← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§194.41-196.10

对神话诗人的批评与安布罗西亚的寓意

阿斯克勒庇俄斯在总结了对柏拉图《蒂迈欧篇》宇宙生成论的引述后,概述了亚里士多德对讲神话的诗人(赫西俄德等人)的批评,随后对安布罗西亚和涅克塔尔作出了独特的寓意解释,将其视为神圣实体的完满与神圣流溢活动的象征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.77#2

εἰπεῖν οὖν φαμεν πρὸς αὐτὰ ‘ἐπειδὴ ἐξ ἐμοῦ ἐγένεσθε, ἀίδιά ἐστε· τὸ γὰρ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ·1 ὑμεῖς δὲ τρέπεσθε ἐπὶ τὴν τῶν θνητῶν γένεσιν’, διὰ τὸ ἔχειν τάξιν καὶ πρῶτα, φησί, καὶ μέσα καὶ ἔσχατα. ὥστε καὶ πρὸ αὐτοῦ ὁ Πλάτων τοῦτο αὐτὸ ἐζήτησε καὶ ἀπεφήνατο. εἶτα λοιπὸν ἐφεξῆς μνημονεύει Ἡσιόδου τε καὶ τῶν ἄλλων θεολόγων. φησὶν οὖν ὅτι πάντες οἱ πρώην θεολόγοι τοῦ πιθανοῦ μόνου ἐφρόντισαν, τοῦ δόξαντος αὐτοῖς πιθανοῦ εἶναι, ἡμῶν δὲ καὶ τοῦ ἡμᾶς διδάξαι καὶ πεῖσαι ὠλιγώρησαν. ὑποθέμενοί τε γὰρ τὰς ἀρχὰς θεούς τε καὶ ἀϊδίους εἶναι καὶ πάντα ἐξ ἐκείνων τὰ ὄντα εἶναι καὶ γεγονέναι, φασὶν ὅτι τὰ γευσάμενα τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος ἀΐδιά τε ὑπάρχουσι καὶ ἀθάνατα, καὶ τὰ ἀψευδῆ, τὰ δὲ μετέχοντα ψεύδους καὶ μήτε γευσάμενα τῆς ἀμβροσίας μήτε δὲ τοῦ νέκταρος ταῦτα φθαρτὰ ὑπάρχουσι· πρῶτον μὲν οὖν τὴν ἀμβροσίαν καὶ τὸ νέκταρ τὰ θεοποιὰ ὀνόματα αὐτοῖς ἴσως γνώριμα λέγοντες·2 οὐ γὰρ δή γε ἡμῖν, τουτέστι τῶν ἄλλων οὐθενί. δεύτερον δὲ καὶ περὶ αὐτῆς τῆς προφορᾶς τούτων ἁπλῶς εἶπον καὶ οὐδαμῶς γνώριμον. τίνος γὰρ χάριν ἦλθον ἐπὶ τὸ γεύσασθαι τούτων ἅπερ αἴτια αὐτοῖς τῆς ἀθανασίας; εἰ μὲν γὰρ ἡδονῆς χάριν αὐτῶν γεύονται, οὐδὲν εἰς τὸ εἶναι αὐτοῖς συντελεῖ τὸ νέκταρ καὶ ἡ ἀμβροσία (οὔτε γὰρ τὰ εἴδεα πάντως σῴζουσιν), ὥστε οὐ διὰ τὸ γεύσασθαι ἀθάνατα· εἰ δὲ εἰς τὸ εἶναι ἡ τούτων γεῦσις αὐτοῖς συντελεῖ, δῆλον ὡς τροφή ἐστιν αὐτοῖς· τὰ δὲ τρεφόμενα καὶ μὴ μένοντα, εἰ μὴ τρέφοιτο, πῶς οἷόν τε λέγειν ἀΐδια, φησίν, εἶναι; τοσαῦτα δὲ Ἡσιόδου τε καὶ τῶν ἄλλων, φησί, θεολόγων μνησθεὶς τὸ μὲν τὰς τούτων δόξας μετὰ σπουδῆς ἐξετάζειν μύθους λεγόντων καὶ διὰ μύθων τὰ ψευδῆ συναγόντων τε καὶ συνιστάντων παραιτεῖται· τὸ γὰρ μυθικῶς σοφιζομένων ἴσον τῷ διὰ μύθων παρακρούοντων τἀληθές.3 καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν ὅτι εἰκότως θεὸν εἴποι τὴν ἀρχήν· ἡ γὰρ κυρίως ἀρχὴ πάντων τῶν ὄντων θεός ἐστιν ὁ καὶ τὰ πάντα παράγων. ἐπεὶ οὖν οὐ σκοπὸν εἶχον οἱ περὶ τὸν Ἡσίοδον διδασκαλίαν ἡμῖν παραδοῦναι ἐν τῇ θεογονίᾳ, ἀλλὰ μαινομένῳ στόματι, φησί, θεολογῆσαι, ἐσπούδασαν δὲ καὶ μαθεῖν τὰ παρ’ αὐτῶν τὰς τῶν πολλῶν φαντασίας, τούτου χάριν ἀσαφῶς ἡρμήνευσαν. ἰστέον οὖν ὅτι ἄλλα τινὰ ἐδήλουν διὰ τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας. αἱ ἡμέτεραι γὰρ ψυχαὶ ἡνίκα τελειοῦσιν ἑαυτάς, οὐ δύνανται φροντίζειν τῶν αἰσθητῶν πραγμάτων· πάλιν δὲ ἡνίκα περὶ τὰ αἰσθητὰ καταγίνονται, οὐ δύνανται ἐπιμελεῖσθαι τῆς ἑαυτῶν τελειότητος. ὁ δὲ θεὸς καὶ τὴν τελειότητα ἔχων ἐν ἑαυτῷ, οὐδὲν ἧττον φροντίζει τῶν καταδεεστέρων πάντων καὶ ἁπλῶς εἰπεῖν τῶν ὄντων ἁπάντων, ὥσπερ καὶ ὁ ἥλιος μὴ χωριζόμενος τοῦ οὐρανοῦ καταλάμπει πάντα τὰ τῇδε. ἐπεὶ τοίνυν δύο τελειότητες θεωροῦνται περὶ τὸ θεῖον, ἡ μὲν περὶ τὴν οὐσίαν αὐτοῦ, ἡ δὲ περὶ τὴν πρόοδον καὶ τὴν ἐνέργειαν, διὰ μὲν τῆς ἀμβροσίας ἐδήλουν τὴν τελειότητα αὐτοῦ τὴν περὶ ἑαυτὸν καὶ τὴν οὐσίαν αὐτοῦ θεωρουμένην, ἥτις τῷ ὄντι ἐστὶ τελειοτάτη, ἐπεὶ καὶ ἡ τοιαύτη τροφὴ στερεὰ ὑπάρχει (διὰ τοῦτο γὰρ καὶ λέγεται ἀμβροσία παρὰ τὸ ἐστερῆσθαι βροτοῦ καὶ φθορᾶς καὶ θνητῆς πάσης δυσχερείας)· διὰ δὲ τοῦ νέκταρος ἐδήλουν τὴν κατὰ τὴν πρόοδον τελειότητα, ἐπειδὴ τὸ νέκταρ ὡς ῥευστὸν ῥεῖ, τοιαύτη δὲ καὶ ἡ πρόοδος προερχομένη μέχρι καὶ τῆς ὕλης αὐτῆς. τούτου χάριν διὰ τοῦ νέκταρος τὴν κατὰ τὴν πρόοδον τοῦ θεοῦ ἐνέργειαν ἐδήλουν (διὰ τοῦ νη τοῦ στερητικοῦ καὶ τοῦ κτείνειν ἄνευ τοῦ κτείνειν), εἴ γε ζωοποιός ἐστιν ἡ τοῦ θεοῦ ἐνέργεια.

