- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:193.26-194.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《形而上学》B卷中提出的疑难(1000a5)——即可毁灭之物与不可毁灭之物的本原是同一的还是相异的——阿斯克勒庇俄斯梳理了正反两方的困境,借助新柏拉图主义的本体阶层论(由第一不动实体通过天体的中介产生可毁灭事物)予以解决,并征引柏拉图《蒂迈欧篇》的创世言说对此加以调和。
" Οὐθενὸς δὲ ἐλάττων ἀπορία παραλέλειπται καὶ τοῖς νῦν καὶ τοῖς πρότερον." Ἣν ἀναγκαίαν φησὶν οὖσαν ἀπορίαν κατευθυνθῆναι,1 ἐπειδὴ πάντες οἱ πρὸ αὐτοῦ παραλελοίπασί τι εἰπεῖν περὶ αὐτῆς. εἴρηται μὲν οὖν καὶ αὕτη〈ἡ〉 ἀπορία κατ’ ἀρχὰς τοῦ βιβλίου, ὥσπερ οὖν καὶ αἱ ἄλλαι πᾶσαι. πάνυ δέ ἐστιν ἀξιόλογος ἡ παροῦσα ἀπορία καὶ ἀξία οὖσα ζητήσεως. ζητεῖ γὰρ πότερον αἱ αὐταὶ ὑπάρχουσιν ἀρχαὶ τῶν τε φθαρτῶν καὶ ἀφθάρτων, ἢ ἄλλαι μὲν τῶν φθαρτῶν ἄλλαι δὲ τῶν ἀφθάρτων. εἰ μὲν γὰρ ὑποθώμεθα τὰς αὐτὰς εἶναι ἀρχὰς τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων, τῷ ὄντι ἄπορος ὑπάρχει ὁ λόγος· δι’ ἣν γὰρ αἰτίαν αἱ αὐταὶ οὖσαι καὶ ἄφθαρτοι τὰ μὲν ἄφθαρτα παράγουσι τὰ δὲ φθαρτά. εἰ δὲ ὑποθώμεθα ἑτέρας εἶναι ἀρχὰς τὰς παραγούσας τὰ φθαρτὰ καὶ ἑτέρας τὰ ἄφθαρτα, πάλιν ἐρωτῶμεν αὐτούς, πότερον αἱ παράγουσαι τὰ φθαρτὰ ἄφθαρτοι ὑπάρχουσιν ἢ φθαρταί. εἰ μὲν γὰρ ἄφθαρτοι, διὰ τί μή, ὥσπερ αἱ ἄλλαι ἄφθαρτοι ἄφθαρτα παράγουσι, καὶ αὐταὶ οὖσαι ἄφθαρτοι παράγουσιν ἄφθαρτα; εἰ δὲ φθαρταὶ εἶεν αἱ ἀρχαὶ αἱ παράγουσαι τὰ φθαρτά, φανερὸν ὅτι φθείρονται καὶ ἀναλύονται εἰς ἐκεῖνα ἐξ ὧν καὶ συνετέθησαν. οὐδὲν γάρ, φησίν, εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖ, οὔτε δὲ γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. διὰ τοῦτο γὰρ καὶ τὰ αἴτια τὰ πρῶτα ἄφθαρτα λέγομεν, ἐπειδὴ πάντα τὰ φθειρόμενα εἴς τι ἀναλύεται· τοῦτο δὲ εἰς τί ἔχει ἀναλυθῆναι, εἴ γε μηδὲν ἔχει ἄλλο πρὸ αὐτοῦ; φθειρομένων οὖν τῶν ἀρχῶν οὐκέτι οὐδὲν γίνεται. ὥστε πανταχόθεν ἄπορος ὁ λόγος. καὶ οὕτως μὲν προφέρει τὴν ἀπορίαν ὁ Ἀριστοτέλης γυμνάζων ἡμᾶς· ἡμεῖς δὲ φαμὲν ὅτι τῷ ὄντι πάντα καὶ τὰ φθαρτὰ καὶ τὰ ἄφθαρτα παράγονται ὑπὸ τῆς μιᾶς τῶν