- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:187.35-188.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了亚里士多德将否认可感觉事物之外存在永恒实体之说推向荒谬的论证,论证了生成所必需的终极载体(第一质料)的永恒性,以及运动与生成必然具有有限的极限与目的。
οἷς γὰρ δοκεῖ πάντα τὰ αἰσθητὰ ἔνυλά τε εἶναι καὶ ἐν ῥύσει συνεχεῖ, τούτοις τὸ καὶ φθαρτὰ αὐτὰ εἶναι δοκεῖ. λαβὼν δὲ τὸ μηδὲν ἔσεσθαι ἀίδιον, εἰ μὴ εἴη τι παρὰ τὰ αἰσθητά, ἐπιφέρει τούτῳ ὡς ἀκόλουθον ἀλλὰ μὴν εἴ γε ἀΐδιον οὐδέν ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γινόμενον καὶ ἐξ οὗ γίνεται, καὶ τούτων τὸ ἔσχατον ἀγένητον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος, φησί, γενέσθαι ἀδύνατον· δεικνὺς ὅτι εἰ μή ἐστί τι ἀΐδιον, οὐδὲ γένεσις ἔσται, εἰ δὲ μὴ γένεσις, οὐδὲ τὰ γενητὰ εἴδη, εἰ δὲ μὴ τὰ γενητά, οὐδὲ τὰ αἰσθητά, εἴ γε τὰ αἰσθητὰ γενητά. ᾧ ἀκολουθεῖ τὸ εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι.1 ὅτι δὲ εἰ μή ἐστί τι ἀΐδιον, οὐδὲ γένεσις ἔσται, οὕτως ἔδειξεν. εἰ γίνεται τι, ἀνάγκη εἶναί τι τό τε γινόμενον, τουτέστιν ὃ γίνεται τὸ γινόμενον, καὶ ἄλλο τούτου τὸ ἐξ οὗ γίνεται· οἷον εἰ ἄνθρωπος γίνεται, δεῖ εἶναί γε καὶ δύνασθαι εἶναι καὶ τοῦτο ὃ γίνεται, τὸν ἄνθρωπον· ἀνυπάρκτου γὰρ ὄντος τοῦ ἀνθρώπου οὐδ’ ἂν γίνοιτο ἄνθρωπος. καὶ τὸ ἐξ οὗ γίνεται, φησί· πᾶν γὰρ τὸ γινόμενον ἔκ τινος γίνεται ἄλλου ὄντος παρὰ τὸ γινόμενον ἐξ αὐτοῦ, τοῦτο δέ ἐστι τὸ ὑποκείμενον καὶ ἡ ὕλη. πλείω γὰρ τὰ προσεχῆ ὑποκείμενα· ἄλλῳ γὰρ ἄλλο τῶν ὑποκειμένων τὸ προσεχῶς ὑποκείμενον. τούτων δὲ τῶν ὑποκειμένων ἀνάγκη τὸ ἔσχατον ὑποκείμενον ἀΐδιον [ἀνάγκη], φησιν, εἶναι. ἔσχατον δὲ ὑποκείμενον, φησίν, ἐστὶν ἡ πρώτη ὕλη. ἀναλύοντες γὰρ τὰ προσεχῆ ὑποκείμενα ἐν ἐκείνῃ ἐσχάτῃ παυόμεθα. ὅτι οὖν ἀΐδιος, φησίν, ἐστὶ δείκνυσιν ἐκ τοῦ εἰ μή ἐστί τι ἔσχατον ὑποκείμενον ἀΐδιον, ἐξ οὗ ἡ γένεσις, ἀκολουθήσει ἢ ἐπ’ ἄπειρον γίνεσθαι ἄλλο ἐξ ἄλλου ἢ ἐκ τοῦ μὴ ὄντος, φησί, γίνεσθαι· ἀμφότερα δὲ ἀδύνατα, ὡς ἐδείξαμεν, φησίν. εἶτά φησιν ὅτι πάσης κινήσεως τέλος ἐστίν, εἴ γε πᾶσα κίνησίς ποθέν ποι. τό τε γὰρ αὐξόμενον πέρας ἔχει τῆς αὐξήσεως, ὁμοίως δὲ καὶ τὸ ἀλλοιούμενον καὶ τὸ φθειρόμενον. ὥσπερ γὰρ πάσης κινήσεώς ἐστι πέρας, οὕτω δὲ καὶ γενέσεως. ὃ γὰρ οὐχ οἷόν τε γενέσθαι, οὐδέποτε γίνεται (ἡ γὰρ διάμετρος οὐδέποτε γίνεται σύμμετρος τῇ πλευρᾷ), ἀδύνατον δὲ γενέσθαι τὸ πέρας μὴ ἔχον τῆς γενέσεως ἀλλὰ γινόμενον ἐπ’ ἄπειρον, ὥστε οὐδὲ τὴν ἀρχὴν γίνεται.2 πᾶν ἄρα τὸ γινόμενον γενέσθαι δύναται, τὸ δὲ δυνάμενον γενέσθαι κἂν γένοιτο. ἀλλὰ μὴν 〈τὸ〉 γεγονὸς ἀνάγκη εἶναι, ὅτε πρῶτον γέγονε· τὸ γὰρ ὂν ὅτε ἐστὶ πέπαυται γινόμενον· δέδεικται γὰρ τοῦτο ἐν τῷ Ζ τῆς Φυσικῆς. εἰ δὲ ἔστι τὸ πρῶτον γεγονός, ἔστι πάντως πέρας τοῦ γινομένου.
