- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:190.12-191.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》999b24中提出的“本原是在相上为一还是在数目上为一”这一难题,阿斯克勒庇俄斯阐明了两种假设都会导致荒谬(个体的消解、科学知识的取消,或事物差异的泯灭),并提出第一本原是超脱于数目和相之外的非质料存在作为解决方案。
" Ἔτι δὲ καὶ περὶ τῶν ἀρχῶν καὶ τόδε ἀπορήσειεν ἄν τις." Πάλιν ἑτέραν ἐκτίθεται ἀπορίαν, ἣν ἀνωτέρω ἠπόρησε· φησὶ γὰρ ὅτι ἄξιόν ἐστιν ἀπορῆσαι περὶ τῶν ἀρχῶν, πότερον εἴδει ὑπάρχουσιν ἓν ἢ ἀριθμῷ. ἀμφοτέρως γὰρ ἄτοπα ἕπεται τῷ ὄντι, εἰ ὑποθώμεθα τὴν πρώτην ἀρχὴν ἢ εἴδει μίαν εἶναι ἢ ἀριθμῷ. εἰ μὲν γὰρ εἴδει μία ἐστί, συμβήσεται καὶ τὰ ἐκ τῆς ἀρχῆς γινόμενα εἴδει ἔχειν τὸ ἓν καὶ οὐκέτι ἀριθμῷ, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἕκαστον γὰρ τῶν ὄντων ἀριθμῷ ἔχει τὸ ἕν, οἷον Σωκράτης Πλάτων, Βαλίος Ξάνθος, καὶ ὅσα ἄλλα τοιαῦτα ὑπάρχουσιν αἰσθητά. πρὸς τούτοις δὲ οὐκ ἔσται οὐδεμία ἀρχή· τὸ γὰρ εἶδος πολλὰ ἔχει ἐν ἑαυτῷ καὶ οὐχ ὥσπερ τὸ ἀριθμῷ ἓν αὐτὸ τοῦτο ἕν ἐστιν, οὕτως καὶ τὸ ἓν τῷ εἴδει ἕν ἐστιν, ἀλλὰ πολλά. συμβήσεται δὲ ἀναιρεῖσθαι καὶ τὴν ἐπιστήμην. ἡ γὰρ ἐπιστήμη θεωρεῖται ἐπὶ τῶν κατὰ πλειόνων λεγομένων, τουτέστι τῶν καθόλου· τῶν οὖν ἀτόμων μὴ ὄντων οὐκέτι ἔσται τὸ κατὰ πλειόνων κατηγορούμενον· κατὰ τίνος γὰρ ἔχει κατηγορηθῆναι;1 ὥστε καὶ ἐπιστήμη ἀναιρεῖται, εἰ ὑποθώμεθα τὴν ἀρχὴν τῷ εἴδει ἔχειν τὸ ἕν. πάλιν δὲ εἰ ὑποθώμεθα τὴν ἀρχὴν τῷ ἀριθμῷ ἔχειν τὸ ἕν, καὶ οὕτως πολλὰ ἔσεται ἄτοπα· συμβήσεται γὰρ μὴ θεωρεῖσθαι διαφορὰν ἐν τοῖς πράγμασιν, ὅπερ πάλιν ἐστὶ παρὰ τὴν ἐνάργειαν, ὡς δείξει προϊὼν ὁ λόγος. οἷον γινέσθω ἡμῖν τὸ παράδειγμα ὡς ἐπὶ τῶν κδ στοιχείων. ἐὰν γὰρ ὑποθώμεθα τὰ ἐν διαφόροις συλλαβαῖς ἄλφα βα γα δα καὶ ὅσα ἄλλα τοιαῦτα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων στοιχείων ἀριθμῷ τὰ αὐτὰ ὑπάρχειν καὶ μὴ εἴδει, δῆλον ὡς ὅτι2 τοσαῦτα ἔσονται τὰ γράμματα, ὅσα καὶ τὰ στοιχεῖα, εἴτε ἐφεξῆς λαμβάνεται τὰ κδ στοιχεῖα εἴτε καὶ διαφόρως· ὥστε μία ἔσται σύνθεσις καὶ τὸ ἄλφα ἅπαξ συντίθεται, εἴ γε τὰ διάφορα τὰ αὐτὰ ὑπάρχουσι τῷ ἀριθμῷ. ὁ γὰρ Πλάτων πολυειδῶς θεωρεῖσθαι οὐ δύναται, ἐπειδὴ ἄτομόν τι ὑπάρχει, ὁ δὲ ἄνθρωπος, ἐπειδὴ εἶδος θεωρεῖται ἐν πλείοσιν ἀνθρώποις. οὕτως οὖν φημι καὶ ἐπὶ τῶν ἀρχῶν, ὅτι εἰ ὑποθώμεθα