← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§178.22-179.17

先后关系与属不成立原则及超越之属

阿斯克勒庇俄斯指出,凡存在在先者与在后者之处不能构成属这一原则仅适用于内在质料的配位之属,而不适用于存在与一等超越之属,以此批判逍遥学派的种差理论,并解决了《范畴篇》中关于第一实体的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.55#2

εἰ τοίνυν καὶ ἐπὶ τῶν ὄντων φύσει προτέρα ὑπάρχει ἡ οὐσία ὡς συναναιροῦσα, μὴ συναιρουμένη δὲ τοῖς συμβεβηκόσι,1 δῆλον ὡς ὅτι2 τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι γένος, ἐπειδὴ θεωρεῖται ἐπ’ αὐτῶν τὸ πρότερον καὶ τὸ ὕστερον (δυνατὸν γάρ ἐστιν εἶναι οὐσίαν καὶ ποσὸν ἄνευ τῶν ἄλλων συμβεβηκότων) καὶ ὅτι ἐν τῇ οὐσίᾳ ἔχουσι τὸ εἶναι τὰ συμβεβηκότα. εἰ οὖν μή ἐστι γένος, δῆλον ὡς ὅτι οὐδὲ ἀρχαί. ἰστέον οὖν ὅτι οἱ ἐκ τοῦ Περιπάτου οὐ πάνυ διήρθρωσαν τὴν περὶ τῶν διαφορῶν θεωρίαν· δυνάμει γὰρ λέγουσιν εἶναι τὰς διαφορὰς ἐν τοῖς γένεσι. διὰ τοῦτο γὰρ καὶ ὁ Πορφύριός φησιν ὅτι “ἀλλ’ ὡς ἀξιοῦσιν” ὡς μὴ δεχόμενος τὰ παρ’ αὐτῶν. ἐνεργείᾳ γὰρ ὑπάρχουσιν αἱ διαφοραί, καὶ οὐδὲν ἄτοπον· οὔτε γὰρ τόπος ἐστὶν ἐκεῖσε οὔτε μόριον, οὔτε δὲ ἐναντία ὑπάρχουσι. τί οὖν ἄτοπον τὸ θεωρεῖσθαι τὰς διαφορὰς ἐν τοῖς γένεσιν; ὡς γὰρ εἴρηται, οὐκ εἰσὶν αὐταὶ καθ’ αὑτὰς αἱ διαφοραί. φαμὲν οὖν ἡμεῖς πρὸς αὐτὸν ὅτι τῷ ὄντι ἐπὶ τῶν κατατεταγμένων γενῶν ἔρρωται ὁ λόγος, καὶ ἔνθα τὸ πρότερον καὶ τὸ ὕστερον θεωρεῖται, τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, ἐπεὶ ἐν τῇ ὕλῃ θεωροῦνται καὶ ὑπάρχουσιν ἐννοηματικά· διὸ ἐπὶ τῶν ὑστερογενῶν καὶ ἐννοηματικῶν κρείττονα τὰ αἰσθητὰ καὶ τὰ ἄτομα τῶν γενῶν, ὡς ἐν Κατηγορίαις ἐλέγετο. ἐπὶ μέντοι γε τῶν ἐξῃρημένων οὐδέν ἐστιν ἄτοπον τὸ ὂν καὶ τὸ ἓν γένη ὑποτίθεσθαι· τὰ γὰρ ἐξηρημένα γένη ὑπὸ περιουσίας δυνάμεως προϊσχουσιν ἅμα πάσας τὰς διαφοράς, αἵτινες διαφοραὶ παρακτικαὶ γίνονται τῶν τῇδε. καὶ τῷ ὄντι γένος ἐστὶ τό τε ὂν καὶ τὸ ἓν ὡς παρακτικὸν πάντων ὑπάρχον ἀθρόως. ἀμέλει τοι καὶ ἐν τοῖς ζῴοις θεωρεῖται τὸ πρότερον ὂν καὶ τὸ ὕστερον· πρότερα γάρ, εἰ τύχοι, ὑπάρχει τὰ οὐράνια ζῷα, ἥλιόν φημι καὶ σελήνην καὶ τὰ ἄλλα οὐράνια, ἔπειτα τὰ χερσαῖα καὶ τὰ ἄλλα. καὶ ἐν αὐτοῖς δὲ τοῖς χθονίοις ζῴοις πλείστη ὅση ἐστὶ διαφορά·3 λέγεται γὰρ ζῷον καὶ ὁ ἄνθρωπος καὶ ὁ μύρμηξ, καὶ πρότερόν ἐστιν ὁ ἄνθρωπος ὡς τίμιος. ὅμως λέγεται εἶναι γένος τὸ ζῷον τὸ ἐξῃρημένον, ἐπειδή, ὡς εἴρηται, ἐκ περιουσίας δυνάμεως προάγει ἀθρόως ἐκ τούτου τὰς διαφοράς, αἵτινες ἀπογεννῶσι τὰ ἄλλα πάντα. ὥστε ἐπὶ τῶν ἐξῃρημένων γενῶν χώραν ἔχει λέγειν τὰ τοιαῦτα πάντα γένη· οὐκέτι μέντοι γε ἐπὶ τῶν κατατεταγμένων καὶ ἐν τῇ ὕλῃ θεωρουμένων. ἐντεῦθεν ἐπιλυόμεθα καὶ τὸ ἐν Κατηγορίαις περὶ τῆς οὐσίας, ὅτι εἰ θεωρεῖται ἐπ’ αὐτῆς τὸ πρότερον καὶ τὸ ὕστερον, ὥς φησιν Ἀριστοτέλης προτέραν λέγων οὐσίαν τὴν ἄτομον, πῶς τὸ κοινῶς κατηγορούμενον, τουτέστιν ἡ οὐσία, γένος ὑπάρχει;

