← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§1.4-2.3

全书导论:目的、次序与题名缘由

阿斯克勒庇俄斯引用了《形而上学》的开篇语句,并提出了阅读该论著的基础导论要点:以探究神学为“目的”、从可感自然事物进至不动实体的“次序”,以及作为物理学之后研读文本的“题名缘由”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

" Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις." Δεῖ ἡμᾶς ἀρχομένους τῆς παρούσης πραγματείας εἰπεῖν1 τὸν σκοπόν, τὴν τάξιν, τὴν αἰτίαν τῆς ἐπιγραφῆς. σκοπὸς μὲν οὖν ἐστι τῆς παρούσης πραγματείας τὸ θεολογῆσαι· θεολογεῖ γὰρ ἐν αὐτῇ Ἀριστοτέλης. ἡ δὲ τάξις, ὅτι ἐκ τῶν φύσει ὑστέρων ἡμεῖς τὰς ἀρχὰς ποιούμεθα,2 ἐπειδὴ ταῦτα μᾶλλον συνεγνωσμένα ἡμῖν ὑπάρχουσι. διὰ τοῦτο τοίνυν ὁ Ἀριστοτέλης πρότερον διελέχθη ἡμῖν περὶ τῶν φυσικῶν πραγμάτων· ταῦτα γὰρ τῇ φύσει ὕστερα ὑπάρχουσιν, ἡμῖν δὲ πρότερα. ἡ δὲ παροῦσα πραγματεία τῇ μὲν φύσει προτέρα ὡς τὸ τέλειον ἔχουσα, ἡμῖν δὲ ὑστέρα· πρότερα γὰρ τὰ ἄφθαρτα τῶν φθαρτῶν καὶ τὰ ἀγένητα τῶν γινομένων. διὰ τοῦτο τοίνυν ὁ Ἀριστοτέλης πρότερον διελέχθη ἡμῖν περὶ τῶν ἀτάκτως κινουμένων ἐν τοῖς Μετεώροις, καὶ πάλιν περὶ τῶν τεταγμένως κινουμένων ἐν τῇ Περὶ οὐρανοῦ, φημὶ δὴ περὶ ἀστέρων καὶ σφαιρῶν· καὶ λοιπὸν ἐν ταύτῃ τῇ πραγματείᾳ διαλέγεται ἡμῖν περὶ τῶν πάντῃ ἀκινήτων. τοῦτο δέ ἐστι θεολογία· τοῖς γὰρ θείοις ἁρμόττει τὸ τοιοῦτο. διὰ τοίνυν ταύτην τὴν αἰτίαν καὶ ἐπιγέγραπται Μετὰ τὰ φυσικά, ἐπειδὴ πρότερον διελέχθη ἡμῖν περὶ τῶν φυσικῶν πραγμάτων, εἶθ’ οὕτως περὶ ταύτης. μετὰ γοῦν τὰς φυσικὰς πραγματείας δεῖ ταύτην ἀναγινώσκειν, ὡς δηλοῖ καὶ ἡ ἐπιγραφή. καὶ ἐν ταῖς φυσικαῖς δὲ αὐτοῦ πραγματείαις καὶ μάλιστα πρὸς τοῖς πέρασι θεολογεῖ καὶ ἀνάγει ἑαυτόν. φησὶ γὰρ πρὸς τῷ τέλει τῆς Περὶ γενέσεως καὶ φθορᾶς “τῷ λειπομένῳ τρόπῳ ἀνεπλήρωσε τὸ ὅλον ὁ θεὸς ἐνδελεχῆ ποιήσας τὴν γένεσιν”.3 ὁμοίως δὲ καὶ ἐν τῷ ὀγδόῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως καὶ ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ καὶ ἐν πάσαις αὐτοῦ ταῖς φυσικαῖς πραγματείαις τοῦτο πεποίηκε.

“求知是所有人的本性。对感觉的喜爱就是一个证据。” 我们在开启本论著时,必须说明其目的、次序以及题名的缘由。因此,本论著的目的是进行神学探究;因为亚里士多德在其中进行了神学探究。至于次序,则是我们从在本性上次后的事物出发,因为这些事物对我们而言是更为熟知的。正因如此,亚里士多德此前曾向我们论述了自然事物;因为这些事物在本性上次后,对我们而言却在先。而本论著在本性上在先,因为它具有完满者,但对我们而言却次后;因为不朽坏者先于可朽坏者,未生成者先于生成者。正因如此,亚里士多德此前曾向我们论述过:在《气象学》中论述无规则运动的事物,在《论天》中再次论述有规则运动的事物,即恒星与天球;而最后在这部论著中,他向我们论述完全不动的事物。而这就是神学;因为此类事物正适合于神圣之物。因此,正由于这个缘由,它被题名为《物理学之后》,因为他此前向我们论述了自然事物,其后才论述这部著作。总之,正如题名所表明的,必须在自然学论著之后研读这部著作。而且在他自己的自然学论著中,尤其在结尾处,他也进行了神学探究并提升了自身。因为他在《论生成与消灭》的末尾说道:“神以余下的方式,通过使生成持久不绝而补足了整体。”同样,在《物理学》第八卷中、在《论灵魂》论著中,以及在他所有的自然学论著中,他也都这样做了。

语法注3 条
  1. 1.1Δεῖ ἡμᾶς ἀρχομένους τῆς παρούσης πραγματείας εἰπεῖν

    由非人称动词 δεῖ 支配的“宾语加不定式”结构(A.c.I.)。现在中动态分词 ἀρχομένους 在性、数、格上修饰不定式 εἰπεῖν 的逻辑主语 ἡμᾶς。动词 ἄρχομαι 在取“着手/开始”之义时支配属格宾语 τῆς παρούσης πραγματείας。

  2. 1.1ἡ δὲ τάξις, ὅτι ἐκ τῶν φύσει ὑστέρων ἡμεῖς τὰς ἀρχὰς ποιούμεθα

    ἡ δὲ τάξις 是引入论题的主格,其后省略了系动词 ἐστί(“至于次序[则是]……”)。ὅτι 从句充当说明述部内容的名词性从句。此处承接上文中并列的三个要素(τὸν σκοπόν, τὴν τάξιν, τὴν αἰτίαν τῆς ἐπιγραφῆς),依次展开对目的、次序和题名缘由的解说。

  3. 1.1ἐνδελεχῆ ποιήσας τὴν γένεσιν

    宾格形容词 ἐνδελεχῆ 充当 ποιήσας 的宾语 τὴν γένεσιν 的次要谓词(述语性宾格),意为“使生成成为持续不绝的”。虽然语法上也可作定语理解为“造成持续不绝的生成”,但从亚里士多德原著(《论生成与消灭》336b32)的上下文来看,将其视为表示结果状态的述语用法最为自然。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:1.4-2.3