- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:181.28-183.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷三(999a1–14),针对亚里士多德依据一与不可分割性、以及在先与在后的关系(数、图形及优劣序列)来否定属是原理的论证进行剖析,并在阐明超绝之属的生成力量的同时,分析了视最下位形式为原理的论理逻辑。
" Ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν." Ἑτέρα ἐπιχείρησις, καί φησιν ὅτι μᾶλλον ἀρχοειδές ἐστι τὸ ἕν, ἓν δὲ κυρίως ἐστὶ τὸ ἀδιαίρετον· μᾶλλον οὖν τὸ εἶδος ἀρχὴ ὡς ἀδιαίρετον ἤπερ τὸ γένος· ὁ γὰρ ἄνθρωπος οὐ διαιρεῖται ὥσπερ τὸ ζῷον εἰς τὰς οἰκείας διαφοράς. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν ὅτι καὶ κατὰ τοῦτο ἔστι θεάσασθαι τὴν δύναμιν τοῦ γένους καὶ τὴν ὑπερβολὴν τῆς δυνάμεως τῆς οὐσίας, ἐπειδὴ οὐ δαπανᾶταί τι ἐξ αὐτοῦ τοσούτων ἀπογεννωμένων καὶ προερχομένων ἐξ αὐτοῦ. ἐξ οὗ δέ τι ἀπογεννᾶται καὶ προέρχεται, ἐκεῖνο μᾶλλον γένος θετέον ἤπερ τὸ μηδὲν ἀπογεννῶν. ἅπαν οὖν, φησί, τὸ ἀδιαίρετον1 ἢ κατὰ ποσόν ἐστιν ἢ κατ’ εἶδος. πρότερον δέ ἐστι τὸ κατ’ εἶδος, ἐπεὶ ἡ κατ’ εἶδος διαίρεσις ἐν πάσαις ταῖς κατηγορίαις θεωρεῖται, ἡ δὲ κατὰ ποσὸν ἐν μόνῳ τῷ ποσῷ· ὥστε εἰκότως προτέραν φησὶν ὁ Ἀριστοτέλης τὴν κατ’ εἶδος διαίρεσιν. τὰ δὲ γένη διαιρετά ἐστιν εἰς εἴδη. ὥστε μᾶλλον ἕν ἐστι τὸ ἔσχατον κατηγορούμενον· οὐ γάρ ἐστι γένος ἄνθρωπος τῶν τινῶν ἀνθρώπων, ἵνα καὶ διαιρεθῇ εἰς αὐτούς.2
“再者,如果一确实更具有原理的性质。” 这是另一个论证,并且他说,一更具有原理的性质,而严格意义上的一是不可分割者;因此,形式作为不可分割者,比属更应是原理;因为人不像动物那样被分割为各自固有的种差。这些是亚里士多德的论点;而我们则说,在这方面人们也可以看到属的力量以及实体力量的超越性,因为即便有如此多的东西从它产生并派生出来,它自身也丝毫不受损耗。而某种东西从之产生并派生出来的那个东西,比起不产生任何东西者,更应当被设定为属。因此他说,一切不可分割者要么依数量而言,要么依形式而言。但依形式而言者更为在先,因为依形式而行的分割在一切范畴中均可见到,而依数量而行的分割仅见于数量之中;因此亚里士多德有理由说依形式而行的分割是在先的。然而诸属是可以分割为诸种(形式)的。因此,在最末端被述说的东西更为是一;因为人并不是个别诸人的属,从而不可能被分割为他们。
"Ἔτι ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστιν, οὐχ οἷόν τε." Ὅπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. τοῦτο οὖν λέγει ὁ Ἀριστοτέλης, ὅτι ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον κατηγορεῖται, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα, τουτέστι τὸ κοινῶς κατηγορούμενον τούτων οὐκ ἔστιν γένος. οἷον ἐπειδὴ ἡ δυὰς πρώτη ἐστὶ τῶν ἀριθμῶν, καὶ ἡ τριὰς καὶ ἐφεξῆς, οὐκ ἔστι τις ἀριθμὸς παρὰ τὰ εἴδη τῶν ἀριθμῶν, 〈ὃς〉 γένος ὑπάρχει τῶν ἀριθμῶν, 〈ἐπεὶ〉 τὸ πρότερον καὶ τὸ ὕστερον θεωρεῖται ἐν τοῖς ἀριθμοῖς. ὁμοίως δὲ οὐδὲ σχῆμά ἐστι παρὰ τὰ εἴδη τῶν σχημάτων, ἐπειδὴ καὶ ἐν αὐτοῖς θεωρεῖται τὸ πρότερον καὶ τὸ ὕστερον· φαμὲν γάρ, εἰ τύχοι, πρότερον εἶναι τὸ τρίγωνον, εἶτα τὸ τετράγωνον καὶ ἐφεξῆς. εἰ τοίνυν ἐπὶ τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, σχολῇ γε ἐπὶ τῶν ἄλλων,3 τουτέστιν οὐδαμῶς ἐπὶ τῶν ἄλλων, τὸ κοινῶς κατηγορούμενον γένος ἐστίν, ἐπεὶ τούτων μᾶλλον δοκοῦσιν εἶναι γένη, τουτέστι τῶν σχημάτων καὶ τῶν ἀριθμῶν. ἐν δὲ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον· οὔτε γὰρ ἵππον πρότερον φαμεν ἀνθρώπου ἢ ἄνθρωπον ἵππου· καὶ διὰ τοῦτο τὸ κοινῶς κατηγορούμενον γένος ἐστί, τουτέστι τὸ ζῷον.
