← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§197.3-198.6

对恩培多克勒爱与争斗学说的批判

注释亚里士多德在1000a24对恩培多克勒的考察。阿斯克勒庇俄斯阐明了亚里士多德的批判:尽管恩培多克勒设定爱与争斗看似自洽,但在自然实情中两者皆既是生成又是毁灭的原因;同时他还补充了关于灵魂升降的新柏拉图主义象征性解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.79

" Καὶ γὰρ ὅνπερ οἰηθείη λέγειν ἄν τις μάλιστα ὁμολογουμένως." Μετὰ τὸ ἐλέγξαι τὸν Ἡσίοδον μετέρχεται ἐπὶ τὸν Ἐμπεδοκλέα. ἀκόλουθα μὲν ἑαυτῷ λέγει καὶ αὐτός, οὐ συμφωνεῖ δὲ τῇ φύσει τῶν πραγμάτων. ἀκόλουθα μὲν γὰρ ἑαυτῷ λέγει, διότι ἐξ ἀφθάρτων ἀρχῶν τοῦ νείκους καὶ τῆς φιλίας φησὶ γεννᾶσθαι πάντα φθαρτά, καὶ οὐ τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα· οὐχ ἕπεται δὲ τῇ φύσει τῶν πραγμάτων, ἐπειδὴ ὑποτίθεται φθορᾶς μὲν αἴτιον τὸ νεῖκος, γενέσεως δὲ τὴν φιλίαν· ἑκάτερον δὲ αὐτῶν ἐστιν αἴτιον καὶ φθορᾶς καὶ γενέσεως, ὡς εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ νεῖκος φθείρει μὲν τὸν σφαῖρον, γεννᾷ δὲ τὸν αἰσθητὸν κόσμον, καὶ πάλιν ἡ φιλία φθείρει μὲν τὸν αἰσθητὸν κόσμον, γεννᾷ δὲ τὸν σφαῖρον. ἄλλως τε δή, φησίν, ἐπειδὴ πρὸ τῆς δυάδος εἶναι τὴν μονάδα * * * ὁ Ἐμπεδοκλῆς, τί ἐστιν αἴτιον τῆς ἁπλῶς κινήσεως; οὐ γὰρ δεῖ λέγειν ἁπλῶς ὅτι οὕτως πέφυκεν, ἐπεὶ οὕτω πάντα ῥᾷστα ἐπιλύεσθαι.1 λέγομεν οὖν ὃ πολλάκις εἴρηται, ὅτι πάντα ταῦτα συμβολικῶς ἔλεγεν ὁ Ἐμπεδοκλῆς· οὔτε γὰρ τὸν σφαῖρον ὑπετίθετο φθείρεσθαι, ὥς φησιν, οὔτε δὲ τὸν αἰσθητὸν κόσμον, ἀλλὰ διὰ τούτων ἐδήλου τὴν ἄνοδον καὶ τὴν κάθοδον τῆς ψυχῆς. διὸ ἔλεγεν “ὡς καὶ ἐγὼ δεῦρ’ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης νείκεϊ αἰθομένῳ πίσυνος”. ἔστι γὰρ καὶ ἐν τῷ σφαίρῳ διάκρισις, εἴ γε πολλὰ νοητά, ἀλλὰ καλύπτεται ὑπὸ τῆς ἀφράστου ἑνώσεως. καὶ ἐν τῷ αἰσθητῷ δέ ἐστιν ἕνωσις, ἀλλὰ μᾶλλον ἐπικρατεῖ ἡ διάκρισις. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι ἐκεῖνος, ὃν μάλιστα ὑπολάβοι τις σύμφωνα ἑαυτῷ λέγειν, τουτέστιν ὁ Ἐμπεδοκλῆς, καὶ οὗτος τὸ αὐτὸ πέπονθε. τῆς φθορᾶς γὰρ αἴτιόν φησιν εἶναι τὸ νεῖκος, ὡς δοκεῖ τὰ παρ’ αὐτοῦ λεγόμενα ἔχειν· οὐ μὴν ἀλλὰ φαίνεταί γε καὶ γενέσεως τὸ νεῖκος αὐτῷ ἐν πολλοῖς τὴν αἰτίαν ἔχειν. τοῦ δὲ εἶναι καὶ τῆς γενέσεως αἴτιον [οὐ] λέγει τὴν φιλίαν· καὶ αὐτὴ δὲ αἰτία ἐστὶ φθορᾶς. ὅτι γὰρ γενέσεως ὑποτίθεται αἴτιον τὸ νεῖκος, φανερὸν ἐντεῦθεν· πάντα γὰρ ἐκ τούτου ἀπογεννᾷ πλὴν τῆς φιλίας ἣν καλεῖ θεόν. φησὶν οὖν ὅτι πάντα καὶ τὰ γενόμενα καὶ τὰ μέλλοντα γίνεσθαι ἐξ αὐτοῦ ἐβλάστησαν. φησὶ γὰρ οὕτως ὅτι “δένδρεά τ’ ἐβλάστησαν καὶ ἀνέρες ἠδὲ γυναῖκες, θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς, καί τε θεοὶ δολιχαίωνες”. καὶ χωρὶς δὲ τῶν ἐπῶν φανερὸν ὡς ὅτι γενέσεώς ἐστιν αἴτιον τὸ νεῖκος·2 εἰ γὰρ μὴ ἦν διάκρισις τοῖς πράγμασιν, ἔμελλε πάντα ἓν εἶναι.3 διό φησιν, ὅταν γὰρ συνέλθῃ τὸ πᾶν, τότε “ἐξ ἔσχατον ἵστατο νεῖκος” κρατούσης τῆς φιλίας. ἄφθαρτα οὖν ὑποτίθεται τὰ στοιχεῖα, τὰ δὲ ἐξ αὐτῶν πάντα φθαρτά· καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν ἄφθαρτα λέγει. καὶ ταύτῃ μὲν δοκεῖ τοῦ φθείρεσθαι τὰ φθειρόμενα αἴτια νυνὶ ἀπολείπειν καὶ ὁμολογούμενα λέγειν ἑαυτῷ, ἄλλην μὲν γενέσεως ἄλλην δὲ φθορᾶς ἀποδιδοὺς αἰτίαν· καθὸ δὲ ἀμφότερα καὶ γεννῶσι καὶ φθείρουσιν, οὐ σύμφωνα λέγει.

