- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:184.19-185.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯论证了若无普遍者存在则对个别事物的认识与科学知识便不可能成立,继而阐释了关于脱离复合物的分离形式究竟涵盖一切事物还是仅及于某些事物的疑难划分结构。
" Ἔτι δὲ ἐχομένη τούτων ἀπορία." Ἐμνήσθη καὶ ταύτης τῆς ἀπορίας ἀνωτέρω· οὐκ ἐφεξῆς δὲ αὐτῶν μνησθεὶς ἐνταῦθα συνέταξεν αὐτὰς εἰκότως, ὡς ἔχονται ἀλλήλων, ὥς φησιν αὐτός· μετὰ γὰρ τὸ διαπορῆσαι περὶ τῶν γενῶν τῶν πόρρω καὶ τῶν ἐσχάτων, ἐφεξῆς ἀπορεῖ καὶ περὶ τῶν αἰσθητῶν. ἡ οὖν ἐχομένη, φησί, τούτων ἀπορία πασῶν χαλεπωτάτη καὶ ἀναγκαιοτάτη εἰς τὸ θεωρῆσαι, περὶ ἧς ὁ λόγος τῆς προσεχῶς εἰρημένης,1 ὅτι κυρίως γένη τὰ πόρρω ὑπάρχουσιν. εἰ γὰρ μηδὲν ὑποθώμεθα εἶναι παρὰ τὰ καθ’ ἕκαστα, ταῦτα δὲ ἄπειρα ὑπάρχουσιν, ἀναιρεθήσεται ἐπιστήμη, ἐπειδὴ τὰ καθ’ ἕκαστα, ὡς εἴρηται, ἄπειρα ὑπάρχουσι, τῶν δὲ ἀπείρων οὐκ ἔστι γνῶσις. καθὸ γὰρ ἕν τι καὶ ταὐτὸν ὑπάρχει, καὶ ᾗ καθόλου ὄντα τὰ πράγματα, οὕτως αὐτὰ γνωρίζομεν, οἷον τὸν καθόλου ἄνθρωπον ὡς ἕν τι γνωρίζομεν, καὶ τὸν καθόλου ἵππον πάλιν ὡς ἕν τι γνωρίζομεν. ὡς γὰρ εἴρηται, ἡ ἐπιστήμη τῶν καθόλου ὑπάρχει, καὶ καθὸ ἕν τί ἐστι τὰ πράγματα, οὕτως αὐτὰ γνωρίζομεν. ἡ οὖν γνῶσις καὶ ἡ ἐπιστήμη τῶν καθ’ ἕκαστα γίνεσθαι δοκεῖ, καθὸ ἕν τι καὶ ταὐτό ἐστι πᾶσιν αὐτοῖς· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενον· ὃ εἰ μὴ εἴη,2 οὐδ’ ἂν γνῶσις αὐτῶν δύναται γενέσθαι. εἰ δὲ εἴη ἐπιστήμη, δῆλον ὡς ὅτι καὶ τὰ καθόλου ὑπάρχουσιν. εἰ οὖν τοῦτο ἀναγκαῖόν ἐστι καὶ δεῖ τι εἶναι παρὰ τὰ καθ’ ἕκαστα, ἀναγκαῖον ἂν εἴη τὰ γένη εἶναι παρὰ τὰ καθ’ ἕκαστα· ταῦτα γάρ ἐστι τὰ καθόλου· καὶ φανερὸν ὡς ὅτι ἤτοι τὰ ἔσχατα ἢ τὰ πρῶτα. τοῦτο δὲ ὅτι ἀδύνατον εἶναι ἄρτι διηπορήσαμεν. καλῶς δὲ εἶπε τὸ διηπορήσαμεν, ἐπειδὴ τὸ ἀληθὲς ὑπ’ οὐδενὸς ἐλέγχεται· ἠπόρησε γὰρ μόνον ὅτι οὐκ εἰσίν, οὐ μὴν ἤλεγξεν.