πάντων ἀρχῆς. διὰ γὰρ περιουσίαν δυνάμεως παράγει πάντα μέχρι αὐτῆς τῆς ὕλης, εἴ γε καὶ αὐτὴν τὴν ὕλην παράγει, καὶ οὐ ποτὲ μὲν τὴν φαινομένην παράγει ποτὲ δὲ οὔ, ἀλλὰ καθ’ ἕκαστον νῦν παράγει τὰ πάντα· τοῦ τοίνυν ἀεὶ εἶναι τὴν γένεσιν αἴτιος, φησίν, ἐστὶν ὁ θεός, τῆς δὲ φθορᾶς καὶ τῆς γενέσεως αἴτια τὰ οὐράνια, τῶν δὲ καθ’ ἕκαστα Σωκράτους καὶ Ἀλκιβιάδου οἱ γονεῖς ὡς ἀτόμων. λέγομεν οὖν ὅτι τὰ ἀίδια προσεχῶς γίνονται ὑπὸ τῆς ἀκινήτου οὐσίας καὶ ἀεὶ ὡσαύτως ἐχούσης καὶ ἀτρέπτου καὶ ἀναλλοιώτου καὶ οὗ ἡ ἐνέργεια σύνδρομός ἐστι τῇ οὐσίᾳ· τὰ δὲ φθαρτὰ γίνονται καὶ αὐτά, φησίν, ὑπὸ ἀιδίου ἀρχῆς τοῦ πρώτου, ἀλλ’ οὐ προσεχῶς, ἀλλὰ διὰ μέσων τῶν οὐρανίων, ἅτινα, φησί, καὶ αὐτὰ ἀίδια ὑπάρχουσιν, ἀλλ’ οὐκέτι ἔχουσι τοιαύτην ἀιδιότητα. κατὰ μὲν γὰρ τὴν οὐσίαν, φησίν, ἀίδια τὰ οὐράνια, κατὰ δὲ τὴν ἐνέργειαν οὐκέτι ἀίδια, εἴ γε φθείρονται αἱ ἐνέργειαι, ἅτε δὴ ἐν κινήσει ὑπάρχουσαι· ἡνίκα γὰρ γίνεται ὁ ἥλιος ἐν ταύρῳ, ἡ ἐνέργεια αὐτοῦ, καθ’ ἣν ὑπάρχει ἐν κριῷ, ἔφθαρται. ὥστε, φησί, τὰ μὲν ὑπὸ ἀκινήτου οὐσίας καὶ ἀιδίου γινόμενα ἄφθαρτα ὑπάρχουσι, τὰ δὲ ὑπὸ ἀιδίου καὶ κινουμένου φθαρτά, ἐπειδὴ ἐνέργειαν, φησίν, ἔχει φθαρτήν. καὶ οὕτως μὲν ἐπιλυόμεθα τὴν ἀπορίαν· ἰστέον δὲ ὅτι ὡς τοῦ διδασκαλείου ὢν τοῦ Πλατωνικοῦ φησιν ὅτι οὐδεὶς οὐδὲν εἶπε2 περὶ τῆς τοιαύτης ἀπορίας· ἄντικρυς γὰρ φαίνεται ὁ Πλάτων διαλεγόμενος περὶ αὐτῆς ἐν Τιμαίῳ. μετὰ γάρ, φησί, τὸ ποιῆσαι τὰ οὐράνια εἶπε πρὸς αὐτὰ ‘θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός, ἄλυτα μὲν πάμπαν οὐκ ἔσεσθε, ἐπειδὴ ὅλως ἐγένεσθε, τυχόντες δὲ τῆς ἐμῆς βουλήσεως κρείττονος οὔσης μυρίων δεσμῶν ἔσεσθε ἀγήρω καὶ ἀθάνατα’. καὶ διὰ τούτου, φησίν, ἐνδείκνυται τὴν ἐπιτηδειότητα τοῦ οὐρανοῦ, καθ’ ἣν δυνατὸν δέχεσθαι τὴν τοῦ θεοῦ ἔλλαμψιν, καὶ ἀεί φησιν διαμένειν· διὰ δὲ πάλιν τοῦ εἰπεῖν ‘πάμπαν ἄλυτα οὐκ ἔσεσθε’ ἐδήλωσεν ὅτι ὡς σύνθετα κατ’ ἐπίνοιαν φθείρονται· τὰ γὰρ ἄυλα οὐδὲ κατ’ ἐπίνοιαν φθαρτὰ ὑπάρχουσιν.