“因为,即便某人可能认为其说话最为自洽的那个人[亦是如此]。” 在驳斥了赫西俄德之后,他转向了恩培多克勒。恩培多克勒本人所言固然自相融贯,却与事物的本性不相吻合。因为他所言自相融贯,乃是因为他声称一切可毁灭之物都由不可毁灭的本原——争斗与爱——所生成,而并非一些可毁灭而另一些不可毁灭;但他并没有遵循事物的本性,因为他设定争斗是毁灭的原因,爱是生成的原因;然而它们二者中每一个都既是毁灭的原因又是生成的原因,正如在《论生成与毁灭》中所说的那样:因为争斗毁灭了球体,生成了感觉世界;而爱又反过来毁灭了感觉世界,生成了球体。他说,此外尤其,既然在二性之前存在一性[……]恩培多克勒,那么单纯的运动的原因是什么?因为不应当单纯说它自然如此,否则万事就都可以极轻易地得到解决了。因此我们说出那经常被提及的话:恩培多克勒是以象征的方式言说所有这些的;因为他既不曾像他[亚里士多德]所言那样假定球体被毁灭,也不曾假定感觉世界被毁灭,而是通过这些事物表明灵魂的上升与下降。所以他曾说:“正如我在此也是逃离神明的流亡者与流浪者,信赖着狂暴的争斗”。因为在球体之中亦有分离,既然存在诸多理智之物,但它被不可言说的合一所遮蔽;而在感觉世界中亦有合一,但分离更为占据支配地位。因此,他所说的正是这点:即某人可能认为其言论最为自我融贯的那个人,也就是恩培多克勒,他自身也落入了同样的情形。因为他说争斗是毁灭的原因,正如出自他之口的言论看起来所表明的那样;不仅如此,争斗在他那里看来在许多事情上也承担着生成的原因。他又说爱是存在与生成的原因;然而爱本身也是毁灭的原因。因为他假定争斗是生成的原因,从下述这点显而易见:因为除被他称为神的爱之外,他将万物皆由此产生。因此他说,凡已生成之物与将要生成之物皆由争斗萌生。因为他如此说道:“树木生长起来,男人与女人,野兽与禽鸟以及水中滋养的游鱼,还有长生不老的诸神”。并且即便脱离这些诗行,争斗是生成的原因也是显而易见的;因为如果事物不存在分离,万物本必然成为一体。所以他说,因为每当全体聚合在一起时,那时在爱占主导时“争斗驻立在最外边界”。因此他假定元素是不可毁灭的,而由它们构成的一切事物皆是可毁灭的;并且他把争斗与爱也称为不可毁灭的。在这一点上,他现在似乎为可毁灭之物的毁灭留下了原因,并且说了自洽的话,把一种原因赋予生成,另一种原因赋予毁灭;但就两者皆既生成又毁灭而言,他所说的并不融贯。

语法注3 条
  1. 3.79ἐπεὶ οὕτω πάντα ῥᾷστα ἐπιλύεσθαι

    在由表原因的从属连词 ἐπεί 引导的从句中,受间接引语影响使用了不定式 ἐπιλύεσθαι 而非定式动词,间接表述了转述的推论,即“如此一来,一切问题就都会以最轻易的方式得到解决了”。

  2. 3.79ὡς ὅτι γενέσεώς ἐστιν αἴτιον τὸ νεῖκος

    连词 ὡς 与 ὅτι 叠合使用的 ὡς ὅτι 是晚期及拜占庭希腊语中常见的冗余惯用表达,紧接在 φανερόν 等词后引导陈述性名词从句(“即……”)。此处的 ὡς 不表比较,而是与 ὅτι 结合充当单一的陈述从句引导词。

  3. 3.79εἰ γὰρ μὴ ἦν διάκρισις τοῖς πράγμασιν, ἔμελλε πάντα ἓν εἶναι

    过去与事实相反的条件句(非真实条件句)。在归结从句中,情态动词 μέλλω 的未完成过去时(ἔμελλε)不带小词 ἄν,用以表达必然结果的未实现(“万物本必然成为一体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:197.3-198.6