← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§183.6-184.18

脱离个别事物的普遍存在与知识的疑难

阿斯克勒庇俄斯注解了亚里士多德《形而上学》卷B第4章(999a16–999a24)中关于普遍(属)与个别事物分离的疑难。他剖析了原理若需分离存在则更高位的属更应是原理,而若脱离个别事物便无共同者存在则科学知识与理智均将被取消的双重难题结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.65

" Πάλιν δὲ πῶς αὖ δεῖ ταύτας ὑπολαβεῖν ἀρχάς, οὐ ῥᾴδιον." Ἐντεῦθεν αὐτοφυῶς καὶ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος δείκνυσιν ὅτι μᾶλλον τὰ γένη ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι, τὰ ἐξῃρημένα δῆλον·1 καὶ τοῦτο σαφῶς ἐνδείκνυται. τί γάρ; φησὶν ὅτι δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν εἶναι κεχωρισμένην παρὰ τὰ πράγματα, ὧν ἐστιν ἀρχή, καὶ δύνασθαι χωριζομένην εἶναι αὐτῶν· τοῦτο δέ ἐστι τὸ παρὰ τὰ καθ’ ἕκαστα ὑπάρχον, τουτέστι τὸ καθόλου. καὶ δεῖ σημειώσασθαι ὅτι φησὶ ‘δεῖ τὴν ἀρχὴν τὴν παρακτικὴν κεχωρίσθαι τῶν πραγμάτων, ὧν ἐστιν ἀρχή’· ὥστε οἶδε καὶ αὐτὸς τὰς ἰδέας καὶ τοὺς λόγους τοὺς δημιουργικοὺς τῶν πραγμάτων ἐξῃρημένους καὶ χωριστοὺς ὄντας. τί γάρ; φησὶν ὅτι δεῖ εἶναι τὴν ἀρχὴν καθόλου καὶ κεχωρίσθαι τῶν αἰσθητῶν· εἰ δὲ τοῦτο, τί ἄν τις ὑπολάβοι πλὴν ὅτι καθόλου κατηγορεῖται καὶ κατὰ πάντων; ἀλλὰ μὴν εἰ διὰ τοῦτο ἐστιν ἀρχή, διὰ τὸ καθόλου κατηγορεῖσθαι καὶ κατὰ πάντων τὸ εἶδος, τὰ μᾶλλον καθόλου καὶ προσεχῆ ὄντα τῇ μιᾷ τῶν πάντων ἀρχῇ μᾶλλον θετέον ἀρχάς· ὥστε κυρίως ἀρχαὶ τὰ πρῶτα ἂν εἴησαν γένη ὡς κατὰ πλειόνων κατηγορούμενα μᾶλλον καὶ προακτικὰ τῶν πάντων καὶ προσεχῆ τῇ μιᾷ τῶν πάντων ἀρχῇ. [εἰ μὲν οὖν μηδὲν εἴη παρὰ τὰ καθ’ ἕκαστα, ἀναιρεθήσεται ἐπιστήμη· τὰ μὲν γὰρ καθ’ ἕκαστα ἄπειρα, τῶν δὲ ἀπείρων οὐκ ἔστι γνῶσις· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενόν ἐστιν ἡ γνῶσις, ὅπερ καθόλου εἰ μὴ εἴη, οὐδ’ ἂν γνῶσις αὐτῶν δύναται γενέσθαι. εἰ δὲ ἡ ἐπιστήμη καὶ γνῶσις, ὅλως ἀκολουθήσει τὸ καὶ παρὰ τὰ καθ’ ἕκαστα εἶναι τὸ κοινόν, καθ’ ὃ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη συστήσονται. τοῦτο δέ ἐστι τὸ γένος ἢ τὸ ἔσχατον, ὃ κυρίως εἶδος καλεῖται, ἢ τὸ πρῶτον, ὃ γένος ἐστίν.] ἐντεῦθεν, ὡς εἴρηται, ἐπιχειρεῖ λέγων ὅτι οὐδὲ τὰ ἄτομα δύνανται εἶναι ἀρχαί. ἡ δὲ ἐπιχείρησίς ἐστι τοιαύτη. δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τινὸς εἶναι παρὰ τὸ πρᾶγμα τὸ οὗ ἀρχὴ καὶ αἰτία ἐστί, καὶ δύνασθαι χωρὶς εἶναι ἐκείνου, οὗ ἐστιν αἰτία. οὐδὲν δὲ δυνατὸν εἶναι καθ’ αὑτὸ κεχωρισμένον, ὃ μή ἐστι καθ’ ἕκαστα.2 εἰ γάρ τις τὰ εἴδη λέγοι εἶναι, ὅτι καθόλου πάντων τῶν ὑφ’ αὑτὰ καὶ τῶν καθ’ ἕκαστα κατηγορεῖται, καὶ ἔστιν ἄλλο ἑκάστου αὐτῶν, καὶ διὰ τοῦτο ἀρχὰς αὐτὰ λέγοι, τούτῳ τῷ λόγῳ τὰ ἐπαναβεβηκότα γένη μᾶλλον ἀρχαὶ τῶν εἰδῶν ἔσονται· μᾶλλον γὰρ ἐκεῖνα κοινὰ καὶ πλειόνων κατηγορεῖται.