“此外,与这些相连的还有一个疑难。” 他在前文也提到了这个疑难;虽然他没有连续地提及它们,但在这里他合乎情理地将它们编排在一起,正如他自己所言,因为它们彼此相连;因为在对远处的诸属和最终的诸属进行疑难考察之后,他紧接着也对可感觉事物提出疑难。因此,他说,与这些相连的疑难是所有疑难中最困难且对于观照而言最不可或缺的,方才所说的〔疑难〕中关于远处的属严格而言才作为属而存在的论据正是关涉于此。因为如果我们假定脱离个别事物便没有任何东西存在,而这些个别事物是无限的,科学知识就将被取消,因为正如所言,个别事物是无限的,而对无限者是不存在认识的。因为事物作为某种单一且同一者而存在,并且作为普遍者而存在,我们就是这样认识它们的,正如我们将普遍的人作为某种单一者来认识,又将普遍的马作为某种单一者来认识一样。因为正如所言,科学知识是关于普遍者的,而事物作为某种单一者,我们就是这样认识它们的。因此,对个别事物的认识与科学知识之所以似乎得以产生,就在于对它们所有事物而言存在着某种单一且同一者;因为[认识是]依据对它们普遍述说的普遍者的;如果这[普遍者]不存在,对它们的认识也就不可能产生。但如果科学知识存在,显而易见普遍者也就存在。因此,如果这是必然的,并且在个别事物之外必须存在某种东西,那么在个别事物之外存在诸属也就是必然的;因为这些正是普遍者;并且显然要么是最终的,要么是最初的。并且关于这不可能存在,我们刚才已经提出了疑难。他说“我们提出了疑难”用词极妙,因为真理是不会被任何东西驳倒的;因为他只是提出了它们不存在的疑难,而绝非加以驳倒。
"Ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης." Ὅπερ ἀπορεῖ διὰ τῶν ἐνταῦθα λεγομένων, τοιοῦτόν ἐστιν, ὅτι εἰ ὑποθώμεθα εἶναι χωριστὸν εἶδος αὐτὸ καθ’ αὑτὸ χωρὶς τοῦ συνθέτου, πᾶσά ἐστιν ἀνάγκη ἢ πάντων εἶναι χωριστὰ εἴδη τῶν γενητῶν, καὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν καὶ τῶν κακῶν ἁπλῶς, ἤγουν τινῶν, ἢ τινῶν μὲν τινῶν δὲ οὔ.3 καὶ οὐκ ἔστι παρὰ ταῦτα, καὶ τῷ ὄντι ἐστὶν ἄφυκτος ἡ διαίρεσις. φαμὲν τοίνυν ἡμεῖς ὅτι μόνων τῶν κατὰ φύσιν ὑπετίθεντο εἶναι ἰδέας. ὡς γὰρ εἴρηται ἐν τῷ μείζονι Α, οὔτε τῶν κακῶν λόγους ὑπετίθεντο οὔτε δὲ τῶν παρὰ φύσιν οὔτε τῶν τεχνητῶν. οὐ γὰρ ἔλεγον εἶναι εἶδος κλίνης αὐτὸ καθ’ αὑτὸ παρὰ τῷ δημιουργῷ· τοῦτο γὰρ καταγέλαστον ὑπάρχει. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ ἔστι τι παρὰ τὸ σύνολον, τουτέστιν τὸ σύνθετον, εἶδος αὐτὸ καθ’ αὑτὸ κεχωρισμένον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅπερ ὡς χωριστὸν ὑπάρχον κατηγορεῖται τῆς ὕλης, πότερον, εἰ ἔστιν εἶδος κεχωρισμένον, ἆρα πάντων τῶν πραγμάτων ἐστὶν ἢ τινῶν, ἤγουν τινῶν μέν ἐστι τινῶν δὲ οὐκ ἔστιν, ἢ οὐδενός ἐστιν. εἰ μὲν οὖν μηδέν ἐστι παρὰ τὰ καθ’ ἕκαστα, οὐδὲν ἂν εἴη νοητόν, ἀλλὰ πάντα αἰσθητά, καὶ οὕτως οὐδενὸς ἔσται ἐπιστήμη· ἀναιρεῖται γάρ, εἰ μή τις ὑποθῆται τὴν αἴσθησιν εἶναι ἐπιστήμην, καθάπερ ἔλεγε Πρωταγόρας.
“此外,即便在最高程度上存在着脱离统合物的某种东西,当某物被述说于质料时。” 他通过这里所说的话所提出的疑难是这样的:如果我们假定存在着自身脱离复合物而分离的形式,那么绝对必然的是,要么所有生成物都有分离的形式——包括顺应本性的事物、反常的事物以及径直是恶的事物——,要么只有某些事物有,或者某些事物有而某些事物没有。除这些之外再无其他可能,而且事实上这种划分是不可回避的。因此我们说,他们曾假定只有顺应本性的事物才存在相。因为正如在《大A》中所说的那样,他们既没有假定恶的事物的原由,也没有假定反常的事物或人造物的原由。因为他们没有说在造物者那里存在着自身独立的床的形式;因为这是可笑的。因此,这便是他所说的:如果存在着某种脱离统合物即复合物而自身分离的形式,当某物被述说于质料时,也就是作为分离者存在而被述说于质料的事物,那么如果存在分离的形式,究竟是属于一切事物,还是属于某些事物,即属于某些而不属于某些,抑或不属于任何事物。因此,如果脱离个别事物便没有任何东西存在,就没有任何东西是可理知的,而一切都将是可感觉的,这样也就不会有关于任何事物的科学知识;因为除非有人像普罗泰戈拉所说的那样假定感觉就是科学知识,否则[科学知识]就被取消了。
- 3.67περὶ ἧς ὁ λόγος τῆς προσεχῶς εἰρημένης
关系词短语 περὶ ἧς 指向先行词 ἀπορία,并省略了系动词 ἐστί。属格分词短语 τῆς προσεχῶς εἰρημένης 修饰名词 ὁ λόγος,省略了 ἀπορίας,指“刚才所说的[疑难]的[关于远处的属严格而言是属的]论据”。
- 3.67κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενον· ὃ εἰ μὴ εἴη
承接前句省略了谓语动词(如 γίνεται ἡ γνῶσις),需补充理解为“因为[认识是]依据对它们普遍述说的普遍者[而产生的]”。关系代词 ὃ 以前置词短语中的 τὸ καθόλου 为先行词。
- 3.68πᾶσά ἐστιν ἀνάγκη ἢ πάντων εἶναι χωριστὰ εἴδη τῶν γενητῶν... ἤγουν τινῶν, ἢ τινῶν μὲν τινῶν δὲ οὔ
在由无人称结构 πᾶσά ἐστιν ἀνάγκη 所支配的“宾格加不定式”句式中,连词 ἢ... ἤγουν... ἢ... 列出了穷尽性的析取支(分离形式究竟属于一切生成物,还是只属于某些事物,抑或属于某些而不属于某些),末尾并追加了“或者全无”。
