← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§16.26-18.16

第一原理的认知难度与科学的精确性

结合亚里士多德的文本(982a23–982b4),论述了认知普遍和第一原理的智慧何以是最难被人类认知、同时又是最精确、最富教学能力且因自身而被追求的科学,并阐明了认知目的因(善)的科学是最具主导性与统领性的科学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23

" Σχεδὸν δὲ καὶ χαλεπώτατα ταῦτα γνωρίζειν τοῖς ἀνθρώποις." Τουτέστι τὰ φανότατα εἴδη, ἅ ἐστι τὰ καθόλου, ἐπειδὴ κατ’ αἴσθησιν ζῶσι, πόρρω δὲ ταῦτα τῶν αἰσθήσεων. τὸ δὲ τοῖς ἀνθρώποις προστέθεικε πρὸς ἀντιδιαστολὴν τῆς φύσεως· τῇ φύσει γὰρ ἐκεῖνα τῶν αἰσθητῶν γνωριμώτερα. πάλιν δὲ αἱ πρῶται τῶν ἐπιστημῶν ἀκριβέστεραί εἰσι τῶν ὑπ’ αὐτάς, τῶν ὑπ’ ἀλλήλων,1 ὥς φησιν ἐν τῇ Ἀποδεικτικῇ, ἐπειδὴ τὰς ἀρχὰς αὐτῶν ἀποδεικνύουσιν. διὸ ἀκριβεστέρα γεωμετρία ὀπτικῆς καὶ ἀριθμητικὴ μουσικῆς· αἱ γὰρ ἐξ ἐλαττόνων ἀρχῶν ὁρμώμεναι ἀκριβέστεραί εἰσι. διὸ ἀκριβεστέρα ἐστὶν ἀριθμητικὴ γεωμετρίας· κέχρηται γὰρ τοῖς ἀριθμοῖς ζητοῦσα τρίγωνον καὶ τετράγωνον, κέχρηται δὲ καὶ μεγέθεσι. διὸ τὴν ἐπιστήμην τῶν ἐπιστημῶν, τὴν πρώτην σοφίαν, ἀκριβεστέραν πασῶν λέγομεν, ἐπεὶ καὶ πάντων ἔχει τὰς ἀρχὰς ἐν ἑαυτῇ, ὡς εἰρήκαμεν, καὶ ἐλάττονας ἀρχάς· μίαν γὰρ ἔχει ἀρχὴν τὴν τῶν πάντων. διὸ καὶ προϊών φησιν “οὐκ ἀγαθὸν πολυκοιρανίη”. ἀλλὰ μὴν καὶ διδασκαλικωτέρα ἐστὶ πασῶν, ὡς ἔχουσα πασῶν τὰς ἀρχάς· οὗτοι γὰρ μᾶλλον διδάσκουσιν οἱ τὰς αἰτίας περὶ ἑκάστου λέγοντες. ἀλλὰ καὶ τὸ εἰδέναι τε καὶ τὸ ἐπίστασθαι αὐτῶν μάλιστα χάριν τῶν νοουμένων τε καὶ διδασκομένων καὶ μὴ ἄλλου τινὸς τῇ τῶν αἰτιῶν καὶ ἀρχῶν γνώσει μάλιστα ὑπάρχει. ὁ γὰρ τὸ ἐπίστασθαι τὸ τοιοῦτον αἱρούμενος, τὸ δι’ ἑαυτὸ ἀγαθόν, ὁ τοιοῦτος τὴν μάλιστα ἐπιστήμην αἱρήσεται. τοιαύτη γάρ ἐστιν ἡ πρώτη· μάλιστα γάρ ἐστιν ἐπιστητὰ τὰ πρῶτα καὶ τὰ αἴτια· ἐκ τούτων γὰρ καὶ τὰ ἄλλα γνωρίζονται, ἀλλ’ οὐ ταῦτα διὰ τῶν ὑποκειμένων. ‘τότε γὰρ οἰόμεθα εἰδέναι ἕκαστον’, ὡς αὐτός φησιν ἐν τῇ Φυσικῇ, ‘ὅταν τὰς ἀρχὰς καὶ τὰ αἴτιά τινος μάθωμεν.’

