- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:198.7-199.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德对恩培多克勒学说的批评(神因而陷入无知,以及欠缺对运动与必然性原因的说明),从毕达哥拉斯主义的角度解释关于“时间”与“誓言”的诗句,并将讨论拉回关于可毁灭与不可毁灭之物本原的原初疑难。
" Διὸ καὶ συμβαίνει τὸν εὐδαιμονέστατον θεόν." Ὅπερ εἶπεν ἐν τῇ Περὶ ψυχῆς, τοῦτο λέγει καὶ ἐνταῦθα, ὅτι συμβαίνει κατ’ αὐτὸν τὸν εὐδαίμονα θεόν, τουτέστι τὴν φιλίαν, ἧττον εἶναι φρόνιμον τῶν ἄλλων· οὔτε γὰρ γνωρίζει πάντα τὰ στοιχεῖα, ἐπεὶ μήτε ἔχει τὸ νεῖκος ἐν ἑαυτῷ, ἡ δὲ γνῶσις τοῦ ὁμοίου τῷ ὁμοίῳ· “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον”. φαμὲν οὖν ὅτι ἐκεῖνος ὡς ἐξῃρημένα οὐ δεῖται ταῦτα ἔχειν, ἵνα οὕτως αὐτὰ γνῷ, ἀλλ’ ὡς παρακτικά· οὕτως αὐτὰ γινώσκει, οὐχ ὡς ὅμοια.1
“因此,最幸福的神也遭遇了[同样的事情]。” 他在《论灵魂》中所说的话,在此处也同样提及,即在他[恩培多克勒]看来,那位幸福的神,也就是爱,反而比其余的存在者更缺乏智慧;因为既然爱自身中并不包含争斗,它就不能认识所有的元素,而认识是同类知同类:“因为我们以土见土,以水见水,以气见神圣之气”。因此我们说,那位神并不需要将这些作为分离超越之物拥有以便依此认识它们,而是将它们作为能产的本原而拥有;它是以此方式认识它们,而非作为同类之物来认识。
"Ἀλλ’ ὅθεν γε ὁ λόγος, τοῦτό γε φανερόν." Ὁ λόγος ἦν αὐτῷ, διὰ τί τῶν γινομένων τὰ μὲν φθαρτὰ ὑπάρχουσι, τὰ δὲ ἄφθαρτα, εἰ ὑπὸ ἀφθάρτου αἰτίας γίνονται· εἶτα ἐξετράπη ἐντεῦθεν ἐπὶ τὸν Ἐμπεδοκλέα. πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανατρέχει καί φησιν ἀλλ’ ὅθεν γε ὁ λόγος, τοῦτο φανερόν, ὅτι συμβαίνει αὐτῷ τὸ νεῖκος ὥσπερ τῆς φθορᾶς, οὕτω καὶ τῆς γενέσεως αἴτιον, εἴ γε πάντα τὰ αἰσθητὰ ἀπογεννᾷ. ὁμοίως δὲ καὶ ἡ φιλία· συνάγουσα γὰρ εἰς τὸ ἓν πάντα φθείρει τὰ αἰσθητά. πρὸς τούτοις δὲ τῆς ἁπλῶς μεταβολῆς οὐ λέγει τί ἐστι τὸ αἴτιον ἀλλ’ ὅτι οὕτως πέφυκεν, ὅπερ εὐχερές, φησίν, ἐπὶ πάντων λέγειν.
“然而,论辩所由之出发的那一点,这至少是显而易见的。” 他的论辩原本是关于:如果事物是由不可毁灭的原因生成的,为何生成之物中有些是可毁灭的,而另一些是不可毁灭的;随后他从那里偏离到了恩培多克勒身上。因此他重新回到当前的主题并说:然而论辩所由之出发的那一点,这是显而易见的,即对他来说争斗既然生成一切感觉事物,它便同样成了生成的原因,正如它是毁灭的原因一样。爱的情况也是如此;因为爱通过将一切聚合成一,毁灭了感觉事物。此外,关于端然变化的根源是什么,他未置一词,只说它自然如此;他说,这对于一切事物而言都是极容易脱口而出的话。
"Ἀλλ’ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη." Πάλιν ἔπη παρατίθεται Ἐμπεδοκλέους. ἰστέον οὖν ὅτι ἡ μονὰς αἰτία ἐστὶ τῆς ἑνώσεως καὶ συνεχείας τῶν πραγμάτων, ἡ δὲ δυάς τῆς προόδου· τὸ οὖν ἁπλῶς αἴτιον τῆς ἑνώσεως καὶ τῆς προόδου τὸ ἔχον ἀμφότερα Πυθαγόρας καὶ Παρμενίδης καὶ Ἐμπεδοκλῆς ὡς Πυθαγόρειοι χρόνον ἐκάλουν,2 ἐπειδὴ ὥσπερ ὁ χρόνος μετρητικὸς καὶ περιοριστικὸς ὑπάρχει τῶν ὑπὸ τὸν χρόνον, οὕτως καὶ τὸ πρῶτον μετρητικὸν καὶ περιοριστικὸν τῶν πάντων ὑπάρχει. ἔλεγε δὲ αὐτὸν καὶ ὅρκον ὡς περατοῦντα καὶ συνέχοντα