“但另一方面,又该如何把这些设想为原理,也并非易事。” 从这里起,他顺理成章地顺应事物的本性表明,诸属——显然是超越的诸属——更应作为存在者的原理而存在,并且他清楚地指出了这一点。因为何以如此呢?他说,原理与原因必须脱离它作为其原理的那些事物而独立存在,并且能够从它们分离而存在;而这就是脱离个别事物而存在者,即普遍者。而且应当注意的是,他说“产生的原理必须脱离它作为其原理的事物而分离”;因此他自己也知道诸相以及事物的造物原由是超越且分离存在的。因为何以如此呢?他说原理必须是普遍的,并且脱离可感觉事物而分离;如果是这样,除了它被普遍地且对一切事物述说之外,人们还能设想什么呢?但是,如果形式由于被普遍地且对一切事物述说这一缘故而是原理,那么更为普遍且更邻近一切事物的唯一原理的事物,就更应当被设定为原理;因此,最初的诸属作为更广泛地被述说于更多事物、产出一切事物且邻近于一切事物的唯一原理者,严格而言才应是原理。[因此,如果脱离个别事物便没有任何东西存在,科学知识就将被取消;因为个别事物是无限的,而对无限事物是不存在认识的;因为认识是依据对它们普遍述说的普遍者而行的,如果这普遍者不存在,对它们的认识也就不可能产生。但如果科学知识与认识存在,那么必然全盘得出:认识与科学知识所赖以建立的共同者,也脱离个别事物而存在。而这要么是最终的属,即严格称为形式者,要么是最初的属,即属。]正如所言,从这里起他进行推论,说连不可分割者也不能成为原理。其推论如下:某物的原理与原因必须脱离它作为其原理与原因的事物而存在,并且能够独立于它作为其原因的那个事物而存在。然而,除了个别事物之外,没有任何东西能够自身独立分离存在。因为如果有人说诸形式之所以存在,是因为它们普遍地被述说于它们之下的所有事物以及各个别事物,并且有别于它们中的每一个,并因此称它们为原理,那么依此论据,更高位的诸属将比形式更应是原理;因为那些属更为共同,且被述说于更多事物。