“而且这些对人类而言几乎也是最难认识的。” 即最明显的形式,亦即普遍者;因为人类依凭感觉生活,而这些事物远离感觉。他加上“对人类而言”是为了与自然相对立;因为就自然而言,那些事物比起可感事物是更加可知的。另一方面,诸门第一科学比从属于它们之下的科学,亦即如他在《后分析篇》中所说的彼此从属的科学,更为精确,因为它们证明后者的原理。因此,几何学比光学更为精确,算术比音律学更为精确;因为从较少原理出发的科学更为精确。因此,算术比几何学更为精确;因为几何学在探究三角形和正方形时固然使用数,但它也使用大小。因此,我们将作为科学之科学的第一智慧称为比一切科学都更为精确,因为正如我们所言,它自身具有一切事物的原理,并且原理更少;因为关于一切事物,它仅拥有单一的原理。因此他在后文也说:“多头统治不是善。”不仅如此,由于它拥有一切〔科学〕的原理,它也比一切科学更具教学能力;因为就每一事物说明原因的人,正是更能教学的人。此外,主要为了被思惟与被教授的对象本身、而非为了任何其他事物去认知和理解,最充分地属于对原因与原理的认识。因为选择这种理解——即因其自身而言的善——的人,这样的人将选择最完全意义上的科学。因为第一科学就是如此;第一者和原因最具有可被认识性;因为其他事物乃是从这些事物被认识的,而非这些事物通过居于其下的事物被认识。正如他自己在《物理学》中所言,“因为正是当我们认识了某物的原理与诸原因时,我们才认为认识了每一事物”。

§1.24

" Ἀρχικωτάτη οὖν τῶν ἐπιστημῶν καὶ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης ἡ γνωρίζουσα, τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον· τοῦτο δ’ ἐστὶ τὸ ἀγαθὸν ἑκάστου." Ἀρχικωτέρα γὰρ ἐν πᾶσιν ἡ γνωρίζουσα, τίνος χάριν ἕκαστον δεῖ ποιεῖν τῶν γινομένων, τῆς ποιούσης αὐτὰ καὶ ὑπηρετούσης, ὡς δῆλον ἐπὶ τῆς ἀρχιτεκτονικῆς. ὅλως δὲ τὸ ἄριστον ἐν τῇ φύσει πάσῃ αὕτη ἐπίσταται ἡ σοφία· αἱ μὲν γὰρ ἄλλαι ἐπὶ τῶν κατὰ μέρος, αὕτη δὲ ἐπὶ πάντων. εἰπὼν οὖν ἡ γνωρίζουσα, τίνος ἕνεκεν πρακτέον, ἐδήλωσεν εἰπὼν τοῦτο δέ ἐστι τὸ ἀγαθόν. τοιοῦτον δὲ τὸ τελικὸν αἴτιον, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς ἀρχόμενος “πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ.” τοιοῦτον δὲ καὶ τὸ τῶν ὄντων ἁπάντων αἴτιον· ἅπαντα γὰρ ἐκείνου χάριν ἔστι τε καὶ γίνεται τὰ φύσει γινόμενα, καὶ πρὸς ἐκεῖνο νένευκε κατὰ τὴν σύμφυτον ὄρεξιν αὐτοῖς, ὡς ἐπὶ τοῦ τοιούτου ἀγαθοῦ μένῃ.2 ὥστε ἡ τοῦ τοιούτου ἀγαθοῦ γνωστικὴ ἀρχικωτάτη ἂν εἴη. βουληθεὶς δὲ δηλῶσαι πῶς τὸ πρῶτον αἴτιον τοῖς οὖσιν αἴτιον, ὅτι ὡς τέλος, καὶ ὅτι ἡ τοῦ τοιούτου αἰτίου γνωστικὴ ἀρχιτεκτονικωτέρα τῶν ποιουσῶν τὰ ἐκείνου χάριν, εἶπε τὸ καὶ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης ἡ γνωρίζουσα τίνος ἕνεκεν πρακτέον ἕκαστον. ἡ δὲ ἐπιχείρησις τοιαύτη ἐστίν. εἰ ἐν πάσαις τέχναις καὶ ἐπιστήμαις ἀρχικωτέρα τε καὶ ἀρχιτεκτονικωτέρα τῆς ποιούσης τι ἡ γινώσκουσα τὸ οὗ χάριν καὶ τὸ τέλος, καὶ ἡ τὸ πάντων τέλος καὶ οὗ χάριν τὰ πάντα ἔστι τε καὶ γίνεται εἰδυῖα ἀρχικωτάτη ἂν εἴη καὶ πρώτη·3 τοιαύτη δέ ἐστιν ἡ σοφία ἡ τοῦ πρώτου αἰτίου θεωρητική· τὰ γὰρ ὄντα τοῦ κυριωτάτου τῶν ἀγαθῶν ἐφίεται. εἶτα συγκεφαλαιοῦται τὰ εἰρημένα, δεικνὺς † ἐξ ἁπάντων, ὅτι τοῖς τοιούτοις σοφοῖς ἕπεται ἡ σοφία, οὖσα τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων θεωρητική· τὸ γὰρ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα ἔστι καὶ γίνεται πάντα, οὗ ἐστιν ἡ προκειμένη ἐπιστήμη θεωρητική, τῶν αἰτίων ἐστίν. τοιοῦτον γὰρ τὸ ὡς τέλος αἴτιον· δεῖ γὰρ αὐτὴν τῶν πρώτων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν, ἐπειδὴ καὶ τὸ ἀγαθὸν τῶν αἰτίων ἐστὶ τῶν τελικῶν, οὗτινός ἐστιν εὑρετικὴ ἡ σοφία.

