- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:179.18-180.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《形而上学》998b22–26中论证存在与一不是属之处,阿斯克勒庇俄斯分析了为何属与种都不能述谓其本己的种差,并阐释了若假定存在与一为属则会导致种差独立自存这一荒谬后果的归谬法论证。
" Οὐχ οἷόν τε δὲ τῶν ὄντων ἓν εἶναι γένος οὔτε τὸ ἓν οὔτε τὸ ὄν." Οὐκ ἐκ παραλλήλου λέγει τὸ ἕν, ἀλλὰ δεῖ προσυπακούειν τὸ κοινόν·1 οὐ δυνατόν, φησί, τῶν ὄντων ἓν κοινὸν γένος εἶναι τὸ ὂν καὶ τὸ ἕν, καθάπερ καὶ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. ἀνάγκη μὲν γὰρ τὰς διαφορὰς ἑκάστου γένους καὶ εἶναι καὶ μίαν εἶναι ἑκάστην· πᾶσα γὰρ διαφορὰ γένους διαιρετικὴ καὶ ὂν καὶ ἕν ἐστιν, ὥστε καὶ αἱ τοῦ ἑνὸς καὶ αἱ τοῦ ὄντος διαφοραί, εἰ γένη ταῦτα τό τε ὂν καὶ τὸ ἕν, [ταῦτα] καὶ ἑκάστη αὐτῶν ἔσται ἓν καὶ ὄν. ἀλλ’ εἰ ὂν καὶ ἓν ἑκάστη τοῦ ὄντος διαφορά, γένους ὄντος τοῦ ὄντος καὶ τοῦ ἑνὸς κατηγοροῖτο ἂν τῶν οἰκείων διαφορῶν τὰ γένη αὐτῶν καθ’ αὑτῶν. τοῦτο δὲ ἀδύνατόν φησιν εἶναι. καθόλου δὲ οὔτε τὸ εἶδος τὸ ὡς γένους ὂν εἶδος (πολλαχῶς γὰρ τὸ εἶδος) τῆς οἰκείας κατηγορεῖται διαφορᾶς, εἰ καθ’ αὑτὴν ἡ διαφορὰ λαμβάνοιτο· ἡ γὰρ διαφορὰ ἐπὶ πλέον κατηγορεῖται τοῦ εἴδους, ὥσπερ τὸ λογικὸν τοῦ ἀνθρώπου, τὸ δὲ ἐπ’ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου οὐχ οἷόν τε ἀληθῶς κατηγορεῖσθαι.2 διὰ τοῦτο γὰρ εἶπε τῶν οἰκείων διαφορῶν, ἴσον λέγων τῷ ὑφ’ ὧν εἰδοποιεῖται. ἔτι τὸ μὲν εἶδος συναμφότερον, ἡ δὲ διαφορὰ μέρος τοῦ συναμφοτέρου. ἔτι μόριον ἡ διαφορὰ τοῦ εἴδους, καθ’ ὅσον τῶν ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβανομένων ἕκαστον μόριόν ἐστιν ἐκείνου οὗ συμπληροῖ τὴν οὐσίαν, καὶ μόριον ἀνομοιομερές· οὐ γὰρ ταὐτὸν τὸ γένος σημαίνει ἐν τῷ ὁρισμῷ καὶ ἑκάστη τῶν διαφορῶν· τὸ δὲ τοιοῦτον ὅλον οὐ κατηγορεῖται τῶν αὐτοῦ μερῶν. διὰ ταῦτα γὰρ οὐδὲ τοῦ γένους τὸ εἶδος κατηγορεῖται. ἀλλ’ οὐδὲ τὰ γένη κατηγορεῖται τῶν οἰκείων διαφορῶν, ὅταν αἱ διαφοραὶ χωρὶς τῶν εἰδῶν λαμβάνωνται, καὶ μὴ ἐν αὐταῖς τὰ εἴδη περιέχωσι. τὸ γὰρ ζῷον ὅταν λογικοῦ κατηγορῆται, τοῦ ζῴου λογικοῦ κατηγορεῖται (τοῦτο γὰρ ἐξακούεται τότε ἐκ τοῦ λογικοῦ), ἐπεὶ αὐτῆς τε καθ’ αὑτὴν τῆς διαφορᾶς ἄνευ τοῦ εἴδους λαμβανομένης οὐ κατηγορεῖται, οἷον τῆς λογικότητος· ποιότητες γάρ τινες αἱ διαφοραί, καθ’ ὧν πῶς οἷόν τε τὸ ζῷον οὐσίαν συναμφότερον σημαῖνον κατηγορεῖν; οὔτε ἄρα τὰ εἴδη οὔτε τὰ γένη τῶν διαφορῶν κατηγορεῖται.