“此外,在具有在先者与在后者之事中,不可能。” 这正如我们在概论中所说的那样。因此亚里士多德的意思是:在那些可被述说为在先与在后的事物中,在它们之上的东西不可能是脱离它们的某种东西;也就是说,对它们普遍述说的东西并不是属。例如,既然二在诸数中最先,然后是三,以此类推,因而在诸数的诸形式之外就不存在任何作为诸数之属而存在的数,因为在诸数中可见到在先与在后。同样,在诸图形的诸形式之外也不存在图形,因为在它们之中也可见到在先与在后;因为例如,我们会说三角形是在先的,其次是四边形,以此类推。因此,如果在这些事物中普遍被述说的东西不是属,那么在其他事物中就更不可能了——即在其他事物中普遍被述说的东西绝不是属——因为属似乎更应属于这些事物,即属于诸图形与诸数。但在诸不可分割者中,不存在一者在先而另一者在后;因为我们既不说马在人先,也不说人在马先;正因如此,普遍被述说的东西是一个属,即动物。
"Ἔτι ὅπου τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, ἀεὶ τὸ βέλτιον πρότερον." Ἐντεῦθεν πειρᾶται δεῖξαι ὅτι οὐδὲ τὰ κυρίως νομιζόμενα γένη ὑπάρχουσι, τουτέστι τὸ ζῷον ἤ τι τοιοῦτο. ὅπου μὲν γὰρ θεωρεῖται τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, αὐτὸ τὸ βέλτιον πρότερον, ὥστε πρότερος ὁ ἄνθρωπος τοῦ ἵππου· ἐν οἷς δὲ τὸ πρότερον καὶ ὕστερον θεωρεῖται, τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, ὥστε οὐδὲ τοῦτο ἂν εἴη γένος. οὐκ ἄρα ἔστι [δὲ] γένος τὸ ζῷον τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου· ἔστι γὰρ προτέρου τρόπος καὶ τὸ βέλτιον,4 〈ὡς〉 ἐν τῇ τοῦ προτέρου διαιρέσει ἐν Κατηγορίαις ἐδείχθη· ἐν πᾶσι δὲ τοῖς γένεσιν ἔστι τὸ μὲν βέλτιον, τὸ δὲ χεῖρον τῶν εἰδῶν. ὥστε οὐδὲν τῶν γενῶν ἀρχή, ἀλλὰ μᾶλλον τὰ ἄτομα 〈εἴδη〉, ἐπειδὴ τῶν ὑπ’ αὐτὰ ἀτόμων οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον.
“此外,凡是一者较优而另一者较劣之处,较优者总是在先的。” 从这里起,他试图表明,连那些被严格认为是属的东西也不存在[作为属而存在],即动物或诸如此类的东西。因为凡是可见一者较优而另一者较劣之处,较优者本身就是较在先的,从而人先于马;而在那些可见在先与在后的事物中,普遍被述说的东西不是属,因此这也不会是属。所以动物并不是人和马的属;因为正如在《范畴篇》关于在先者的划分中所证明的那样,较优也是在先的一种方式;而在所有的属中,诸种(形式)总是一者较优,另一者较劣。因此诸属没有一个是原理,倒不如说诸不可分割的[形式]是原理,因为在它们之下的诸不可分割者中,不存在一者在先而另一者在后。
"Ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων." Ἐκ τῶν εἰρημένων λόγων μᾶλλον φαίη ἄν τις τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχὰς εἶναι ἤπερ τὰ γένη, ἐπειδή, ὡς εἴρηται, οὐ θεωρεῖται ἐν τοῖς ὑπ’ αὐτὰ ἀτόμοις τὸ πρότερον καὶ τὸ ὕστερον.
“因此,从这些来看,在不可分割者之上的那些[被述说者]似乎更[是原理]。” 从所述论据来看,人们倒不如说在诸不可分割者之上被述说的东西比诸属更应是原理,因为正如所说,在它们之下的不可分割者之中,见不到在先与在后。
- 3.61ἅπαν οὖν, φησί, τὸ ἀδιαίρετον
插入词 φησί(他说)的主语指亚里士多德,指代其在999a2–4中关于数量与形式上不可分割性的区分。紧随其后的分句 ἡ δὲ κατὰ ποσὸν ἐν μόνῳ τῷ ποσῷ 中,省略了前句的动词 θεωρεῖται。
- 3.61ἵνα καὶ διαιρεθῇ εἰς αὐτούς
ἵνα 引出的从句表达结果或逻辑推论,而非目的(这是后古典希腊语中的常见用法),表明既然“人”不是个别诸人的属,自然也不产生被分割为他们这一推论。
- 3.62σχολῇ γε ἐπὶ τῶν ἄλλων
习惯短语 σχολῇ γε 表示“更不用说不……”、“绝不”(反向强论推论 a fortiori)。紧接着的解释句 τουτέστιν οὐδαμῶς ἐπὶ τῶν ἄλλων(即在其他事物中绝不)明确指出了其含义。
- 3.63ἔστι γὰρ προτέρου τρόπος καὶ τὸ βέλτιον
προτέρου 是修饰 τρόπος 的限制属格(“在先者的诸种方式”)。表语前置,主语为 τὸ βέλτιον(较优者/较优)。这指向《范畴篇》第12章中所划分的“在先”的诸种含义(时间上的先、本性上的先、次序上的先、以及优越者在先等)。
