ τὴν Ἶριν ὁ ποιητὴς Θαύμαντος θυγατέρα εἶπε. φιλόμυθος δὲ ὁ φιλόσοφός πώς ἐστιν, ἢ ὅτι κέχρηται μύθοις διὰ τὸ μὴ πρόδηλον τοῖς τυχοῦσι ποιῆσαι τὴν ἑαυτοῦ σοφίαν, ὥσπερ ἐποίουν οἱ Πυθαγόρειοι, ἢ ὅτι τὸ φιλόμυθον ἀνακαλύπτεται, ἐπεὶ ἔχει τοὺς λόγους πάντων ἐν ἑαυτῇ ἡ ψυχή. ἐκ τῆς φιλοσοφίας οὖν ἐκδιώκεται ἡ τέφρα καὶ ἀναφαίνεται ὁ σπινθήρ. καὶ ὁ τοιοῦτος φιλόμυθος, ὥστε καὶ ὁ τὸ καθόλου ἔχων ἐπαίνου ἄξιος· οὕτως γὰρ καὶ ὁ Πλάτων τὴν φιλοσοφίαν ἐκάλεσεν. ὁ δὲ φιλόμυθος ὁ ἐπὶ τῶν καθ’ ἕκαστα οὐκ ἐπαινετός, διότι ἄπειρα ὑπάρχουσιν. ὁ γὰρ μῦθος σύγκειται ἐκ θαυμάτων, ὁ τοῦ φιλοσόφου. ὥστε εἰ διὰ τοῦτο ἐφιλοσόφησε, διὰ τὸ φεύγειν τὴν ἄγνοιαν, φανερὸν ὅτι διὰ τὸ εἰδέναι ἐδίωκε τὸ ἐπίστασθαι καὶ οὐ δι’ ἄλλην χρῆσιν· ὥστε δι’ ἑαυτὸ αἱρετόν ἐστι τὸ ἐπίστασθαι καὶ οὐ δι’ ἄλλο, διότι ἡ φιλοσοφία γνωστική ἐστιν, οὐ ποιητική. ἦλθον γὰρ οἱ πρῶτοι φιλοσοφήσαντες εἰς ζήτησιν καὶ οἱ νῦν διὰ τὸ θαυμάσαι ἕκαστον αὐτῶν, πῶς ἔχει. τὸ δὲ θαυμάζειν ἀγνοούντων.1 οὐκοῦν διὰ μὲν τὸ ἀγνοεῖν ἐθαύμαζον, διὰ δὲ τὸ θαυμάζειν ἐπὶ τὸ φιλοσοφεῖν ἦλθον· διὰ τὸ ἀγνοεῖν ἄρα ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν. ὃ δὴ ἔμελλε τῆς ἀγνοίας παύσειν αὐτούς, τούτου χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν.2 γνῶσις δὲ ἔμελλεν ἀλλ’ οὐ πρᾶξις τῆς ἀγνωσίας παύσειν αὐτούς· γνώσεως ἄρα ἀλλ’ οὐ πράξεως χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν. εἰ γὰρ δι’ ἄγνοιαν ἦλθον ἐπὶ ζήτησιν αὐτῶν, φανερὸν ὡς γνώσεως ἐφέσει· τῆς γὰρ ἀγνοίας οὐχ ἡ ποίησις, ἀλλ’ ἡ γνῶσις ἴασις. λέγει δὲ ὅτι τὴν μὲν ἀρχὴν ἦλθον ἐπὶ τὸ ζητεῖν τε καὶ φιλοσοφεῖν τὰ πρόχειρα καὶ ἐν ποσί, διὰ τὴν ἀγνωσίαν τε καὶ ἀτοπίαν θαυμάσαντες αὐτά, οἷον, εἰ οὕτως τύχοι, διὰ τί τὸ ἤλεκτρον ἕλκει τὰ ἀχυρώδη, ἢ ἡ Ἡρακλεία λίθος τὸν σίδηρον, ἢ τί ἐστιν ἶρις, ἢ ὅλως τὴν τῶν νεφῶν σύστασιν, ἢ τὴν βροντήν, πόθεν, ἢ περὶ τῶν ἀστραπῶν, πῶς γίνονται. εἶτα κατ’ ὀλίγον προϊόντες ἦλθον καὶ ἐπὶ τὸ περὶ τῶν μειζόνων διαπορεῖν τε καὶ θαυμάζειν καὶ διὰ τοῦτο φιλοσοφεῖν. σελήνης δὲ παθήματα εἶπε τάς τε ἐκλείψεις αὐτῆς καὶ τὰς αὐξήσεις καὶ μειώσεις, ὁμοίως δὲ καὶ ἡλίου τάς τε ἐκλείψεις καὶ τὰς ἀνατολὰς καὶ τὰς δύσεις. τὸ δὲ ἀπορεῖν τε καὶ θαυμάζειν δι’ ὑπόληψιν ἀγνοίας γίνεται. προστίθησι δ’ ὅτι καὶ ὁ φιλόσοφος φιλόμυθός πως· ταῦτα γὰρ σπουδάζει μανθάνειν, ἅ ἐστι δι’ ἄγνοιαν θαυμάσια· ἐκ γὰρ θαυμασίων τε καὶ παραδόξων οἱ μῦθοι σύγκεινται, οἱ δὲ διὰ τὸ θαυμάζειν τινὰ σπουδάζοντες μανθάνειν φιλόσοφοι. ἰστέον δὲ ὅτι ὥσπερ ἐπὶ τῆς ψυχῆς φέρε εἰπεῖν εἶπεν, ὅτι δεῖ λαμβάνειν τὰ συμβεβηκότα καὶ ἐφαρμόζειν καὶ οὕτως ἀποδιδόναι τὸν ὅρον, οὕτω καὶ ἐπὶ τῆς φιλοσοφίας ἐποίησεν· φιλόσοφος γὰρ ἐστιν ὁ φιλῶν τὸ σαφές, ὅ ἐστι τὴν σοφίαν. ἤρτηνται οὖν τῆς μιᾶς πάντων ἀρχῆς πάντα ἁπλῶς ὄντα, πεζά, ἀέρια, οὐράνια, ἔνυδρα.

