- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:196.11-197.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《形而上学》1000a5(关于可毁灭之物与不可毁灭之物的本原是否相同的难题)的注解。注释者批判了神话神学家借助涅克塔尔和安布罗西亚的解释,论述应当要求给出伴随论证的原因。
" Οὐθενὸς δὲ ἐλάττων ἀπορία παραλέλειπται." Φησὶν 〈ὅτι〉 οὐδενός ἐστιν ἐλάττων ἡ ἀπορία ἡ νῦν λεγομένη παραβαλλομένη πρὸς τὰς ἄλλας ἀπορίας, ἥτις ἀπορία παραλέλειπται καὶ τοῖς νῦν οὖσι καὶ τοῖς προτέροις, πότερον αἱ αὐταὶ ἀρχαὶ ὑπάρχουσι τῶν τε φθαρτῶν καὶ ἀφθάρτων, ἢ ἕτεραι μὲν ἀρχαί εἰσι τῶν φθαρτῶν ἕτεραι δὲ τῶν ἀφθάρτων. εἰ μὲν γὰρ αἱ αὐταὶ ἀρχαὶ ὑπάρχουσι, διὰ τί τὰ μὲν ἄφθαρτα παράγουσι, τὰ δὲ φθαρτά, καὶ διὰ ποίαν αἰτίαν ταῦθ’ οὕτως ἔχει; οἱ μὲν οὖν περὶ Ἡσίοδον καὶ ἄλλοι θεολόγοι, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἐφρόντισαν τοῦ πιθανοῦ τοῦ πρὸς αὐτούς, τουτέστι τὰ δόξαντα αὐτοῖς εἰρήκασι, περὶ δὲ τοῦ διδάξαι ἡμᾶς οὐδὲν ἐφρόντισαν· θεοὺς γὰρ ὑπετίθεντο εἶναι τὰς ἀρχὰς καὶ ἐκ θεῶν γεγονέναι, καὶ τὰ μὴ γευσάμενα τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας φασὶ θνητὰ γενέσθαι, διὰ τὸ μὴ προσεχῶς ἀπολαύειν τῆς τοῦ θεοῦ ἐλλάμψεως ἀλλὰ διὰ μέσων τῶν οὐρανίων. ταῦτα δὲ τὰ ὀνόματα ἴσως αὐτοῖς θεμένοις γνώριμα ὑπάρχουσιν, ἡμῖν δὲ ἄγνωστα. καὶ περὶ αὐτῆς δὲ τῆς προφορᾶς τῶν ὀνομάτων ὑπὲρ ἡμᾶς εἰρήκασιν· εἰ μὲν γὰρ ἡδύτητα αὐτοῖς προσάπτει ἡ ἀμβροσία καὶ τὸ νέκταρ καὶ ἡδονήν, οὐκ εἰσὶν αἴτια τοῦ εἶναι· οὐδὲ γὰρ ἡ ἡδονὴ αἰτία τοῦ εἶναι τοῖς ἐνταῦθα, ἀλλὰ καὶ πολλάκις βλάπτει· εἰ δὲ τοῦ ἁπλῶς εἶναι αὐτοῖς αἰτία ἐστὶν ἡ ἀμβροσία καὶ τὸ νέκταρ, τουτέστιν ἡ τροφή, πῶς δυνατὸν αὐτοὺς εἶναι ἀϊδίους τοὺς δεομένους τροφῆς πρὸς τὸ σώζεσθαι; εἰ γὰρ ἐλλείψοιεν τροφαί, ἀπόλλυνται,1 φησίν. οὐ δεῖ οὖν τὰ μυθικῶς λεγόμενα μετὰ σπουδῆς ἐξετάζειν, τουτέστι τὰ παρ’ ἐκείνων μυθάρια, δεῖ δὲ ἐκείνους πολυπραγμονεῖν καὶ ἐρωτᾶν τοὺς σπουδάζοντας2 μετὰ ἀποδείξεως λέγειν ἅπερ λέγουσι, διὰ ποίαν αἰτίαν ἐκ τῶν αὐτῶν ὄντα ἀρχῶν πάντα τὰ μὲν τῶν γινομένων ἀΐδια ὑπάρχουσι τὰ δὲ φθαρτά, ἐπειδὴ οὔτε αἰτίαν περὶ τούτου λέγουσιν οὔτε δὲ εὔλογον οὕτως ἔχειν· ὥστε οὐδὲ αἱ αὐταὶ ἀρχαὶ καὶ αἰτίαι πάντων εἶεν τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων, ἀλλὰ ἕτεραι μὲν τῶν φθαρτῶν, ἕτεραι δὲ τῶν ἀφθάρτων. εἰ οὖν, φησί, μήτε αἰτίαν τινὰ τούτου λέγουσι μήτε ἄλλως εὔλογόν τι ἔχει ἡ δόξα, φανερὸν ὡς οὐκ ἂν εἶεν αἱ αὐταὶ πάντων ἀρχαί.
