← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§188.33-190.11

分离相的永恒性及其在质料中临在的难题

阿斯克勒庇俄斯讨论了由质料的未生成性推导相的永恒性这一论点、应假定分离相的事物范围、关于相的实体是一还是多的疑难,以及相如何存在于质料之中的问题及其借助太阳比喻给出的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.71

" Ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι, πολὺ ἔτι μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν." Δείξας, φησί, διὰ τῶν φθασάντων ὅτι ἀΐδιός ἐστιν ἡ ὕλη, φησὶν ὅτι εἰ ἐδείχθη ἀΐδιος οὖσα ἡ ὕλη, πολλῷ μᾶλλον ἔδει καὶ τὸ εἶδος τὸ κοσμοῦν τὴν ὕλην ἀΐδιον ὑπάρχειν, ὅπερ εἶδός ποτε ἐκείνη ἡ ὕλη γίνεται κοσμουμένη ἐξ αὐτοῦ. εἰ γὰρ μήτε τὸ εἶδός ἐστι μήτε δὲ ἡ ὕλη, οὐδὲν ἔσται τὸ παράπαν, εἴ γε πᾶν τὸ γινόμενον ἐξ ὕλης καὶ εἴδους τὴν γένεσιν ἔχει. εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον τὸ μὴ δύνασθαι εἶναι τὰ σύνθετα ἄνευ τοῦ προυφεστάναι τὰ ἁπλᾶ,1 ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον, τουτέστι παρὰ τὸ σύνθετον, τὸ κεχωρισμένον εἶδος. εἰ δὲ πάλιν τι ὑποθῆται εἶναι αὐτὸ κεχωρισμένον εἶδος παρὰ τὸ σύνθετον, πάλιν ἑτέρα ἀπορία ἀναφύεται ἡ ζητοῦσα ἐπὶ ποίων μὲν πραγμάτων ὑποθῆται χωριστὰ εἴδη, καὶ ἐπὶ τίνων μὴ ὑποθῆται. ὅτι μὲν οὖν ἐπὶ πάντων οὐ δυνατόν ἐστιν ὑποθέσθαι εἴδη χωριστὰ προφανές· οὐ γὰρ ἂν θείημεν εἶδος οἰκίας παρὰ τὰς κατὰ μέρος οἰκίας. ἡμεῖς δὲ εἰρήκαμεν ὅτι οὐδὲ ἐκεῖνοι πάντων ὑπετίθεντο εἶναι ἰδέας, ἀλλὰ τῶν κατὰ φύσιν καὶ φυσικῶν πραγμάτων· τῶν γὰρ τεχνητῶν οὐδὲ ἐκεῖνοι ὑπετίθεντο εἶναι ἰδέας οὔτε δὲ τῶν κακῶν· ἄτοπον γὰρ τὸ λέγειν τὸ ὑπὸ τοῦ τεχνίτου εἶδος ἐγγενόμενον προυπάρχειν τε καὶ ἀΐδιον εἶναι.

“此外,如果质料是由于未生成而存在,那么实体存在就更要合理得多了。” 他说,在通过前述论证表明质料是永恒的之后,他指出,如果质料被证明是永恒的,那么规定质料秩序的相作为永恒而存在就更加必然得多——那个质料有时通过由此相所规定而生成的正是这个相。因为如果相不存在,质料也不存在,那么既然凡生成之物皆从质料与相获得其生成,就根本不会有任何事物存在。但是,如果复合事物在没有单纯事物预先自立存在的情况下不能存在这一事实是必然的,那么在整体之外,即在复合物之外,必然有某种分离的相存在。然而,如果有人反过来假定在复合物之外存在着分离的相本身,那么另一个困难又会随之产生,即探究对于何种事物应当假定分离的相,对于何种事物则不应假定。对于一切事物不可能假定分离的相,这是显然的;因为我们不会在个别房屋之外确立一个房屋之相。然而我们已经说过,即便是那些哲人也并非假定一切事物皆有理念,而只假定合乎自然的事物和自然之物有理念;因为对于人工制造物,他们并不假定存在理念,对于恶的事物也是如此;因为断言由工匠所产生的相预先存在并且是永恒的,乃是荒谬的。