“因此,诸门科学中最具主导性的、且比侍奉性科学更具主导性的,是认识每一事物应当为了什么而被践行的科学;而这就是每一事物的善。” 因为在一切事情中,认识生成的每一事物应当为了什么而制作的科学,比制作它们并侍奉的科学更为居于主导,正如在统领技术中显而易见的那样。总体而言,知晓全自然中最优异者的正是这门智慧;因为其他科学涉及具体部分,而它涉及一切事物。因此,在说了“认识应当为了什么而被践行的科学”之后,他通过说“而这就是善”阐明了其含义。而目的因就是如此,正如他在《伦理学》开篇所说:“一切技术与一切探究,同样行为与抉择,似乎皆追求某种善。”而一切存在者的原因亦是如此;因为依本性生成的一切事物皆为了它而存在并生成,并且依照赋予它们的内在欲求朝向它倾斜,以便留驻于如此的善中。因此,认识如此之善的科学应当是最具主导性的。由于他想要说明第一原因如何是存在者们的原因——即作为目的——并且认识此类原因的科学比为了其缘故而制作的诸科学更具统领性,他便说了“且比侍奉性科学更具主导性的,是认识每一事物应当为了什么而被践行的科学”。其论证如下:如果在一切技术与科学中,认识其目的和终极之所在的技术比制作某物的技术更为居于主导且更具统领性,那么知晓一切事物的终极以及一切事物为了何者而存在并生成的科学,就应当是最具主导性且第一的科学;而观照第一原因的智慧正是如此;因为存在者们追求最至高之善。随后他总结了已说之内容,从所有这些出发表明,智慧伴随着此类的智者,因为它是对第一原理与原因的观照;因为善与一切事物为了何者而存在并生成的目的——即摆在眼前的这门科学所观照的对象——属于诸原因。因为作为目的的原因就是如此;因为这门科学必须是对第一原理与原因的观照,因为善也属于目的因,而智慧正是发现〔这一善〕的。

语法注3 条
  1. 1.23τῶν ὑπ’ αὐτάς, τῶν ὑπ’ ἀλλήλων

    τῶν ὑπ’ αὐτάς 与 τῶν ὑπ’ ἀλλήλων 皆作由 ἀκριβέστεραί εἰσι 所支配的比较属格。前者指直接从属于第一科学的下位科学,后者则根据《后分析篇》的论述,同位补充指涉那些“彼此处于从属关系的科学”(如几何学之下的光学、算术之下的音律学)。

  2. 1.24ὡς ἐπὶ τοῦ τοιούτου ἀγαθοῦ μένῃ

    连词 ὡς 连同虚拟式 μένῃ 构成目的从句(“以便留驻于如此的善中”)。它修饰主句动词 νένευκε(“朝向……倾斜”),表明自然事物的内在欲求旨在最终止息并安住于最高之善。

  3. 1.24εἰ ἐν πάσαις τέχναις καὶ ἐπιστήμαις ἀρχικωτέρα τε καὶ ἀρχιτεκτονικωτέρα τῆς ποιούσης τι ἡ γινώσκουσα τὸ οὗ χάριν καὶ τὸ τέλος, καὶ ἡ τὸ πάντων τέλος καὶ οὗ χάριν τὰ πάντα ἔστι τε καὶ γίνεται εἰδυῖα ἀρχικωτάτη ἂν εἴη καὶ πρώτη

    长条件句的结构。条件从句自 εἰ ἐν πάσαις... 至 τὸ τέλος,主语为 ἡ γινώσκουσα τὸ οὗ χάριν καὶ τὸ τέλος,谓语为省略了系词的 ἀρχικωτέρα...。归结分句由表示归结的 καὶ 引出(自 καὶ ἡ τὸ πάντων τέλος... 至 ἀρχικωτάτη ἂν εἴη καὶ πρώτη),其主语是分词短语 ἡ... εἰδυῖα,谓语为潜能希求法 ἂν εἴη。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:16.26-18.16