因此,如果在存在之物中,实体也由于能共同取消偶性却不被偶性共同取消而在自然上是在先的,那么显而易见,存在和一并不是属,因为在它们之中考察到了在先者与在后者(因为实体和数量可以在没有其他偶性的情况下存在),并且因为偶性在实体中具有其存在。因此,如果它们不是属,显而易见它们也不是本原。由此应当知晓,逍遥学派的人并未彻底阐明关于种差的学说;因为他们说种差潜能地存在于属之中。正因如此,波菲利也说“但依他们的主张”,表明他不接受来自他们的观点。因为种差现实地存在,并且这并无荒谬之处;因为在那里既无位置也无部分,它们也并非作为对立者而存在。那么,种差在属中被考察有什么荒谬呢?因为正如已经指出的,种差本身并不自立存在。因此我们针对他反驳道:确实,在配位于内的属的情形下,这一论证是有效的,凡是考察到在先者与在后者之处,被共通述谓的便不是属,因为它们在质料中被考察,并且作为观念之物存在;因此对于后生之物和观念之物而言,正如在《范畴篇》中所说的那样,感觉之物和个体胜过属。然而,在超越的属的情形下,假设存在和一为属绝无荒谬之处;因为超越的属凭借充盈的力量同时展示出一切种差,这些种差成为此界事物的产生者。而确实,存在和一都是属,因为它们作为一并产生一切事物者而存在。事实上,在动物中也能考察到存在的在先者与在后者;因为如果举例的话,天体动物——我指的是太阳、月亮以及其他天体——是在先的,其次才是陆生动物及其他。即使在陆生动物本身之中,也存在极大的差别;因为人和蚂蚁都被称为动物,而人作为尊贵者是在先的。然而,超越的动物仍被称为属,因为正如已经指出的,它从充盈的力量中自自身一并引出各种种差,这些种差繁衍出其余的一切事物。所以在超越的属的情形下,将所有这类事物称为属是立得住脚的;但在配位于内并在质料中被考察的事物上则不再成立。由此我们也解决了《范畴篇》中关于实体的问题:如果在实体中考察到了在先者与在后者——正如亚里士多德所说,称个体实体为在先——那么被共通述谓者,即实体,又如何是一个属呢?

语法注3 条
  1. 3.55ὡς συναναιροῦσα, μὴ συναιρουμένη δὲ τοῖς συμβεβηκόσι

    在分词结构中,与格 τοῖς συμβεβηκόσι 直接作后一个被动分词 συναιρουμένη 的补足语(“被偶性共同取消”),并在逻辑上为前一个主动分词 συναναιροῦσα 提供隐含的宾语(“共同取消[偶性]”)。

  2. 3.55δῆλον ὡς ὅτι

    连词 ὡς 与 ὅτι 赘用以引导名词性从句,这是晚期希腊语中常见的冗余结构。在此等同于单一的 ὅτι 或 ὡς 从句,作省略了 ἐστίν 的 δῆλον 的真正主语从句(意为“显而易见……”)。

  3. 3.55πλείστη ὅση ἐστὶ διαφορά

    最高级形容词 πλείστη 与关系代词 ὅση 结合构成的惯用强调结构(πλεῖστος ὅσος),意为“存在极其巨大的差别”或“有不可胜计的差异”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:178.22-179.17