§3.72

"Πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται." Ὃ ζητεῖ διὰ τῶν ἐνταῦθα τοιοῦτόν ἐστι. φησὶν ὅτι εἰ ὑποτιθέμεθα εἴδη χωριστά, ἆρά γε ἑκάστου εἴδους μία ἐστὶν οὐσία ἢ διάφορος; οἷον ἀνθρώπων μία οὐσία καὶ πάλιν ἐστὶν ἵππων μία οὐσία, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἢ διάφορος; εἰ μὲν γὰρ ὑποθώμεθα μίαν εἶναι οὐσίαν, πόθεν ἡ διαφορὰ τοῖς ἐνταῦθα ἐφήκει; ἔδει γὰρ πάντας ἀνθρώπους ὁμοίους εἶναι ἀλλήλοις κατὰ μηδὲν διαφέροντας. εἰ δὲ πάλιν ὑποθώμεθα διάφορον εἶναι τὴν οὐσίαν ἐκείνην, καὶ οὕτως πάλιν ἄτοπόν τι ἕψεται τῷ λόγῳ· ἡ γὰρ διαφορὰ τοῖς πράγμασιν ἐκ τῆς ὕλης βλαστάνει· τὰ γὰρ νοητὰ πάντα ἀδιάφορα ἀλλήλοις ὑπάρχουσι. καὶ οὕτως μὲν προέρχεται ἡ ἀπορία· ἡμεῖς δέ φαμεν ὅτι πρῶτον μέν, καθὸ ἄνθρωποι, οὐδὲν ἀλλήλων διαφέρουσι· πρὸς δὲ τούτοις τὸ κατατεταγμένον εἶδος τὸ κατ’ ἀριθμὸν ὑπάρχον διάφορόν ἐστιν (ἄλλο γὰρ εἶδος τοῦ Σωκράτους καὶ ἄλλο τοῦ Πλάτωνος), τὸ δὲ ἀκατάτακτον ὡς ἐξῃρημένον ἕν ἐστι καὶ μονοειδές,2 καὶ διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν, κἂν μονοειδὲς ὑπάρχει, διάφορα καὶ πολλὰ ἀπογεννᾷ. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι πότερον ἡ οὐσία μία πάντων ἐστίν, οἷον ἀνθρώπων; ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἓν ἅπαντα ὑπάρχουσιν, ὧν ἐστιν ἡ οὐσία μία. ἀλλὰ πολλὰ καὶ διάφορα; διαφέρουσι γὰρ ἀλλήλων οἱ ἄνθρωποι. ἀλλὰ καὶ τοῦτο ἄλογον τὸ ὑποτίθεσθαι διαφορὰν ἐν τῷ νοητῷ· ἡ γὰρ διαφορὰ ἐκ τῆς ὕλης βλαστάνει. τὴν δὲ λύσιν ἡμεῖς εἰρήκαμεν.

“除这些之外,实体对于所有事物是否将是一体。” 他在此处所探讨的问题是这样的:他说,如果我们假定分离的相,那么每一相的实体是一还是相异?例如,人的实体是一,马的实体又是一,其他事物同样如此,还是说实体是相异的?因为如果我们假定实体是一,那么此地事物中的差异又从何而来?因为所有的人本应彼此相似而在任何方面皆无差异。但是,如果反过来我们假定那个实体是相异的,这样推论同样会导致荒谬;因为事物中的差异乃是萌生于质料;而一切可理知之物彼此之间皆无差异。困难便是如此展开的;但我们主张,首先,就作为人而言,他们彼此之间毫无差异;此外,依数目存在的被编列之相是相异的(因为苏格拉底的相是一回事,柏拉图的相又是另一回事),而作为超越者的非编列之相则是一且单一形态的,并且凭借其生成能力,即使它作为单一形态而存在,也产生出相异且众多的事物。因此,这便是他所说的:实体对于所有事物,例如人,究竟是一?但这很荒谬;因为实体为一的一切事物并不作为一而存在。还是众多且相异的?因为人们彼此不同。但在可理知界中假定差异同样是不合理的;因为差异萌生于质料。而我们已经指出了解决方案。