因此我们主张,[创世主]对它们说:“既然你们从我而生,你们便是永恒的;因为欲图解体和谐结合之物乃是恶者的特征;但你们当转向凡躯的生成”,他说,这是为了具有秩序,以及第一、中等和最末之物。所以在他之前,柏拉图也就这同一件事进行了探究并发表了见解。随后,他依序提到了赫西俄德和其他神学家。因此他说,以往所有的神学家都只顾及有说服力的东西,顾及在他们看来是有说服力的东西,而轻视了我们,即轻视了教导我们和说服我们。因为他们假定本原是诸神且是永恒的,并且一切存在之物都是从它们而来并生成的,他们声称,尝过安布罗西亚和涅克塔尔的事物是永恒且不死的,也是无虚妄的,而分有虚妄且既未尝过安布罗西亚又未尝过涅克塔尔的事物,则是可毁灭的。首先,他们谈及安布罗西亚和涅克塔尔这些神化的名称,这些名称对他们自身或许是熟知的;但绝非对我们,也就是说对其他任何人都不熟知。其次,关于这些名称的提出本身,他们也只是简单地说了说,丝毫不是已知的。因为他们究竟是为了什么缘故进而品尝这些作为他们不死之原因的东西呢?因为如果他们是为了快乐而品尝它们,涅克塔尔和安布罗西亚对他们的存在就毫无助益(因为它们绝非在一切方面保全相),从而他们并不是由于品尝而成为不死的;如果品尝这些东西对他们的存在确有助益,显而易见这就是他们的养料;但是,他说,受滋养之物若不受滋养便不能存留,又怎能说它们是永恒的呢?在提到了赫西俄德和其他神学家的这些说法之后,他说,[亚里士多德]谢绝严肃审视那些讲神话、并通过神话推导和构建虚妄之人的意见;因为“以神话方式玩弄智巧之人的”就等于“通过神话歪曲真理之人的”。以上是亚里士多德的观点;但我们主张,他将本原称为神是合乎情理的;因为严格意义上万有的本原正是产生一切的神。因此,既然赫西俄德一派的人在《神谱》中并不是以向我们传授教导为目的,而是如他所说用狂乱之口讲论神学,并且也热衷于让大众的想象学习出自他们的东西,因此他们表达得晦涩难懂。所以应当知道,他们通过涅克塔尔和安布罗西亚表明的是另一些事情。因为我们的灵魂在使自身趋于完满时,便不能顾及感觉事物;反过来,当它们忙于感觉事物时,又不能照管自身的完满。然而神在自身中拥有完满,却同样顾及所有低劣的事物,简而言之,顾及一切存在之物,正如太阳并未离开天空,却普照这尘世的一切。既然对于神圣者可以观察到两种完满,一种关于其实体,另一种关于其流溢和实际活动,那么通过安布罗西亚,他们表明了在其自身及其实体方面所观察到的完满,这确实是最至高的完满,因为这样的养料也是坚固的(正因如此,它被称为安布罗西亚,乃由于免除了凡夫、毁灭和一切凡俗的困厄);而通过涅克塔尔,他们表明了依循流溢的完满,因为涅克塔尔作为流体而流动,流溢也是如此行进直至质料本身。为此之故,通过涅克塔尔他们表明了神依循流溢的实际活动(由剥夺性前缀“ne”和“kteinein”构成,意为不杀害),如果神的实际活动确实是赋有生命的话。