因为对于那些认为一切可感觉事物皆为含质料的且处于不断流变之中的人来说,他们也认为这些事物是可毁灭的。在设定了若在可感觉事物之外别无他物则没有任何事物会是永恒的之后,他作为必然推论在此之上补充道:“然而,如果没有任何永恒之物,生成也就不可能存在。” 因为生成之物,以及它从中生成者,皆必然存在,并且如果确实有所止步,而且他说,从非存在生成是不可能的,那么这些[原因]之中的终极者必然是未生成的;这表明如果没有任何永恒之物,也就不会有生成,如果不存在生成,也就不会有生成的相,如果不存在生成的[相],也就不会有可感觉事物(若可感觉事物确实是可生成之物的话)。由此得出的推论是:如果只有可感觉事物存在,甚至可感觉事物也将不复存在。而如果没有任何永恒之物则生成也不会存在,对此他作了如下证明:如果某物生成,则生成之物——即生成之物所成为的那个东西——必然存在,而与之不同的、它从中生成者也必然存在;例如,如果人生成,则生成之物本身——即人——就必须存在且能够存在;因为如果人处于非自立存在状态,人也就绝不可能生成。他说,它从中生成者[也必然存在];因为凡生成之物皆从某种与从中生成之物不同的存在物生成,而这就是载体和质料。因为近取载体不止一个;对于不同的事物,载体中作为近取载体者各不相同。他说,在这些载体之中,终极载体必然是永恒的。他说,终极载体就是第一质料。因为在分析近取载体时,我们在那个终极载体处停了下来。因此他说,第一质料是永恒的,这是从如下前提证明的:如果不存在生成从中产生的永恒终极载体,其结果要么是一个接一个地无限生成,要么是从非存在生成;而他说,正如我们所表明的,两者皆不可能。随后他说,如果一切运动皆是从某处到某处,那么一切运动皆有目的。因为增长之物有增长的极限,变质之物与毁灭之物同样也有其极限。因为正如一切运动皆有极限,生成同样也有极限。因为凡不能生成者绝不会生成(正如对角线绝不会变得与边可通约),而没有生成的极限、无休止地处于生成过程中的东西是不可能生成的,因而它根本就生成不了。因此,凡生成之物皆能够生成,而能够生成之物也会生成。然而,已生成之物在其最初生成之时必然存在;因为存在之物当其存在时,就已经停止生成了;因为这在《物理学》第六卷中已经得到证明。如果存在最初已生成之物,那么生成之物无论如何都存在一个极限。
- 3.70ᾧ ἀκολουθεῖ τὸ εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι
与格关系代词 ᾧ 以先前一连串的连锁条件推论为先行词。动词 ἀκολουθεῖ 的主语是由中性单数定冠词 τὸ 引出的、包含条件句与宾格不定式短语的名词化结构(εἰ... ἔσεσθαι),意为“如果只有可感觉事物存在,甚至可感觉事物也将不复存在这一推论”。
- 3.70οὐδὲ τὴν ἀρχὴν γίνεται
短语 τὴν ἀρχήν 与否定词连用,是用作副词性宾格(adverbial accusative)的固定惯用表达,意为“根本不……”或“起初就完全不……”。它强调了由于缺乏生成的终点而在无限过程中进行的事物是不可能生成的,因而根本从一开始就无法生成这一逻辑推论。
