← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§185.25-186.40

仅承认可感实体的假定与天宇的永恒性

针对亚里士多德的引文(999b3)“也没有任何永恒之物或不动之物”,阿斯克勒庇俄斯探讨了若仅承认可感觉事物所带来的后果(调和天宇的可毁灭性与不朽性、无中不能生成、质料在时间上的未生成性),并通过潜能、现实与匮乏的概念阐明了凡具有时间开端者必具终点的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.69

" Ἔτι οὐδὲ ἀΐδιον οὐδὲν οὐδὲ ἀκίνητον." Φησὶν ὅτι εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, οὐδὲν ἔσται ἀΐδιον οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται, ἅτε δὴ ἐν κινήσει ὑπάρχει· πᾶσα δὲ κίνησις καὶ πέρας ἔχει, ὥστε καὶ φθοράν. καὶ δοκεῖ ἐνταῦθα ἑαυτῷ πως ἐναντιοῦσθαι ὁ Ἀριστοτέλης· εἰ γὰρ πάντα τὰ αἰσθητὰ φθείρονται, φανερὸν ὡς ὅτι καὶ ὁ οὐρανὸς φθείρεται· αἰσθητὸς γὰρ ὑπάρχει. πῶς οὖν ἐν ἄλλοις αὐτὸς ἡμᾶς ἐδίδαξεν ὅτι ἄφθαρτός ἐστι καὶ ἀΐδιος ὁ οὐρανός; τί οὖν ἐνταῦθα ἑαυτῷ ἐναντιοῦται; καί φασιν ὅτι οὐκ ἐναντιοῦται ἑαυτῷ, ἀλλὰ καὶ ἐνταῦθα ἀκολουθεῖ τοῖς εἰρημένοις ἐν τῷ Τιμαίῳ. κατ’ οὐσίαν μὲν γὰρ φθαρτός ἐστιν ὁ οὐρανός· διό φησιν ἐν ἐκείνοις ὁ Πλάτων ὡς ἀπὸ τοῦ θεοῦ λέγοντος πρὸς τὰ οὐράνια, ὅτι ἀθάνατα μὲν οὐκ ἐστέ, ἐπεὶ ὅλως ἐγένεσθε, ἔσεσθε δὲ ἄφθαρτα καὶ ἀγήρω ἐμοῦ γε ἐθέλοντος. ὥστε κατ’ οὐσίαν μὲν φθαρτός ἐστιν ὁ οὐρανός, διαρκεῖ δέ, φησίν, ἐπιναόμενος ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς, μέχρις ὅτε ἐπινάεται,1 ὡς εἴρηται αὐτῷ ἐν τῷ ὀγδόῳ λόγῳ τῆς Φυσικῆς πραγματείας. διὸ καὶ ὁ Πλάτων ἔλεγεν ὅτι γίνεται μὲν ἀεὶ ὁ οὐρανός (καθ’ ἕκαστον γὰρ νῦν φησιν αὐτὸν παράγεσθαι ὑπὸ τοῦ θεοῦ), ἄλλως τε δὴ τὴν ἐνέργειαν τῶν οὐρανῶν φησι φθείρεσθαι, διότι ἐν κινήσει ἐστί· πᾶν γὰρ τὸ ἐν κινήσει ὑπάρχον φθείρεται κατὰ τὴν ἐνέργειαν. ἡνίκα γὰρ γίνεται ὁ ἥλιος 〈ἐν〉 ταύρῳ, φανερὸν ὡς ὅτι ἐφθάρη ἡ ἐνέργεια αὐτοῦ καθ’ ἣν ὑπάρχει ἐν τῷ κριῷ, γέγονε δὲ ἐν ταύρῳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων οὐρανίων σωμάτων· ὥστε ἔχουσι τὴν κατὰ κίνησιν φθορὰν καὶ γένεσιν. τὰ μέντοι γε νοητὰ καὶ ἐξῃρημένα παντελῶς τῆς ὕλης οὐδεμίαν ἔχουσι μεταβολήν· διὸ οὔτε κατ’ οὐσίαν οὔτε κατὰ τὴν ἐνέργειαν δυνατὸν ἐστιν ὑποτίθεσθαι αὐτὰ φθαρτά· αἱ γὰρ ἐνέργειαι αὐτῶν οὐσίαι ὑπάρχουσι. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, οὐδὲν ἔσται ἀίδιον, οἷον τὰ οὐράνια, οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται καὶ ἐν κινήσει ἐστίν. ἀλλὰ μὴν εἰ ὑποθώμεθα μηδὲν εἶναι ἀίδιον, οὐδὲ γένεσιν εἶναι δυνατόν· τὰ γὰρ γινόμενα ἐξ ἀιδίου τινὸς γίνεται. οὐ γὰρ δυνατόν, φησί, τὶ γενέσθαι ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ἐπεὶ εἰ τοῦτο ὑποθώμεθα, πρῶτον μὲν ὑπόστασιν καὶ ὕπαρξιν παρέξομεν τῷ μὴ ὄντι, ὅπερ οὐχ οἷόν τε, καὶ κρεῖττον ποιήσομεν τὸ μὴ ὂν τοῦ ὄντος. πρὸς ἐπὶ τούτοις δὲ εἴγε δύναμιν τοῦ γενέσθαι, φησίν, ἢ οὐκ εἶχεν.2 εἰ μὲν οὖν μὴ εἶχεν, οὐδὲ ἐγίνετο· τὸ γὰρ μὴ ἔχον δύναμιν, φησί, τοῦ γενέσθαι οὐδέποτε γίνεται (ὁ γὰρ λίθος οὐχὶ γίνεται γράμμα, ἐπειδὴ οὐδὲ δύναμιν ἔχει τοιαύτην)· εἰ δ’ εἶχε δύναμιν, δῆλον ὡς ὅτι ὕλη ὑπῆρχεν. ὥστε πᾶσά ἐστιν ἀνάγκη ἀγένητον ὑποθέσθαι, φησί, τὴν ὕλην κατὰ χρόνον, οὐ μέντοι γε κατ’ αἰτίαν, ἐπειδὴ πᾶν τὸ ἔχον ἀρχὴν χρονικὴν πάντως καὶ πέρας σχήσει χρονικόν· εἰ δὲ ἔχει πέρας ἡ ὕλη, ἐπειδὴ πᾶν τὸ φθειρόμενον εἰς ὕλην καὶ εἶδος φθείρεται,3 δῆλον ὡς ὅτι καὶ ὕλη φθειρομένη εἰς ὕλην φθαρήσεται· ὥστε ἔσται ἐφθαρμένη πρὸ τῆς φθορᾶς ἑαυτῆς, ὅπερ ἐστὶν ἀδύνατον. ὅτι δὲ τὸ ἔχον χρονικὴν ἀρχὴν καὶ πέρας ἔχει, μανθάνομεν ἐντεῦθεν. ἰστέον ὅτι τὸ γινόμενον οἷον τὸ σπέρμα δύναμιν ἔχει τοῦ γενέσθαι ἄνθρωπος. ὅταν οὖν ἐστι σπέρμα, τὴν μὲν δύναμιν ἔχει ἐν ὑποστάσει τοῦ εἶναι σπέρμα, τὴν δὲ ἐνέργειαν τοῦ γενέσθαι ἄνθρωπος ἐν στερήσει. ἡνίκα οὖν γένηται ἄνθρωπος, τὴν μὲν ἐνέργειαν ἔχει ἐν ὑποστάσει (ὑπάρχει γὰρ ἄνθρωπος), τὴν δὲ δύναμιν ἐν στερήσει τοῦ φθαρῆναι. εἰ οὖν μὴ μάτην ἔχει τὴν δύναμιν, δῆλον ὡς ὅτι ἥξει καὶ ἡ δύναμις εἰς ὑπόστασιν, ὥσπερ ἦλθε καὶ ἡ ἐνέργεια· ὥστε πάντη πάντως καὶ πέρας ἕξει τὸ ἐσχηκὸς ἀρχὴν χρονικήν. εἰ δέ τις εἴποι περὶ τῶν ἀριθμῶν ὅτι ἀρχὴν μὲν ἔχουσι, πέρας δὲ οὐκ ἔχουσιν, ἐροῦμεν πρὸς αὐτόν, ὅτι ἡμῖν ὁ λόγος ἐστὶ περὶ τῶν γινομένων, οἱ δὲ ἀριθμοί, φησίν, οὐ γίνονται ἀλλὰ ὑπάρχουσιν.

