← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§192.8-193.25

本原在数目上为一的荒谬后果

阿斯克勒庇俄斯注疏亚里士多德在《形而上学》999b27中的论证,即如果诸本原在数目上为一,则存在之物将无法超出元素的数目,并通过字母与音节的比喻详细阐明了其逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.76

" Ἀλλὰ μὴν εἰ ἀριθμῷ πάντα ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν." Δείξας τί ἄτοπον ἑπόμενον, εἰ λέγοιντο αἱ ἀρχαὶ τῷ εἴδει μία, μὴ τῷ ἀριθμῷ, νῦν πάλιν ἐπιχειρεῖ πρὸς τὸ μηδὲ κατ’ ἀριθμὸν δύνασθαι τὸ ἓν ἔχειν τὰς ἀρχάς. ἀπάγει δὲ πάλιν τὸν λόγον ἐπὶ τὰς ἀρχὰς τὰς ὡς στοιχεῖα λεγομένας, ἐξ ὧν κατὰ σύνθεσιν γίνεται τὸ ἐξ αὐτῶν 〈ὡς〉 ἐπὶ τῶν στοιχείων, καὶ δείκνυσιν ἐπὶ τῶν οὕτως1 λεγομένων ἀρχῶν, εἰ ἑκάστη αὐτῶν μία κατ’ ἀριθμὸν εἴη, ὅτι οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσονται. ὡς γὰρ [αἱ] κατὰ τὸ εἶδος ἀλλήλαις αἱ αὐταὶ συλλαβαί, κατὰ δὲ τὸν ἀριθμὸν οὔ, τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται [αἱ] κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνεσθαι κατ’ εἶδος ὄντα τὰ αὐτά, γίνονται, οὕτως, εἰ μὴ εἴη κατ’ ἀριθμὸν τὰ στοιχεῖα πολλά, ἀλλ’ ἓν εἴη κατ’ ἀριθμὸν β καὶ α ἕν, ἀνάγκη καὶ συλλαβὴν ἐξ αὐτῶν τούτων συντιθεμένων γίνεσθαι μίαν, οὐδὲ ἔσται πλείω λαβεῖν συλλαβὰς ἐχούσας τὸ β, εἰ ἕν ἐστιν ἀριθμῷ τὸ β, ἀλλὰ μόνη ἔσται ἡ βα συλλαβὴ ἔχουσα τὸ β, οὔτε δὲ ἡ βε οὔτε ἡ βη· ὅλως γὰρ ἐν οὐδενὶ ἄλλῳ β ἔτι ἐνυπάρξει, 〈εἰ〉 ἓν ὄν ἐστιν ἐν τῇ βα συλλαβῇ. ὡς οὖν ἐπὶ τῶν συλλαβῶν καὶ τῶν στοιχείων ἔχει, εἰ ἓν κατ’ ἀριθμὸν τὰ στοιχεῖα (οὐ πλείω ἔσται ἐν ταῖς συλλαβαῖς, ἀλλὰ τοσαῦτα ὅσα ἐστὶν αὐτά), οὕτως καὶ ἐπὶ τῶν ὄντων φησὶν ἕξειν, εἰ ἓν αὐτῶν αἱ ἀρχαὶ κατ’ ἀριθμὸν ἑκάστη μία. ἐξηγήσατο δὲ καὶ τὸ ἀριθμῷ ἕν τί ἐστιν, ὅτι τὸ καθ’ ἕκαστον, καὶ τί τὸ καθόλου, ὅτι τὸ ἐπὶ τοῖς καθ’ ἕκαστον κοινὸν λαμβανόμενον· τοῦτο δέ ἐστιν εἶδός τε καὶ γένος. εἰπὼν δὲ τὸ ὥσπερ οὖν εἰ τὰ τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἦν ἂν καὶ τὰ γράμματα τοσαῦτα τὰ γραφόμενα ὅσα αὐτῶν καὶ τὰ στοιχεῖα, οὐκέτι ἀνταποδέδωκε τὸ οὕτως δὲ καὶ ἐπὶ τῶν ὄντων, καὶ τὸν ἀριθμὸν τὸν τούτων ἕξει·2 οὐδὲν γὰρ ἄλλο παρὰ τὰ στοιχεῖα ἔσται, τουτέστιν οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ἀλλ’ ὡς γνωρίμου τῆς ἀκολουθίας οὔσης παρέλιπεν αὐτὴν ἐπενεγκεῖν. εἰ γάρ ἐστιν ἀριθμῷ μία γῆ καὶ ἕκαστον τῶν τεσσάρων, ταῦτα δὲ εἴη ἐν τῷδέ τινι τῷ σώματι, δῆλον ὅτι ἀδύνατον ἐξ αὐτῶν ἄλλο τι σῶμα εἶναι. σφόδρα δὲ διαλεκτικῶς καὶ λογικῶς ἡ ἐπιχείρησις ἔχει. πολυτρόπως γὰρ συντιθεμένων τῶν τεσσάρων στοιχείων οὕτως γίνεται τὰ ἡμέτερα σώματα, ἅπερ ἐστὶν ἓν τῷ ἀριθμῷ ἕκαστον αὐτῶν· τὸ γὰρ μέρος τοῦ ἀέρος ἀήρ ἐστιν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων στοιχείων. εἰ τοίνυν, φησίν, ἀριθμῷ ἕν ἐστιν ἡ ἀρχὴ καὶ μία ἐστὶν ἑκάστη τῶν ἀρχῶν τῷ ἀριθμῷ, καὶ μὴ ὥσπερ ἐπὶ τῶν αἰσθητῶν ἄλλαι ἄλλων, οἷον τῆσδε τῆς συλλαβῆς τῆς βα εἴδει τῆς αὐτῆς οὔσης τῇ γα (ἀμφότεραι γὰρ ἔχουσι διάφορα ἄλφα, εἴδει τὰ αὐτὰ ὑπάρχοντα) καὶ αἱ ἀρχαὶ εἴδει αἱ αὐταὶ ὑπάρχουσι· καὶ γὰρ αὐταὶ αἱ ἀρχαὶ ἀριθμῷ ἕτεραι ὑπάρχουσιν· εἰ δὲ μὴ τοῦτο ὑποθώμεθα, ἀλλ’ αἱ τῶν ὄντων ἀρχαὶ ἀριθμῷ ὑπάρχουσιν αἱ αὐταί, οὐκ ἔσται παρὰ τὰ στοιχεῖα οὐδὲν ἕτερον, ἀλλ’ ὅσα στοιχεῖα, ὥς φησιν αὐτός, τοσαῦτα καὶ γράμματα, ἐπειδὴ οὐ δύναται δὶς λαμβάνεσθαι. τὸ γὰρ ἀριθμῷ ὑπάρχον ἓν δὶς λαμβάνεσθαι οὐ δύναται· τὸ γὰρ ἀριθμῷ ἓν ταὐτόν ἐστι τοῖς καθ’ ἕκαστα, οἷον Σωκράτει, Πλάτωνι, τὰ δὲ καθ’ ἕκαστα κατὰ πλειόνων οὐ δυνατόν ἐστι λαμβάνεσθαι· καθόλου δέ ἐστι τὸ κατηγορούμενον τῶν καθ’ ἕκαστα. ὥσπερ οὖν ἐπὶ τῶν φωνῶν εἰ ἔλεγον τὰ στοιχεῖα ἓν εἶναι τῷ ἀριθμῷ ὡρισμένα, ἀναγκαῖον ὑπῆρχε τοσαῦτα εἶναι γράμματα ὅσα καὶ στοιχεῖα, ἐπειδὴ οὐ δυνατὸν ἦν αὐτὰ δὶς λαμβάνεσθαι διὰ τὸ ὑποκεῖσθαι ἓν εἶναι τῷ ἀριθμῷ, μὴ ὄντων γε δύο τῶν αὐτῶν μηδὲ πλειόνων αὐτῶν, οὕτως καὶ ἐπὶ τῶν ἀρχῶν, εἰ ὑπάρχει ἡ ἀρχὴ μία τῷ ἀριθμῷ, πᾶσα ἦν ἀνάγκη μίαν σύνθεσιν γίνεσθαι καὶ οὐ δύο· τὸ γὰρ ἀριθμῷ ἓν κατὰ πλειόνων φέρεσθαι οὐ δύναται.