“无论是对于现在的人还是以前的人,一个绝不逊色于任何疑难的疑难都被遗漏了。” 他说这是一个必须予以妥善解决的疑难,因为在他之前的所有人都遗漏了就它说些什么。因此,正如所有其他疑难一样,这一个疑难在本卷的开端也已经被述及了。当前的这一疑难极为值得重视,并且值得探究。因为他探究的是:可毁灭之物与不朽之物的本原是同一的,还是可毁灭之物有其本原而不可毁灭之物另有其本原。因为如果我们假定可毁灭之物与不可毁灭之物的本原是同一的,这一论证就真正成了一个疑难;因为是由于什么原因,它们既然相同且不可毁灭,却一方面产生不可毁灭之物,另一方面又产生可毁灭之物呢?但如果我们假定产生可毁灭之物的本原是另一类,而产生不可毁灭之物的是另一类,我们再次询问他们:产生可毁灭之物的本原是不可毁灭的还是可毁灭的?因为如果它们是不可毁灭的,为什么它们不正如其他不可毁灭的本原产生不可毁灭之物那样,自身既然不可毁灭也产生不可毁灭之物呢?但如果产生可毁灭之物的本原是可毁灭的,显而易见它们会毁灭并分解为构成它们的原初之物。因为他说,没有任何事物走向绝无以任何方式存在之物,也没有任何事物从绝无以任何方式存在之物中生成。也正是由于这一点,我们说第一原因也是不可毁灭的,因为凡毁灭之物都分解为某种东西;但如果它自身之前绝无他物,它还能分解为什么呢?因此,一旦本原毁灭,就再也没有任何事物生成。所以这一论证从各方面看都是疑难。亚里士多德正是这样提出疑难来锻炼我们;但我们主张,真正说来,一切事物,无论可毁灭的还是不可毁灭的,都是由万物的唯一本原产生的。因为由于力量的充裕,它产生一切事物直至质料本身——如果它确实也产生质料本身的话——,并且它不是有时产生可见之物而有时不产生,而是在每一个当下产生万物。因此他说,神是生成常存的原因,天体是毁灭与生成的原因,而父母是个别事物(如作为不可分者的苏格拉底和阿尔西比亚德)的原因。因此我们说,永恒之物是由不动且始终处于同一状态、不可转变且不可变质的实体——即其实际活动与其实体并驾齐驱的实体——直接生成的;而可毁灭之物,他说,也是由第一的永恒本原生成的,但不是直接生成的,而是通过天体的中介生成的,他说天体本身也是永恒的,但不再拥有这样一种永恒性。因为他说,天体在实体上是永恒的,但在实际活动上却不再是永恒的,如果它们的实际活动确实会毁灭的话,因为它们毕竟存在于运动之中;因为当太阳在金牛座时,它在白羊座中所具有的实际活动就已经毁灭了。因此他说,由不动的永恒实体生成之物是不可毁灭的,而由永恒且运动的实体生成之物是可毁灭的,他说因为后者具有可毁灭的实际活动。我们就这样解决了这个疑难。但应当知道,作为属于柏拉图学派的人,他〔亚里士多德〕说没有人谈论过这种疑难;因为柏拉图在《蒂迈欧篇》中显然公开论及了这一疑难。因为他说,在造出天体之后他对它们说:“诸神之神啊,我是你们的创造者,你们绝非完全不可解体,既然你们完全是生成出来的,但由于获得了我的意志,而这意志强于万千纽带,你们将不老且不死。”他说,通过这句话表明了上天的适称性,依其能够承受神的照耀,并说它常存;而又通过说“你们绝非完全不可解体”,他表明它们作为复合物在概念上是可毁灭的;因为非质料的事物甚至在概念上也不是可毁灭的。
- 3.77Ἣν ἀναγκαίαν φησὶν οὖσαν ἀπορίαν κατευθυνθῆναι
此处为先行词 ἀπορία 受关系代名词 Ἣν 吸引同入关系节并作宾格的形式(先行词吸引),基本句式相当于 φησὶν ταύτην τὴν ἀπορίαν οὖσαν ἀναγκαίαν κατευθυνθῆναι(“他说这一个疑难是必然要得到妥善解决的”)。不定式 κατευθυνθῆναι 作形容词 ἀναγκαίαν 的解释性补足语(epexegetic infinitive)。
- 3.77ὡς τοῦ διδασκαλείου ὢν τοῦ Πλατωνικοῦ φησιν ὅτι οὐδεὶς οὐδὲν εἶπε
分词 ὤν 与主句动词 φησιν 的主语均指亚里士多德(ὡς τοῦ διδασκαλείου ὢν τοῦ Πλατωνικοῦ 为阿斯克勒庇俄斯指称亚里士多德以柏拉图学派内部成员身份发言时的惯用语)。注释者以此作调和性解释:亚里士多德是“作为属于柏拉图学派的人”(即不把柏拉图算在遗漏者之内,而针对学派之外的人)说“没有人谈过”这一疑难的。