§3.66

"Ἔστι δὲ ἐχομένη τούτων ἀπορία καὶ πασῶν χαλεπωτάτη." Ἐντεῦθεν πειρᾶται δεῖξαι ὅτι οὐχ ὑπάρχουσι μόνα τὰ αἰσθητὰ πράγματα. εἰ γὰρ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητὰ ἐν τοῖς οὖσιν, ἐπειδὴ ἄπειρα ταῦτα ὑπάρχουσι, τῶν δὲ ἀπείρων οὐκ ἔστι γνῶσις, φανερὸν ὡς ὅτι ἀναιρεθήσεται3 γνῶσις καὶ ἐπιστήμη, εἰ μή τις κατὰ τὸν Πρωταγόραν εἰς τὸ αὐτὸ περιαγάγοι τὴν αἴσθησιν καὶ τὴν ἐπιστήμην. τῶν γὰρ καθόλου ἐστὶν ἡ γνῶσις καὶ ἡ ἐπιστήμη καὶ οἱ ὁρισμοί, ὡς δέδεικται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ· τὰ δὲ καθόλου οὐκ ἔστιν αἰσθητὰ ἀλλὰ μᾶλλον νοητά. ὥστε εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, ἀναιρεῖται γνῶσις καὶ ἐπιστήμη, ὡς εἴρηται. πρὸς τούτοις δὲ καὶ μάτην ἔσται ὁ νοῦς, εἴ γε ὁ νοῦς τῶν καθόλου ἀντιλαμβάνεται. ὥστε ἀναγκαῖον εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα τὰ γένη ἤτοι τὰ ἔσχατα ἢ τὰ πρῶτα. τοῦτο δέ,4 φησί, ὅτι ἀδύνατον εἶναι ἄρτι διηπορήσαμεν. καὶ καλῶς προσέθηκε τὸ διηπορήσαμεν· τῷ ὄντι γὰρ ἠπόρησε μέν, οὐκ ἤλεγξε δέ· τὸ γὰρ ἀληθὲς οὐδέποτε ἐλέγχεται.

“与这些相连的有一个在所有难题中最困难的疑难。” 从这里起,他试图表明并非只有可感觉事物存在。因为如果我们假定在存在者中只有可感觉事物存在,既然这些事物是无限的,而对于无限者是不存在认识的,显然认识和科学知识就将被取消,除非有人按照普罗泰戈拉的说法,将感觉与科学知识归为同一事物。因为正如在《后分析篇》(论证的著作)中所表明的那样,认识、科学知识以及诸定义都是关于普遍者的;而普遍者并不是可感觉的,而是可理知的。因此,如果我们假定只有可感觉事物存在,正如所言,认识和科学知识就被取消了。此外,既然理智把握普遍者,理智也将是徒劳的。因此,诸属——无论是最终的还是最初的——必然作为脱离个别事物的某种东西而存在。并且他说,关于这不可能存在,我们刚才已经提出了疑难。他加上“我们提出了疑难”用词极妙;因为事实上他确实只是提出了疑难,而并未加以驳倒;因为真理是从不被驳倒的。

语法注4 条
  1. 3.65τὰ ἐξῃρημένα δῆλον

    名词短语 τὰ ἐξῃρημένα[γένη]后接充当副词或省略分句的 δῆλον(等于 δῆλον ὅτι)。它在句中起插入性同位语作用,指紧随诸属之后说明“显然是超越的诸属”。

  2. 3.65οὐδὲν δὲ δυνατὸν εἶναι καθ’ αὑτὸ κεχωρισμένον, ὃ μή ἐστι καθ’ ἕκαστα

    带有否定词 μή 的关系从句 ὃ μή ἐστι καθ’ ἕκαστα 限定了不定式结构中的主语 οὐδέν。整个句式骨架表明:“除了个别事物之外,没有任何东西能够自身独立分离存在”。

  3. 3.66φανερὸν ὡς ὅτι ἀναιρεθήσεται

    连词 ὡς 与 ὅτι 重叠出现(ὡς ὅτι),这是后古典期及拜占庭希腊语的常见赘语搭配,在此共同引导无人称谓词 φανερόν[ἐστι]的真正主语从句,表达“……是显而易见的”。

  4. 3.66καὶ καλῶς προσέθηκε τὸ διηπορήσαμεν· τῷ ὄντι γὰρ ἠπόρησε μέν, οὐκ ἤλεγξε δέ

    中性定冠词 τό 置于直陈式动词 διηπορήσαμεν 之前,将其名词化为引语(“‘我们提出了疑难’这个词”)。随后的分句借助 μέν... δέ 鲜明对比了仅仅提出疑难(ἠπόρησε)与彻底推翻驳倒(ἤλεγξε)之间的本质区别。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:183.6-184.18