“然而,如果一切事物在数目上为一,且诸本原中的每一个是一。” 在指出了若本原被说成在相上为一而非在数目上为一会产生何种荒谬后果之后,他现在反过来论证本原在数目上也绝不可能具有一。他再次把论证引回到被称为元素的原初本原上,依复合由它们产生之物正是由它们生成,[如同]在元素的情形中一样;并且他就这样被言说的本原表明,如果它们中的每一个在数目上是一,那么存在之物将不会多于元素。因为正如在相上彼此相同而在数目上不相同的音节之生成,乃是由于构成它们的元素虽然在相上相同但在数目上能够被取作无算,同样,如果元素在数目上不是多数,而是β在数目上是一,α是一,那么由这二者自身复合而成的音节也必然成为一个,如果β在数目上是一,就不可能取得更多包含β的音节,而唯有βα音节包含β,既非βε亦非βη;因为完全不会在任何其他东西中再存在β,[如果]作为一而存在于βα音节之中。因此正如在音节与元素的情形中那样,如果元素在数目上是一(在音节中将不再有更多,而仅仅是与它们自身相等之数),他说在存在之物的情形中也将同样如此,如果它们的本原在数目上各为一个而为一。他还解释了何谓在数目上为一,即个别事物;何谓普遍,即在个别事物之上作为共有者被把握之物;而这就是相与属。尽管他说了“因此,正如如果语音的元素在数目上被限定,写出的字母也将与它们的元素同数”,他却没有再补充对应的句子“而在存在之物的情形中也是如此,并将具有它们的数目”;因为除元素之外将无他物存在,也就是说,存在之物将不多于元素;然而由于这一推论显而易见,他便省略了将其附加上去。因为如果土在数目上是一,四元素中的每一个亦然,而这些存在于这一个别物体之中,显而易见不可能由它们再构成任何其他物体。这个论证具有极强的辩证与逻辑性质。因为由于四元素以多种方式被复合,我们的身体才由此生成,它们中的每一个在数目上都是一;因为空气的部分就是空气,对于其他元素亦然。因此他说,如果本原在数目上是一,且诸本原中的每一个在数目上是一,而不是像在可感觉之物的情形中不同之物具有不同本原——正如βα这一个音节在相上与γα相同(因为二者具有不同的阿尔法,而它们在相上是相同的),诸本原也在相上是相同的;因为诸本原自身在数目上是不同的——;但如果我们不这样设定,而是存在之物的诸本原在数目上是同一的,那么除了元素之外将没有任何别的东西,而是正如他自己所说,有多少元素就有多少字母,因为无法被取用两次。因为在数目上作为一而存在者不能被取用两次;因为数目上的一与个别事物等同,例如苏格拉底、柏拉图,而个别事物是不能就多数事物而被把握的;普遍则是关于个别事物被述说者。因此,正如在语音的情形中,如果他们主张元素在数目上被限定为一,那么字母必然与元素同数,因为它们由于被假定为数目上是一而不可能被取用两次,既然既没有两个相同者也没有更多相同者;同样在诸本原的情形中,如果本原在数目上是一,那么必然完全只有一个复合物生成而不会有两个;因为在数目上为一之物是无法被赋予多数事物的。