“此外,也没有任何永恒之物或不动之物。” 他说,如果我们假定只有可感觉事物存在,就没有任何东西是永恒的或不动的;因为一切可感觉事物都会毁灭,因其确实处于运动之中;而一切运动皆有终点,因而也具有毁灭。在此,亚里士多德似乎在某种程度上与自身相矛盾;因为如果一切可感觉事物都会毁灭,显而易见天宇也会毁灭;因为它是作为可感觉者而存在的。那么,他自己在其他著作中又是如何教导我们天宇是不朽且永恒的呢?那么他在这里为何与自身相矛盾呢?人们说,他并没有与自身相矛盾,而在这里也是遵循了在《蒂迈欧篇》中所说的内容。因为就实体而言,天宇是可毁灭的;因此柏拉图在那些篇章中借神向天体说话之口说道:“你们既然完全是生成的,就并非是不死的,但凭借我的意愿,你们将是不灭且不老的。”因此,就实体而言,天宇是可毁灭的,但他[亚里士多德]说,天宇从万物的唯一本原那里承受着流溢而持续存留,只要它还承受流溢,正如他自己在《物理学探究》第八卷中所说的那样。因此柏拉图也曾说天宇总是在生成(因为他说天宇在每一个当下都被神产生出来),尤其是他[亚里士多德]说天体的现实活动因处于运动中而毁灭;因为处于运动中的一切事物,在其现实活动上都会毁灭。因为当太阳在金牛座生成[进入]时,显而易见它在白羊座所处的现实活动已经毁灭,而在金牛座生成了;在其他天体上也是同样;因此它们具有依循运动的毁灭与生成。然而,那些完全摆脱了质料的可理知事物则不具任何变化;因此无论就实体而言还是就现实活动而言,都不能假定它们是可毁灭的;因为它们的现实活动本身就是实体。因此,这便是他所说的:如果我们假定只有可感觉事物存在,就没有任何东西是永恒的(如天体),也没有任何东西是不动的;因为一切可感觉事物都会毁灭且处于运动之中。然而,如果我们假定没有任何东西是永恒的,生成也就不可能存在;因为生成之物是从某种永恒之物生成的。他说,某物从绝无任何方式存在的事物中生成是不可能的,因为如果我们这样假定,首先我们将把自立体与实有赋予非存在,这是不可能的,而且我们将使非存在优于存在。此外,他说,[生成之物]究竟是具有生成的潜能,还是不具有。如果它不具有,它也就不会生成;因为他说,不具有生成潜能的事物绝不会生成(因为石头不会生成为文字,因为它完全没有这样的潜能);但如果它具有潜能,显而易见质料就已经存在。因此他说,在时间上假定质料是未生成的,乃是绝对必然的(然而在原因上却非如此),因为凡具有时间开端之物,必定也具有时间终点;如果质料具有终点,既然凡毁灭之物都毁灭为质料与形式,显而易见质料在毁灭时也将毁灭为质料;因此在它自身毁灭之前它就已经毁灭了,这是不可能的。而凡具有时间开端之物也具有终点,我们可由此领会。应当知道,生成之物,例如种子,具有生成为人的潜能。因此,当它是种子时,它在自立形态中具有作为种子的潜能,而把生成为人的现实活动保留在匮乏之中。而当它生成为人时,它在自立形态中具有现实活动(因为它是作为人而存在的),而把毁灭的潜能保留在匮乏之中。因此,如果它并非徒然具有潜能,显而易见潜能也将进入自立形态,正如现实活动此前进入一样;因此,具有时间开端之物无论如何必定也具有终点。如果有人就数而言说它们具有开端却没有终点,我们将对他说,我们的论述是关于生成之物的,而数,他说,并非生成,而是原本就存在。