“但一与存在都不可能是存在之物的一个单一的属。” 他并不是并列地使用“一”,而是应当心领神会地补充“共同的”:他说,正如我们在总论中已经指出的,存在与一不可能作为存在之物的一个共同的属。因为每个属的种差必然既存在并且各自为一;因为每一个划分属的种差都既是存在又是一,从而一的种差和存在的种差——如果存在与一都是属的话——它们中的每一个也将是一和存在。但如果存在的每一个种差都是存在和一,那么在存在与一是属的情况下,属便会述谓就其自身而言的本己种差本身。但他认为这是不可能的。普遍而言,作为属的种之种(因为“种”有多种含义),若种差被就其自身来理解,也不会述谓其本己的种差;因为种差述谓的范围比种更广——犹如理性之于人一样——而述谓较狭者不可能真实地述谓述谓较广者。正因如此,他说了“本己的种差”,意思等同于“它们借以成种的[种差]”。再者,种是复合体,而种差是复合体的部分。此外,种差是种的部分,因为凡在定义的表述中所采用的每一项,都是它所完满其实体之物的部分,而且是非同质的部分;因为在定义中属与各个种差并不表示相同之物;而这样的整体并不能述谓它自身的部分。正因这些缘故,种也不述谓属。然而,当种差脱离种而被取用、且不在自身中包含种时,属也不会述谓其本己的种差。因为动物在述谓理性的事物时,述谓的是理性动物(因为此时这是从“理性的”中所听出的含义),而当种差本身脱离种被就其自身来理解时,例如理性这种特质,〔动物〕便不被述谓;因为种差是某种性质,对它们如何能够述谓表示复合实体的动物呢?因此,无论是种还是属,都不述谓种差。
"Ὥστε εἴπερ τὸ ὂν γένος." Φησὶν ὅτι εἰ ὑποθώμεθα τὸ ὂν ἢ τὸ ἓν γένος, οὐδεμία διαφορὰ οὔτε [τὸ] ὂν οὔτε [τὸ] ἓν ἔσται, ἐπεὶ συμβήσεται εἶναι αὐτὰς καθ’ αὑτάς,3 τουτέστι τὴν λογικότητα καὶ τὰς ἄλλας διαφοράς, ὅπερ ἐστὶν ἀδύνατον· καθ’ αὑτὰς γὰρ αἱ διαφοραὶ οὖσαι ἀνύπαρκτοί εἰσιν. εἰ οὖν ταῦτα ὑποθώμεθα γένη, οὐκ ἔσονται διαφοραί. αἱ οὖν τοῦ ὄντος καὶ ἑνὸς διαφοραί, εἰ γένη ταῦτα, οὔτε ὄντα οὔτε ἑκάστη αὐτῶν ἓν ἔσται, τουτέστιν οὐδὲ μία διαφορὰ οὔτε ὂν οὔτε ἓν ἔσται (πᾶσαι γὰρ τοῦ ὄντος ἔσονται), ὅπερ ἄτοπον. εἰ οὖν μὴ ἀνῄρηνται αἱ διαφοραί, οὐ γένη ταῦτα ὑπάρχουσιν.
“因此,如果存在是一个属。” 他说,如果我们假定存在或一是一个属,那么任何种差都既不是存在也不是一,因为其后果将是它们会独立自存,即理性特质及其他种差自存,而这是不可能的;因为种差若独立自存便是不存在的。因此,如果我们假定这些是属,就不会有种差。所以,存在与一的种差,如果这些是属,便既不是存在之物,它们中的每一个也不是一,也就是说,甚至没有一个种差会是存在或是一(因为所有〔种差〕都将是存在的〔种差〕),这是荒谬的。因此,如果种差没有被取消,那么这些便不是作为属而存在的。
- 3.56Οὐκ ἐκ παραλλήλου λέγει τὸ ἕν, ἀλλὰ δεῖ προσυπακούειν τὸ κοινόν
此处指出了释义与句法上的说明:在引文的“ἓν εἶναι γένος”中,“ἓν”并不是作为单纯的数词(“一个”)与“γένος”并列或同义反复,而是应当在理解中补充“共同的”(κοινόν)之义。
- 3.56τὸ δὲ ἐπ’ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου οὐχ οἷόν τε ἀληθῶς κατηγορεῖσθαι
“τὸ ἐπ’ ἔλαττον λεγόμενον”作不定词“κατηγορεῖσθαι”的主语宾格,而“τοῦ ἐπὶ πλέον λεγομένου”则是跟随“κατηγορεῖσθαι”的属格,表示被述谓的对象。该句确立了外延较窄者不可真实述谓外延较广者的逻辑构架。
- 3.57ἐπεὶ συμβήσεται εἶναι αὐτὰς καθ’ αὑτάς
“ἐπεί”引导论述的依据。“συμβήσεται”非人称地使用,意为“将招致……之后果”,并接宾格不定词短语“εἶναι αὐτὰς καθ’ αὑτάς”作为主语从句,构成了整个归谬法论证的核心转折。
