- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:180.20-181.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯批判了若存在与一不是属则非原理的论点,辩护了复合的中间项被称为属的合理性,并从唯一的超绝原理产生万物的角度,解决了因种差比属更像形式而导致原理无限的难题。
" Ἀλλὰ μὴν εἰ μὴ γένη, οὐδὲ ἀρχαὶ ἔσονται." Ἐντεῦθεν δείκνυσι συλλογιζόμενος ἐν δευτέρῳ σχήματι ὅτι εἰ μὴ γένη ταῦτα, οὐδὲ ἀρχαὶ ὑπάρχουσιν· αἱ ἀρχαὶ γένη, τὸ ὂν καὶ τὸ ἓν οὐ γένη, οὐκ ἄρα ἀρχαὶ τὸ ὂν καὶ τὸ ἕν. λέγομεν οὖν ὅτι ἡμάρτηται ἡ καταφατικὴ πρότασις ἡ λέγουσα ὅτι αἱ ἀρχαὶ γένη. τίς γὰρ ἀρχή ἐστι γένος·1 οὔτε γὰρ πᾶσαι ἀρχαὶ γένη· οὐδέπω γὰρ καὶ ἡ ὑλικὴ ἀρχὴ γένος ὑπάρχει.
“再者,如果它们不是属,它们也不会是原理。” 从这里起,他通过在第二格中进行三段论证明:如果这些不是属,它们便不作为原理而存在。原理是属,存在与一不是属,因此存在与一不是原理。于是我们说,主张原理是属的那个肯定前提是错误的。因为有什么原理是属呢[或者:只有某种原理是属]?因为并非所有的原理都是属;因为连质料原理也绝不作为属而存在。
"Ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα." Ἀσθενὴς ἡ ἐπιχείρησις ἡ δεικνύουσα νῦν ὅτι οὐ γένη τό τε ἓν καὶ τὸ ὄν. τὸν δὲ λόγον οὕτως προφέρει. φησὶ γὰρ ὅτι τὰ μεταξὺ συλλαμβανόμενα γένη ὑπάρχουσιν, οἷον τὸ ζῷον πτηνὸν καὶ τὸ πεζὸν δίπουν· ὥστε εἰ ὑποθώμεθα γένος τὸ ὂν καὶ τὸ ἕν, ἔσονται καὶ αἱ διαφοραὶ αὐτῶν γένος μετ’ αὐτῶν μέχρι τῶν ἀτόμων, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ὁρῶμεν τὸ τοιοῦτο γινόμενον· νῦν δὲ τὰ μὲν δοκεῖ ἐν τούτοις ἔχειν, τὰ δὲ οὐ δοκεῖ. οὐδὲ γὰρ καὶ ἐπὶ τῶν στερήσεων, οἷον τὸ δίπουν ζῷόν ἐστι γένος, οὐδέπω δὲ καὶ τὸ ἄπουν ζῷον· στέρησις γάρ ἐστι τὸ ἄπουν. φαμὲν οὖν ἡμεῖς πρὸς τοῦτο, ὅτι οὐκ ἄτοπον καὶ τὰς διαφορὰς συμπλεκομένας μετὰ τῶν γενῶν λέγεσθαι γένη, οἷον τὸ ζῷον πτηνόν, ἐπειδὴ οὐκ ἴσχυσεν ἡ συνήθεια ἑνὶ ὀνόματι ἀμφότερα προσαγορεῦσαι. ὥστε καλῶς ἐλέγετο ὡς ὅτι2 λογικωτέρα ἐστὶν ἡ ἐπιχείρησις.
