- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:187.1-187.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于若无永恒之物则生成亦不可能的论述,阿斯克勒庇俄斯依据质料因的永恒性以及运动的有限性与目的性加以阐明,并引述亚历山大的观点,指出一切可感觉事物皆毁灭的前提是基于通见的辩证假定。
" Ἀλλὰ μὴν εἴ γε ἀίδιον μή ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν." Εἰ μόνα τὰ αἰσθητὰ ὑπάρχουσιν, οὐδὲν ἔσεται ἀίδιον, ἐπειδὴ πάντα τὰ αἰσθητὰ ἐν φθορᾷ ὑπάρχουσιν. εἰ δὲ μηδέν ἐστιν ἀίδιον, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γινόμενον ἕτερόν τι πρὸ τῆς γενέσεως αὐτοῦ,1 οἷον σπέρμα πρὸ τοῦ ἀνθρώπου (ἐπειδὴ γάρ, φησίν, οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος), καὶ ἐξ οὗ γίνεται, τουτέστι τὸ ὑλικὸν αἴτιον. ἔδειξε δὲ ὁ λόγος, πῶς πᾶσά ἐστιν ἀνάγκη προϋφίστασθαι τὸ ὑλικὸν αἴτιον· διό φησι καὶ τούτων τῶν γινομένων τὸ ἔσχατον, τουτέστι τὸ ὑλικὸν αἴτιον, πᾶσά ἐστιν ἀνάγκη εἶναι ἀεί, εἴπερ ἵστανταί τε καὶ οὐκ ἐπ’ ἄπειρον ὑπάρχουσιν αἱ ἀρχαὶ οὔτε ἐπὶ τὰ κάτω οὔτε δὲ ἐπὶ τὰ ἄνω, ὡς ἔδειξεν ἐν τῷ ἐλάττονι Α, καὶ ὅτι οὐδέν ἐστι δυνατὸν γενέσθαι ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ὡς ὁ λόγος ἀνωτέρω ἀπέδειξεν. ἔτι δὲ γενέσεως οὔσης πᾶσά ἐστιν ἀνάγκη καὶ πέρας εἶναι, ἐπειδὴ ἡ γένεσις οὐκ ἄνευ κινήσεως δέδεικται ἐν τοῖς τελευταίοις λόγοις τῆς Φυσικῆς ἀκροάσεως, οὐκ ἔστι δὲ ἄπειρος οὐδὲ μία κίνησις ἀλλὰ πάσης ἐστὶ τέλος. εἰ γὰρ μὴ ἔχει τέλος, πᾶσά ἐστιν ἀνάγκη ἄσκοπον αὐτὴν εἶναι, οὕτως δὲ μάτην ἔσται· οὐδὲν δὲ μάτην οὔτε ὁ θεὸς οὔτε δὲ ἡ φύσις ποιεῖ ὄργανον οὖσα θεοῦ. ἔστιν οὖν αὐτὸ καὶ συλλογίσασθαι τοῦτον τὸν τρόπον. ἡ πεπερασμένη κίνησις δύναται γενέσθαι· πᾶν τὸ δυνάμενον γενέσθαι μόνον γίνεται· ἡ πεπερασμένη ἄρα κίνησις μόνη γίνεται, καὶ οὐχ ἡ ἄπειρος. δῆλον δὲ ὅτι καὶ ἡ οὐρανία κίνησις πεπερασμένη ἐστίν· ἀεὶ γάρ ἐστιν ἐν πέρατι καὶ ἐν τέλει, καὶ πᾶν ὃ ἂν λάβοις αὐτῆς καὶ πέρας ἐστὶ καὶ ἀρχή· ἐπὶ γὰρ τοῦ κύκλου 〈οὐ〉 δυνατόν ἐστι διακρῖναι τὸ πέρας τῆς ἀρχῆς, εἰ μήτι γε ἄρα θέσει. ὥστε οὐκ ἔστιν ἄπειρος οὐδεμία κίνησις διὰ τοὺς εἰρημένους λόγους, ἀλλὰ πάσης ἐστὶ τέλος διὰ τὸ ἔχειν σκοπὸν 〈τοῦ〉 γενέσθαι. δυνατὸν οὖν ἐστι τὸ δυνάμενον γενέσθαι, τὸ δὲ γεγονὸς ἀνάγκη εἶναι, ὅτε πρῶτον γέγονεν· ὅτε γὰρ γέγονεν ὁ Σωκράτης, δῆλον ὡς ὅτι ὑπῆρχε. φησὶν οὖν ὁ Ἀλέξανδρος ὅτι ἡνίκα φησὶ πάντα τὰ αἰσθητὰ φθαρτὰ εἶναι, κατὰ τὸ ἔνδοξον ἐπιχειρῶν ταῦτα λέγει, καθ’ οὓς ἐδόκει2 πάντα τὰ αἰσθητὰ γενητὰ εἶναι καὶ φθαρτά. μάλιστα δὲ τοῦτο ἐδόκει Πλάτωνι· καὶ γάρ, φησίν, εἰ ὑπετίθετο τὸν κόσμον μὴ φθαρήσεσθαι, ἀλλὰ τῇ γε αὐτοῦ φύσει φθαρτὸν αὐτὸν ἔλεγεν εἶναι· ἐπεὶ τῷ Ἀριστοτέλει κινεῖσθαι μὲν δοκεῖ πάντα τὰ αἰσθητά, οὐ μὴν καὶ φθαρτὰ εἶναι· τὸ γὰρ κυκλοφορητικὸν σῶμα ἀγέννητόν τε καὶ ἄφθαρτον ἡγεῖται. ἀλλὰ νῦν, φησίν, κατὰ τὸ ἔνδοξον ἐπιχειρεῖ.