πάντα. τοῦτο οὖν φησιν ὁ Ἐμπεδοκλῆς, ὅτι ‘ἡνίκα τὸ νεῖκος ἐπεκράτησε καὶ ὥρμησεν εἰς τιμὰς προελθὸν ἐκ τοῦ χρόνου, ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλατο ὅρκου’·3 καὶ πλατὺν αὐτὸν ἐκάλεσεν ὡς πάλιν χορηγοῦντα τὰ πάντα, ἀμοιβαῖον δέ φησιν οὐχ ὅτι ἐκ διαδοχῆς μετὰ τὴν φιλίαν τὸ νεῖκος, ἀλλ’ ὥσπερ λέγομεν ἐν τῇ συνηθείᾳ ὅτι ἀμείψασθαι αὐτὸν βούλομαι, τουτέστιν εὐεργετῆσαι ὡς εὐεργετήσαντα, καὶ ἀμοιβαῖον λέγει τὴν ἐπιτηδειότητα, ἣν ἔχει ἡ δυὰς πρὸς τὸ δέξασθαι τὴν ἔλλαμψιν τοῦ χρόνου, φημὶ δὴ τῆς ἑνάδος, καὶ παραπέμψαι τοῖς τῇδε. ταῦτα οὖν φησιν ὁ Ἐμπεδοκλῆς, ὡς δέον ἐξ ἀνάγκης μεταβάλλειν ἐκ τοῦ σφαίρου εἰς τὸν αἰσθητὸν κόσμον, αἰτίαν δὲ τῆς ἀνάγκης οὐδὲ μίαν δηλοῖ. ἀλλ’ ὅμως κατὰ τοῦτο ἀκόλουθα ἑαυτῷ λέγει· οὐ γὰρ τὰ μὲν φθαρτὰ ποιεῖ τὰ δὲ ἄφθαρτα τῶν ὄντων, ἀλλὰ πάντα φθαρτὰ πλὴν τῶν στοιχείων. ἡ δὲ νῦν ἀπορία ἐστὶ διότι τὰ μὲν φθαρτὰ ὑπάρχουσι τῶν γινομένων, τὰ δὲ ἄφθαρτα, εἴπερ πάντα ἐκ τῶν αὐτῶν ὑπάρχουσιν.
“然而当巨大的争斗在肢体中被滋养”这里再次引用了恩培多克勒的诗句。由此当知,一性是事物的合一与连续性的原因,而二性是流出展开的原因;因此,包含了这两者的、端然作为合一与流出的原因,毕达哥拉斯、巴门尼德以及恩培多克勒作为毕达哥拉斯主义者称之为“时间”,因为正如时间度量并限定着处于时间之下的事物,第一者同样作为度量并限定万物者而存在。他又称其为“誓言”,因其限定并维系万物。因此恩培多克勒所说的正是:“当争斗占据支配地位,并从时间中走出而跃入尊荣之位时,这时间曾依广阔的誓言作为轮替为它们所确立”;他称其为“广阔的”,乃因其重新供给万物;他说“轮替的”,并非指争斗继爱之后承续而来,而是正如我们在日常习惯中所说的“我愿回报他”,即作为对待曾施惠于我者而施以恩惠,他同样是将二性所具有的、适于接纳时间(我是指单一者)的照耀并将其传递给尘世事物的适合性,称为“轮替的”。因此,恩培多克勒说出这些话,仿佛事物必然从球体转变至感觉世界,但他并未指明这一必然性的任何原因。然而尽管如此,在此点上他所言是自相融贯的;因为他并未将存在之物分为一些可毁灭而另一些不可毁灭,而是将除元素之外的万物皆归为可毁灭。然而当前的疑难在于,既然万物源于相同的本原,何以生成之物中有些是可毁灭的,而另一些是不可毁灭的。
- 3.80ἐκεῖνος ὡς ἐξῃρημένα οὐ δεῖται ταῦτα ἔχειν, ἵνα οὕτως αὐτὰ γνῷ, ἀλλ’ ὡς παρακτικά· οὕτως αὐτὰ γινώσκει, οὐχ ὡς ὅμοια.
主语为 ἐκεῖνος(神),宾语 ταῦτα(诸元素)由两组对立的修饰成分修饰:ὡς ἐξῃρημένα(“作为超越之物”)与 ὡς παρακτικά(“作为能产本原”)。后半句 οὕτως αὐτὰ γινώσκει, οὐχ ὡς ὅμοια 中,οὐχ ὡς ὅμοια 作宾语补足语表明认知的方式(“而非作为同类之物”),从而构成了以蕴含产出因而认知与以同类性认知的对比。
- 3.82τὸ οὖν ἁπλῶς αἴτιον τῆς ἑνώσεως καὶ τῆς προόδου τὸ ἔχον ἀμφότερα Πυθαγόρας καὶ Παρμενίδης καὶ Ἐμπεδοκλῆς ὡς Πυθαγόρειοι χρόνον ἐκάλουν
倒装(hyperbaton)结构。句首由冠词引导的短语 τὸ οὖν ἁπλῶς αἴτιον... τὸ ἔχον ἀμφότερα 是动词 ἐκάλουν 的直接宾语;紧随其后的专有名词并列 Πυθαγόρας καὶ Παρμενίδης καὶ Ἐμπεδοκλῆς(连同同位语 ὡς Πυθαγόρειοι)构成主语,χρόνον 为宾语补足语。其语序骨架为“宾语+主语+宾补+动词”。
- 3.82ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλατο ὅρκου
引述恩培多克勒的诗句。关系代词 ὅς 的先行词为前面的 χρόνου;ἀμοιβαῖος 作表语性形容词(“作为轮替的”);属格 πλατέος... ὅρκου 依赖于动词 παρελήλατο(παρελαύνω 的过去完成时中被动态),表示由誓言所限定的界限与期限。