§3.73

"Ἅμα δὲ καὶ πῶς γίνεται ἡ ὕλη τούτων ἕκαστον." Πάνυ δριμυτάτην ἀπορίαν κινεῖ ἐνταῦθα ὁ Ἀριστοτέλης, ἥντινα ἐζήτησε καὶ ὁ Πλάτων καὶ ἐν τῷ Φαίδωνι καὶ ἐν τῷ Παρμενίδῃ. καί φησιν ὅτι πῶς τὸ εἶδος θεωρεῖται ἐν τῇ ὕλῃ; πῶς λέγεται ἕκαστον τέλειον εἶδος ἔχειν, ὅλον δὲ πάλιν οὐ δυνατόν, διότι ἐν διαφόροις ὑποκειμένοις ὑπάρχει; πῶς δὲ ἐν ἑνὶ δυνατὸν ὅλον εἶναι τὸ ὑπάρχον ἐν διαφόροις ὑποκειμένοις; φαμὲν οὖν ἡμεῖς, ὃ λέγεται καὶ ἐν τῷ Φαίδωνι, ὅτι οὔτε ὡς μόριον θεωρεῖται, οὔτε δὲ ὡς ὅλον ἐν ἡμῖν τὸ κεχωρισμένον εἶδος, ἀλλὰ μόνον καταλάμπει τὴν ὕλην· ὥσπερ γὰρ ὁ ἥλιος ἀπείρους ὀφθαλμοὺς καταλάμπων οὐ λέγεται εἶναι ἐν τοῖς ὀφθαλμοῖς οὔτε μόριον αὐτοῦ οὔτε ὅλον ἄλλους καταλάμπων,3 οὕτως φημὶ καὶ ἐπὶ τῶν εἰδῶν γίνεσθαι. τοῦτο οὖν ζητεῖ ὁ Ἀριστοτέλης ὅτι πῶς γίνεται ἡ ὕλη ἕκαστον τῶν εἰδῶν καὶ ἔστι τὸ σύνθετον ἄμφω ταῦτα τό τε εἶδος καὶ ἡ ὕλη.

“同时,质料又如何成为这些之中的每一个。” 亚里士多德在此处提出了一个极其尖锐的难题,柏拉图在《斐多篇》与《巴门尼德篇》中也曾探讨过这一问题。并且他说,相如何能够在质料中被观察到?每一者如何能被说成具有完满的相,而作为一个整体又不可能(因为它存在于不同的载体之中)?而在不同载体中存在之物,又如何可能在一个载体中作为整体而存在?因此我们说,正如在《斐多篇》中所说的那样,分离的相在我们之中既不作为部分被观察到,也不作为整体被观察到,而仅仅是照亮质料;因为正如太阳照亮无数双眼睛,却既不被说成在眼睛之中,也不在照亮其他眼睛时作为自身的一部分或整体存在,我说在相的情况中也是如此。因此亚里士多德所探讨的就是:质料如何成为诸相中的每一个,而复合物如何既是相又是质料这两者。

语法注3 条
  1. 3.71εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον τὸ μὴ δύνασθαι εἶναι τὰ σύνθετα ἄνευ τοῦ προυφεστάναι τὰ ἁπλᾶ

    τοῦτο 先取了其后同位语性质的带冠词不定式短语 τὸ μὴ δύνασθαι...。整体结构意为“如果[复合物在没有单纯物预先存在的情况下不能存在这一事实的否定]是不可能的(即,单纯物必须先于复合物存在是必然的事实)”。ἀδύνατον 用作表语形容词。

  2. 3.72τὸ κατατεταγμένον εἶδος τὸ κατ’ ἀριθμὸν ὑπάρχον διάφορόν ἐστιν ... τὸ δὲ ἀκατάτακτον ὡς ἐξῃρημένον ἕν ἐστι καὶ μονοειδές

    基于新柏拉图主义相论框架的对照结构。通过 δέ,处于质料之中并被编列的个体内在相(τὸ κατατεταγμένον εἶδος)与脱离物质、超越的非编列相(τὸ ἀκατάτακτον)作为主语被相对比。后一分句中的 ὡς ἐξῃρημένον 是表示资格或理由的副词性短语(“作为超越者”)。

  3. 3.73οὔτε μόριον αὐτοῦ οὔτε ὅλον ἄλλους καταλάμπων

    在太阳比喻中,οὔτε μόριον αὐτοῦ οὔτε ὅλον 承接前述的 λέγεται εἶναι ἐν τοῖς ὀφθαλμοῖς,作表语补足语(“不被说成作为自身的一部分或整体存在于眼睛之中”)。随后的 ἄλλους καταλάμπων 是分词短语,附加说明其同时照亮其他眼睛的情状。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:188.33-190.11