“而它不是创制性的,这也从最早进行哲学思考的人们那里显明出来。” 他说,智慧不是存在者们的创制性科学,而是认知性科学,这也从最早进行哲学思考的人们那里显而易见;因为人类无论现在还是最初,都是由于惊异而开始进行哲学思考的。最初,他们对显而易见的手边疑难感到惊异,例如既然有如此多的江河流入,大海为何不见增大;随后逐步前进,也对更大的事物产生困惑,例如关于月亮,因何种原因产生月食并渐盈,同样关于太阳,为何有时发生日食,以及为何时而是夏季时而是冬季,时而下雨时而无雨,时而这些星辰升起时而落下,而另一些星辰却从不落下;并且关于全宇宙的生成,世界如何生成、从何生成,以及它是否具有时间的开端,还有关于灵魂。困惑与惊异者乃是作为无知者而感到惊异。因此柏拉图谈及阿尔基比亚德时也说:“我想你正在惊异。”因此诗人也称伊里斯为陶玛斯之女。而哲学家在某种意义上也是爱神话者,这或者是因为他运用神话,以便不让自己的智慧向平庸之辈显露无遗,正如毕达哥拉斯派所做的那样;或者是因为爱神话之情得以被揭示,既然灵魂自身之中拥有一切事物的理路。于是由于哲学,灰烬被驱除,火花显现出来。这样的爱神话者,从而拥有普遍者的人,也是值得称赞的;因为柏拉图也是这样称呼哲学的。但针对个别事物的爱神话者则不值得称赞,因为它们是无限的。因为神话乃是由惊异之事构成的——哲学家的神话正是如此。因此,如果他是为了这个缘故、为了逃避无知而进行哲学思考,显而易见,他是为了知晓而追求理解,而不是为了某种其他功用;因此理解是因其自身而被选择的,并非为了他物,因为哲学是认知性的,而非创制性的。因为最初进行哲学思考的人们,以及现在的人们,都是由于对每一事物处于何种状态感到惊异而进入探求的。而惊异乃是属于无知之人的特征。因此,他们由于无知而惊异,又由于惊异而走向哲学思考;所以他们是由于无知而走向哲学思考的。正是那将要使他们止息无知的事物,为了它的缘故他们走向了哲学思考。然而将要使他们止息无知的是认识而非实践;所以他们是为了认识而非实践走向哲学思考的。因为如果他们由于无知而进入对这些事物的探求,显然是出于对认识的欲求;因为无知的医治之道不是创制,而是认识。他说,起初他们对于手边和脚下的事物进行探究和哲学思考,因无知和反常而对它们感到惊异,例如,若恰有此事,琥珀为何吸引谷秸,或赫拉克勒亚石为何吸引铁,或虹是什么,或总体而言云的构成,或雷来自何处,或关于闪电如何产生。随后他们逐步前行,也达到了对更大之事感到困惑和惊异,并为此而进行哲学思考。他所说的月亮的变态,是指它的亏食及其盈亏,同样太阳的变态则是指它的亏食及其升降。困惑与惊异是由于对无知的自觉而产生的。他还补充说,哲学家在某种意义上也是爱神话者;因为他热切学习那些因无知而是惊奇的事物;因为神话由惊异和反常之事构成,而那些由于惊异某物而热切学习的人正是哲学家。应当知道的是,正如譬如在灵魂问题上他说过,应当获取偶性并加以应用,如此给出定义,他在哲学问题上也同样如此行事;因为哲学家就是热爱明晰者、即热爱智慧的人。因此,陆生、气生、天界、水生的纯粹一切存在者,皆悬系于万物的单一原理之上。

语法注2 条
  1. 1.25τὸ δὲ θαυμάζειν ἀγνοούντων

    这是省略了动词 ἐστί 的表语结构,属格 ἀγνοούντων 作表语性属格,表示特征或所属(“惊异是无知者的特征/属于无知者”)。

  2. 1.25ὃ δὴ ἔμελλε τῆς ἀγνοίας παύσειν αὐτούς, τούτου χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν

    关系代词从句 ὃ δὴ ἔμελλε... 倒置先于其先行指示代词 τούτου 的结构。介词 χάριν 支配先行词 τούτου,而关系代词 ὃ 在从句中充当主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:18.17-19.35