“此外,中间者若被一同取用。” 现在用以表明一与存在不是属的这个论证是软弱无力的。但他如下阐述这一论据。因为他说,〔与种差〕一同取用的中间者是作为属而存在的,例如有翼动物和两足陆生动物;因此,如果我们假定存在与一是一个属,那么直到不可分割之物为止,连同它们在一起的它们的种差也将是一个属,正如我们在其他事物上看到发生这样的情况一样。但实际上,在这些事物中,有的看似如此,有的看似不如此。因为在缺失的情形中也不如此:例如两足动物是一个属,但无足动物还不是一个属;因为无足是一种缺失。于是我们对此说道,种差与属交织在一起被称为属并不是荒谬的,例如有翼动物,这是因为语言习惯无力用单一的名称来同时称呼二者。因此,先前说这个论证较为偏于名理(形式化)是完全合理的。
"Πρὸς δὲ τούτοις ἔτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη." Πάλιν ἑτέρα κατασκευὴ ὅτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ὑπάρχουσιν ἤπερ τὰ γένη. αἱ γὰρ διαφοραί, φησίν, εἴδει ἀναλογοῦσι, τουτέστι τὸ λογικόν, τὸ δὲ γένος ὕλῃ ἀναλογεῖ, ὡς εἴρηται ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου· μᾶλλον δὲ τὸ εἶδος ἀρχὴ ἤπερ ἡ ὕλη, ὥστε μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ὑπάρχουσιν ἤπερ τὰ γένη. εἰ δὲ ὑποθώμεθα ἀρχὰς εἶναι τὰς διαφοράς, ἄπειροι ἔσονται αἱ ἀρχαί· ἄπειροι γάρ εἰσιν αἱ διαφοραί, ἄλλως τε κἂν3 τις ἀρχὴν ὑποθῆται εἶναι τὴν πρώτην, τουτέστι τὸ ὂν ἤγουν τὸ ἕν. οὕτως γὰρ ἄπειροι τῷ ὄντι ἔσονται ἀρχαί, ἐάν τις ὑποθῆται διαφορὰς πάντων τῶν ἐμψύχων, τουτέστι βοτανῶν μυρίαι ὅσαι ὑπάρχουσι, καὶ ἀψύχων πάλιν ὁμοίως. φαμὲν οὖν ἡμεῖς πρὸς τοῦτο, ὅτι τὸ γένος τὸ ἐξῃρημένον ἕν ἐστι καὶ οὐκ ἄπειρον, ἐξ οὗ τὰ ἄλλα πάντα προέρχονται· λοιπὸν ἐκεῖθεν προερχόμενα ἄπειρα γίνονται, καὶ ἔστι θαυμάσαι τὴν ἀέναον πηγὴν ἐκείνην τὴν ἀεὶ μὲν χορηγοῦσαν καὶ μηδέποτε ἐπιλείπουσαν· τοῦτο δὲ αὐτῇ προσγίνεται ἐκ περιουσίας δυνάμεως. καλῶς δὲ προστέθεικεν ὁ Ἀριστοτέλης εἰπὼν ἄλλως τε κἄν τις πρῶτον γένος ἀρχὴν τιθῇ. ἐὰν γὰρ λάβωμεν προσεχὲς γένος, οὐ γίνονται ἄπειροι αἱ διαφοραί, οἷον τὸ προσεχὲς τὸ ζῷον· ὀλίγαι γάρ εἰσιν ὑπ’ αὐτὸ διαφοραί· ὁ δὲ Ἀριστοτέλης ὡς πρὸς τὸ ὂν τὴν ἐπιχείρησιν ἐποίησεν. εἴρηται δὲ ὅτι καὶ τὸ γένος, ὅπερ ἐστὶν ἀρχή, τὸ ἐξῃρημένον ἕν ἐστι· λοιπὸν ἐξ αὐτοῦ προΐασιν αἱ διαφοραὶ ἄπειροι οὖσαι. ὥστε οὐκ ἄπειροι αἱ ἀρχαί, ἐπεὶ τῷ ὄντι οὕτως οὐκέτι ἔσονται ἀρχαί.
“除这些之外,种差甚至比属更应是原理。” 这又是另一个论证,表明种差比属更应是原理。因为他说,种差相当于形式——即理性的——而属相当于质料,正如在波菲利的《引论》中所指出的;形式比质料更应是原理,从而种差比属更应是原理。但如果我们假定种差是原理,原理就将是无限的;因为种差是无限的,尤其是如果有人假定第一者、即存在或一是原理的话。因为这样一来,原理便确确实实会是无限的,若有人假定所有有生命之物的种差——即在植物中存在着千千万万——以及对无生命之物又同样如此假定。于是我们对此说道,超绝的属是唯一的而非无限的,其他一切皆从它产生;因此,从它产生之物便成为无限的,而人们应当赞叹那永流不息、始终供给而永不匮竭的源泉;这是由于力量的充裕而归属于它的。亚里士多德补充说道“尤其是如果有人把第一属设定为原理”,这是很恰当的。因为如果我们取近邻的属,种差就不会成为无限的,例如作为近邻的动物;因为在它之下的种差是少数的;但亚里士多德是针对存在建立其论证的。而前面已经说过,作为原理的属,即那个超绝的属是一;因此,种差作为无限者从它产生。所以原理并不是无限的,因为若真那样,它们就根本不再是原理了。
- 3.58τίς γὰρ ἀρχή ἐστι γένος
将带有重音的疑问代词 τίς 视为反问句(“因为有什么原理是属呢?”)。另一种可能解读是将其视作不定代词 τις(“因为只有某种原理是属”),但由于紧接着有解释从句“因为并非所有的原理都是属”,将其理解为对“原理是属”这一普遍前提的强烈反驳性疑问更为自然。
- 3.59ὡς ὅτι
连词重叠 ὡς ὅτι 是晚期希腊语中常见的成语性用法,等同于引出从句的普通 ὅτι(“即……”、“表明……”),在此处引导依赖主动词 ἐλέγετο 的补足从句。
- 3.60ἄλλως τε κἂν
成语 ἄλλως τε καί(“尤其是”、“特别是”)与条件虚词 ἄν 相结合的形式(κἂν = καὶ ἄν),意思是“尤其是如果有人假定……的话”。它作为条件状语修饰主句 ἄπειροι γάρ εἰσιν αἱ διαφοραί。