语法注3 条
  1. 3.77τὸ γὰρ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ

    κακοῦ 为表语性属格(所有或特征属格),意为“是恶者的特征/属于恶者”。主语是由定冠词加不定式构成的短语 τὸ ... λύειν ἐθέλειν,直接呼应了《蒂迈欧篇》41b的文意。

  2. 3.77πρῶτον μὲν οὖν τὴν ἀμβροσίαν καὶ τὸ νέκταρ τὰ θεοποιὰ ὀνόματα αὐτοῖς ἴσως γνώριμα λέγοντες

    分词 λέγοντες 构成缺少限定主动词的句式破格(anacoluthon)。它承接了前文 ὑποθέμενοι ... φασὶν 的思路,作为提出批评的两个分支之一(由 πρῶτον μὲν 引出第一点,随后接 δεύτερον δέ)。

  3. 3.77τὸ γὰρ μυθικῶς σοφιζομένων ἴσον τῷ διὰ μύθων παρακρούοντων τἀληθές

    τὸ ... μυθικῶς σοφιζομένων 是通过中性单数定冠词 τὸ 引述亚里士多德《形而上学》1000a18中 τῶν μυθικῶς σοφιζομένων 这一词组的引用性表达,意为“‘以神话方式玩弄智巧之人的’等于‘……’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:194.41-196.10