“然而,如果没有任何永恒之物,生成也就不可能存在。” 如果只有可感觉事物存在,就没有任何东西是永恒的,因为一切可感觉事物都处于毁灭之中。但如果没有任何东西是永恒的,生成也就不可能存在;因为生成之物在其生成之前必然是某种别的事物,例如在人之前有种子(因为他说,任何事物都不能从绝无任何方式存在的事物中生成),并且[必然存在着]它从中生成者,也就是质料因。而论述已经表明,质料因之预先自立存在何以是绝对必然的;因此他说,如果在小阿尔法卷中所表明的那样,本原确实止步而无论向下还是向上都不至于无限存在,并且正如论述在上面所论证的那样,任何事物都不可能从绝无任何方式存在的事物中生成,那么在这些生成之物中作为终极者,也就是质料因,其永远存在乃是绝对必然的。此外,既然存在生成,也就绝对必然存在终点,因为正如在《物理学》最后几卷中所表明的那样,生成离不开运动,而没有任何运动是无限的,相反,一切运动皆有目的。因为如果运动没有目的,它就绝对必然是漫无目标的,这样它就会是徒劳的;而无论神还是作为神之工具的自然,都不会徒劳地做任何事。因此,也可以用如下方式对此进行推论:有限的运动能够生成;唯有凡能够生成者才生成;因此唯有有限的运动生成,而不是无限的[运动生成]。显而易见,天体的运动也是有限的;因为它总是处于极限和目的之中,并且无论你取它的哪一部分,它既是极限也是起点;因为在圆上,除非凭借设定,否则不可能把终点与起点区分开来。因此,由于上述理由,没有任何运动是无限的,相反,由于具有生成的追求目标,一切运动皆有目的。因此,能够生成者是可能者,而已生成者在其最初生成之时,则必然存在;因为当苏格拉底生成时,显而易见他存在。因此亚历山大说,当他[亚里士多德]说一切可感觉事物皆可毁灭时,他是依据通见进行论证而说这些话的,遵循了那些认为一切可感觉事物皆为可生成且可毁灭者的人的看法。这尤其是柏拉图的看法;因为亚历山大说,即使柏拉图假定宇宙不会毁灭,但他仍说宇宙依其本性是可毁灭的;因为在亚里士多德看来,虽然一切可感觉事物都在运动,但并不因此都是可毁灭的;因为他认为作圆周运动的物体是未生成且不朽的。但是亚历山大说,他现在是在依据通见进行论证。
- 3.70ἀνάγκη γὰρ εἶναί τι τὸ γινόμενον ἕτερόν τι πρὸ τῆς γενέσεως αὐτοῦ
在非人称结构 ἀνάγκη [ἐστί] 中,充当主语的不定式分句首先是 εἶναί τι τὸ γινόμενον ἕτερόν τι πρὸ τῆς γενέσεως αὐτοῦ(“生成之物在其生成之前是某种别的事物”,由后文人之前的种子作例证),并通过连词 καὶ 与后面的 [εἶναι] ἐξ οὗ γίνεται(“以及[存在着]它从中生成者”,即质料因)相并列。
- 3.70καθ’ οὓς ἐδόκει
关系代词短语 καθ' οὓς 照应语境中隐含的复数先行词(即认为一切可感觉事物皆可生成和毁灭的早期哲学家们)。亚历山大借此解释道,亚里士多德在此处声称所有可感觉事物皆可毁灭,并非阐述其定论,而是基于前人的通见(κατὰ τὸ ἔνδοξον)所作的辩证探讨。
