- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:191.14-192.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯紧扣亚里士多德的文本,详细解释了若假定本原在相上为一所导致的荒谬后果,即个别事物将不复存在,一自身与存在自身在数目上也不再为一,从而使得依多数述说的普遍者丧失对象,最终导致科学被取消。
" Ἔτι δὲ περὶ τῶν ἀρχῶν καὶ τόδε ἀπορήσειεν ἄν τις." Φησὶν ὅτι ἄξιόν ἐστιν ἀπορῆσαι περὶ τῶν ἀρχῶν. εἰ μὲν γὰρ εἴδει ὑπάρχουσιν ἕν, δῆλον ὡς ὅτι καὶ τὰ ἐξ αὐτῶν γινόμενα εἴδει ἔσονται ἕν, καὶ οὕτως οὐδὲν ἔσεται ἀριθμῷ1 ἕν, οὔτε δὲ λοιπὸν ἔσται ἡ φύσις τοῦ ἑνὸς καὶ τοῦ ὄντος, ἐπεὶ κυρίως τὸ ἓν ἐπὶ ἀριθμοῦ λέγεται. ἄλλως τε δή, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἀναιρεθήσεται καὶ ἡ ἐπιστήμη, εἰ μή τι ἔσται ἓν κατὰ πλειόνων κατηγορούμενον, περὶ ὃ ἔχουσι τὸ εἶναι αἱ ἐπιστῆμαι. τῶν δὲ ἀριθμῷ ἓν ἀναιρεθησομένων οὐκέτι ἔσται τὸ κατὰ πλειόνων κατηγορούμενον· οὔτε γὰρ ὑπάρχουσιν ἐκεῖνα ὧν κατηγοροῦνται. καθάπερ οὖν εἴρηται, ὃ ἀπορεῖ περὶ τῶν ἀρχῶν, τοῦτό ἐστι, πότερον ἑκάστη αὐτῶν, εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς, κατὰ τὸ εἶδος τὸ ἓν ἔχουσιν ἢ κατ’ ἀριθμόν, οἷον εἰ ἡ ὕλη μία, ἀριθμῷ μία ἢ εἴδει, καὶ 〈εἰ〉 εἶδος ἕν, ἀριθμῷ εἴτ’ οὖν εἴδει. εἰ μὲν γὰρ εἴδει μία ἑκάστη τῶν ἀρχῶν, ἀριθμῷ δὲ πολλαί, οὐδὲν ἔσται, φησίν, ἐν ταῖς τῶν γινομένων ἀρχαῖς ἓν κατ’ ἀριθμόν· εἰ δὲ μηδεμία τῶν ἀρχῶν ἓν κατ’ ἀριθμὸν ἔσται, οὐδ’ ἂν τῶν ἐκ τῶν ἀρχῶν συγκειμένων ἕν τι εἴη κατ’ ἀριθμόν· τὰ γὰρ ἐξ ἑνὸς οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει συγκείμενα ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ. εἰ γὰρ τὰ ἐξ ἑνὸς κατ’ ἀριθμὸν συγκείμενα ἓν τῷ ἀριθμῷ, φανερὸν ὡς τὰ ἐξ ἑνὸς τῷ εἴδει τὸ εἶναι ἔχοντα ὁμοίως ἐκείνοις ἕξει τὸ ἕν. ᾧ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αὐτοὲν καὶ αὐτοὸν ἓν κατ’ ἀριθμὸν ἔσεσθαι,2 ἃ καὶ αὐτὰ ἐν ταῖς ἀρχαῖς ἐτίθεντο 〈οἱ〉τὰς ἰδέας ἀρχὰς εἶναι λέγοντες. ἀλλὰ μὴν εἰ μή ἐστι τὸ αὐτοὲν ἓν κατ’ ἀριθμόν, τούτου δὲ μετουσίᾳ πᾶν ἐστιν ἕν, οὐδ’ ἂν τῶν ἄλλων τι ἓν κατ’ ἀριθμὸν εἴη τῶν πρὸς ἐκεῖνο τὸ εἶναι ἐχόντων· πρὸς γὰρ ἓν τῷ εἴδει ὁμοιούμενα ὁμοίως ἂν ἐκείνῳ καὶ αὐτὰ τὸ ἓν ἔχοι. οὐδὲν ἄρα ἔσται ἓν κατ’ ἀριθμόν, εἰ μήτε τῶν γινομένων πρός τι ἓν κατ’ ἀριθμόν ἐστι, μήτε τὸ αὐτοέν ἡ ἀρχή, ἀλλὰ μηδὲ ἄλλη τις τῶν ἀρχῶν 〈ὧν〉 εἶπεν. ὥστε οὐδὲ ἐπιστήμη ἔσται. αἱ γὰρ ἐπιστῆμαι τὸ εἶναι ἔχουσιν ἐν τοῖς κατὰ πλειόνων κατηγορουμένοις· τῶν τοίνυν καθ’ ἕκαστα μὴ ὄντων οὐκέτι κατὰ πολλῶν κατηγοροῦνται τὰ κατηγορούμενα, ὥστε καὶ ἐπιστήμη ἀναιρεθήσεται.