τὴν ἀρχὴν ἓν εἶναι κατ’ ἀριθμόν, δῆλον ὡς ὅτι οὐκ ἔσεται διάφορος ἡ σύνθεσις τῶν πραγμάτων ἡ ἐξ αὐτῆς προερχομένη, ἀλλὰ μία ἔσται σύνθεσις ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ὁρῶμεν γὰρ διαφόρους συνθέσεις ἵππου, ἀνθρώπου, κυνὸς καὶ ἄλλων πλείστων. οὕτως τοίνυν ἐφ’ ἑκάτερα ἐπιχειρῶν δείκνυσιν ὅτι οὔτε εἴδει ἓν δύναται εἶναι ἡ ἀρχὴ οὔτε δὲ ἀριθμῷ. φαμὲν δὲ ἡμεῖς ὅτι τῷ ὄντι οὔτε ἀριθμῷ ἐστιν οὔτε δὲ εἴδει· ὑπὲρ γὰρ ἀριθμόν ἐστι καὶ ὑπὲρ εἶδος ἡ πρώτη ἀρχή. τὸ γὰρ ἀριθμῷ ἓν ἔνυλον ὑπάρχει· ὑπὸ γὰρ τῆς ὕλης τεμαχιζόμενα τὰ ἄτομα οὕτως διαιροῦνται ἐν διαφόροις ὑποκειμένοις καὶ λέγονται ἀριθμῷ ἔχειν τὸ ἕν· ἡ δὲ πρωτίστη ἀρχὴ ἄυλός ἐστιν. οὔτε δὲ πάλιν δυνατὸν αὐτὴν ὑποτίθεσθαι εἴδει ἔχειν τὸ ἕν, εἴ γε ὑπὲρ πᾶν εἶδός ἐστιν, ἐπεὶ καὶ παρακτική ἐστι πάντων τῶν εἰδῶν.
“此外,关于本原,人们也可以提出这样的难题。” 他再次陈述他在前文所提出的另一个难题;因为他说,关于诸本原,探究它们是在相上为一还是在数目上为一,乃是值得探讨的。因为无论我们假定第一本原是在相上为一还是在数目上为一,实际上两种假设都会伴随荒谬的结论。因为如果它在相上为一,那么由本原所产生的事物也将只在相上具有一,而不再在数目上具有一,这乃是违背明晰事实的;因为存在之物中的每一个都在数目上具有一,例如苏格拉底、柏拉图、巴利奥斯、克珊托斯以及所有其他此类可知觉之物。除这些之外,还将不会有任何本原;因为相自身包含着众多事物,且相上为一之物并不像数目上为一之物作为这自身而为一那样也是一,而是众多的。并且结果还将导致知识被取消。因为知识是就依多数而被言说之物、即普遍者来考察的;因此,当不可分者[个别事物]不存在时,依多数而被述说的东西也将不再存在;因为它还能对什么做出述说呢?因此,如果我们假定本原在相上具有一,知识也将被取消。另一方面,如果我们假定本原在数目上具有一,这样推论同样会导致许多荒谬;因为结果将导致在事物中无法观察到差异,正如论证随后所展示的那样,这同样违背了明晰事实。例如,让我们以二十四个字母为例。因为如果我们假定在不同音节(ba、ga、da 以及所有其他此类音节)中的阿尔法,以及其他字母同样如此,在数目上是同一的而非在相上,那么显而易见,无论这二十四个字母是相继被取用还是以不同方式被取用,书写出来的字形将与字母一样多;因此组合将只有一种,并且阿尔法只被组合一次,如果不同之物在数目上确实是同一的话。因为柏拉图作为一个不可分者[个别事物]存在,因而不能在多种相下被观察,而人作为相,则在多数人中被观察到。因此,关于本原我也是这样主张的:如果我们假定本原依数目为一,显而易见由它所产生的诸事物的组合将不会是多样的,而只会是一种组合,这乃是违背明晰事实的;因为我们见到了马、人、狗以及极多其他事物的不同组合。因此,他通过从两方面进行论驳,表明本原既不可能在相上为一,也不可能在数目上为一。但我们主张,实际上它既非数目上的,亦非相上的;因为第一本原乃是超越数目且超越相的。因为在数目上为一之物是具质料而存在的;因为被质料所碎裂的不可分者[个别事物]正是以这种方式在不同载体中被分割开,并被说成在数目上具有一;而最第一的本原乃是无质料的。另一方面,如果它确实超越一切相,既然它还是一切相的产生者,假定它在相上具有一也是不可能的。
- 3.74κατὰ τίνος γὰρ ἔχει κατηγορηθῆναι;
动词 ἔχει 与被动不定式 κατηγορηθῆναι 连用,表达潜能或可能性(“何以能够被述说”)。其潜在主语为前文的 τὸ κατὰ πλειόνων κατηγορούμενον,以此修辞性反问说明若无个别事物存在,普遍者便失去了可以对其进行述说的对象。
- 3.74δῆλον ὡς ὅτι
这是在 δῆλον 之后将 ὡς 与 ὅτι 两个连词并列叠用的习惯用法(结合了 δῆλον ὡς 与 δῆλον ὅτι 两种结构),实质上起到副词性作用,意为“显而易见……”,引出后续的将来时直陈式动词 ἔσονται。