“并且,一个不亚于任何难题的难题被遗漏了。” 他说,现在所提到的这一难题,在与其他的难题相比时不亚于任何一个,而这一难题无论对如今之人还是对先辈而言都被遗漏了:究竟可毁灭之物与不可毁灭之物的本原是相同的,抑或可毁灭之物的本原是一回事,不可毁灭之物的本原是另一回事。因为如果存在相同的本原,为什么它们产生出的事物一些是不可毁灭的,另一些是可毁灭的,又究竟是由于何种原因致使这些情况如此?因此,赫西俄德一派以及其他神学家,正如我们在通论中所说的那样,只顾及对他们自己有说服力的东西,也就是说,他们说了在他们看来正确的东西,而对教导我们则丝毫不加顾及。因为他们假定本原是诸神,且[万物]是从诸神生成的,并且他们声称,未尝过涅克塔尔和安布罗西亚的事物变成了凡俗的,乃是因为它们不是直接享受神的照耀,而是通过天界的中介物来享受。这些名称对设立它们的他们自己而言或许是熟知的,对我们却是不可知的。关于这些名称的提出本身,他们的言论也是超出我们理解的。因为如果安布罗西亚和涅克塔尔带给他们的是甘美与快乐,它们就不是存在的原因;因为快乐对尘世之物而言也不是存在的原因,反而常常带来损害;如果另一方面,安布罗西亚和涅克塔尔,即养料,是他们单纯存在的原因,那么需要养料以求保全的他们自身又怎可能是永恒的呢?因为他说,如果养料匮乏,他们就会灭亡。所以,不应当严肃地审视以神话方式言说的东西,即他们那里的神话小品,而应当向那些努力伴随论证而言说自身所言之人详加探究并质问:究竟由于何种原因,在万物皆出自相同本原的情况下,生成之物中有的永恒存在,有的则是可毁灭的;因为他们既未就此说明原因,如此这般的情况也并非合乎常理。因此,相同的本原与原因不可能属于一切可毁灭之物和不可毁灭之物,相反,属于可毁灭之物的是一些,而属于不可毁灭之物的则是另一些。他说,因此,如果他们既没有就此说明任何原因,这一意见在其他方面也没有任何合理之处,那么显而易见,相同的本原不可能属于一切事物。
- 3.78εἰ γὰρ ἐλλείψοιεν τροφαί, ἀπόλλυνται
这是一个混合条件句结构,条件从句使用希求法将来时(ἐλλείψοιεν),归结从句使用现在时直陈式(ἀπόλλυνται)。它并非表示纯粹与事实相反的假想,而是表达一般性的假定及其必然结果:“因为若养料匮乏,他们便会灭亡”。
- 3.78δεῖ δὲ ἐκείνους πολυπραγμονεῖν καὶ ἐρωτᾶν τοὺς σπουδάζοντας
ἐκείνους 与 τοὺς σπουδάζοντας 均为不定式 πολυπραγμονεῖν 和 ἐρωτᾶν 的宾格宾语,二者构成同位关系(“那些人,即努力……言说之人”),表示被探究和质问的对象,而非不定式的主语。