语法注2 条
  1. 3.76ὡς γὰρ [αἱ] κατὰ τὸ εἶδος ἀλλήλαις αἱ αὐταὶ συλλαβαί, κατὰ δὲ τὸν ἀριθμὸν οὔ, τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται [αἱ] κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνεσθαι κατ’ εἶδος ὄντα τὰ αὐτά, γίνονται, οὕτως

    该句的主要框架为 ὡς γὰρ ... συλλαβαὶ ... γίνονται, οὕτως ...(“正如音节……生成,同样……”)。主语 συλλαβαί 与谓语动词 γίνονται 之间存在大幅分离,中间插入了表示原因的与格不定词短语 τῷ ... δύνασθαι(“由于……能够”),该不定词的逻辑主语为 τὰ στοιχεῖα,由关系从句 ἐξ ὧν συντίθενται 修饰。

  2. 3.76εἰπὼν δὲ τὸ ὥσπερ οὖν εἰ τὰ τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἦν ἂν καὶ τὰ γράμματα τοσαῦτα τὰ γραφόμενα ὅσα αὐτῶν καὶ τὰ στοιχεῖα, οὐκέτι ἀνταποδέδωκε τὸ οὕτως δὲ καὶ ἐπὶ τῶν ὄντων, καὶ τὸν ἀριθμὸν τὸν τούτων ἕξει

    主动词为 οὐκέτι ἀνταποδέδωκε(“未再对应补充”),依据上下文其主语为亚里士多德。分词短语 εἰπὼν δὲ τὸ ... 置于前,其中所引用的整个句子被中性定冠词 τό 实词化,作为 εἰπών 的直接宾语;同样,本应作为相呼应的对应句也被定冠词 τό 实词化,充当 ἀνταποδέδωκε 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:192.8-193.25