“此外,关于本原,人们也可以提出这样的难题。” 他说,关于诸本原提出难题乃是值得的。因为如果它们在相上作为一而存在,显而易见由它们所产生的事物也将在相上为一,这样就没有任何东西在数目上为一,而且一与存在的本性也将不复存在,因为严格意义上的一是就数目而言的。尤其是,正如我们在理论考察中所说的那样,如果没有任何依多数而被述说的一存在,而诸科学正是围绕着它拥有其实在,那么科学也将被取消。而当数目上为一之物被取消时,依多数而被述说之物将不再存在;因为它们所述说的那些对象并不存在。因此正如所说,他关于本原所困惑的乃是这一点:无论有人假定本原是一还是多,它们中的每一个是在相上具有一还是在数目上具有一;例如,如果质料是一,是在数目上为一还是在相上为一,以及[如果]相是一,是在数目上还是在相上?因为他说,如果诸本原中的每一个在相上是一,而在数目上是多,那么在生成之物的诸本原中就没有任何东西依数目为一;但如果诸本原中没有一个是依数目为一的,那么由诸本原复合而成的事物中也就没有任何一个依数目为一;因为由并非数目上而是在相上为一之物复合而成者,乃是在相上为一,而非在数目上。因为如果由数目上为一之物复合而成者在数目上为一,显而易见,由相上为一之物获得实在者也将与那些事物类似地具有一。对此,作为伴随的荒谬结论,他补充说,就连一自身与存在自身也将不在数目上为一,而主张理念是本原的人们也将它们自身列入本原之中。但是,如果一自身不在数目上为一,而一切事物都是借由分有它而成为一,那么在依那者而拥有实在的其他事物中,也就没有任何一个在数目上为一;因为被同化于相上为一之物者,也将与那者类似地自身具有一。因此,如果依某物而生成的事物中没有一个是数目上为一的,作为本原的一自身也不是,甚至他提到的其他本原中也没有任何一个是,那么没有任何东西将在数目上为一。从而科学也将不存在。因为诸科学是在依多数而被述说之物中拥有其实在的;因此,当个别事物不存在时,被述说者就不再依多数而被述说,从而科学也将被取消。
- 3.75τὰ γὰρ ἐξ ἑνὸς οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει συγκείμενα ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ
这是一个省略了系动词(ἔσται 或 ἐστίν)的对照句结构。主语是由冠词分词构成的短语 τὰ ... συγκείμενα(“由……复合而成之物”),而 ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ 则构成表语部分。
- 3.75ᾧ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αὐτοὲν καὶ αὐτοὸν ἓν κατ’ ἀριθμὸν ἔσεσθαι
关系代词 ᾧ(与格)指代前述推论(由本原复合而成之物具有与本原相同的单一性,若本原本具相上的一,则复合物不可能在数目上为一),与 ἄτοπον ἑπόμενον 结合表示“对此,作为伴随的荒谬结论”。主句动词 ἐπήνεγκε(主语为亚里士多德)的直接宾语是冠词引导的不定式短语 τὸ μηδὲ ... ἔσεσθαι。