语法注3 条
  1. 3.69ἐπιναόμενος ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς, μέχρις ὅτε ἐπινάεται

    动词 ἐπινάομαι(承受流溢、注入)在新柏拉图主义语境中表示事物从第一本原持续获得实在或活动。现在分词 ἐπιναόμενος 修饰主动词 διαρκεῖ,作伴随状语(“承受着流溢而持续存留”),随后的 μέχρις ὅτε 从句则限定了这种存留的时间条件。

  2. 3.69πρὸς ἐπὶ τούτοις δὲ εἴγε δύναμιν τοῦ γενέσθαι, φησίν, ἢ οὐκ εἶχεν.

    该句为省略主语(τὸ γινόμενον)及与 ἢ οὐκ εἶχεν 相对的肯定肢(εἶχε)的破格略构。结合下文展开的选言假设(εἰ μὲν οὖν μὴ εἶχεν... εἰ δ’ εἶχε δύναμιν...)可知,此处是在提出两难选择:[生成之物]究竟是具有生成的潜能,还是不具有。

  3. 3.69ἐπειδὴ πᾶν τὸ φθειρόμενον εἰς ὕλην καὶ εἶδος φθείρεται

    介词短语 εἰς ὕλην καὶ εἶδος 表示复合物在毁灭时被分解、还原为其构成要素(质料与形式)。这构成了下文归谬法的前提:“ὕλη φθειρομένη εἰς ὕλην φθαρήσεται”(质料在毁灭时也将毁灭为质料)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:185.25-186.40