- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:177.21-178.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德论证最遥远的属(一与存在)因被述谓于种差而不能是属或本原,注释者则引述“我们的哲学家”(阿摩尼奥斯)基于种差之非自立性的反驳,随后转向亚里士多德基于在先与在后的第二个论证。
" Οὐχ οἷόν τε δὲ τῶν ὄντων ἓν εἶναι γένος οὔτε τὸ ἓν οὔτε τὸ ὄν." Ἐζήτησεν ἄρα πόσα δεῖ καλεῖν ἀρχὰς τῶν ὄντων, πότερον τὰ γένη ἢ τὰ στοιχεῖα· καὶ ἐπεχείρησεν ἐφ’ ἑκάτερα δεικνὺς ὅτι οὔτε τὰ γένη οὔτε δὲ τὰ στοιχεῖα, γυμναστικῶς1 προσάγων τὸν λόγον. ἐντεῦθεν οὖν πάλιν ζητεῖ, εἰ ἄρα τὰ γένη ὑποθώμεθα ἀρχὰς τῶν ὄντων, πότερον τὰ πορρωτάτω γένη δεῖ ἡμᾶς ὑποτίθεσθαι ἢ τὰ προσεχῆ. καὶ πρότερον γυμναστικῶς προϊὼν ἐπιχειρεῖ δεικνύναι ὅτι οὐ δυνατὸν τὰ πόρρω, ἔπειτα δὲ ἀναιρεῖ καὶ τὰ προσεχῆ. καὶ ὕστερον αὐτοφυῶς καὶ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος δείκνυσιν ὅτι μᾶλλον τὰ πορρωτάτω ὑπάρχουσιν ἀρχαὶ τῶν ὄντων· τέως δ’ οὖν ὅτι οὔκ εἰσιν ἐπιχειρεῖ δεῖξαι. καὶ προάγει τὸν λόγον τοῦτον τὸν τρόπον. φησὶν ὅτι εἰ ὑποθώμεθα τὰ πορρωτάτω γένη ἀρχὰς εἶναι τῶν ὄντων, πᾶσά ἐστιν ἀνάγκη, ὅσα τὰ γένη ὑπάρχουσι, τοσαῦται καὶ αἱ ἀρχαί· εἰ δέκα τὰ γένη, καθάπερ αὐτός φησι, δέκα καὶ αἱ ἀρχαί. ποῖα οὖν μᾶλλον δοκεῖ γένη εἶναι τῶν ὄντων; φανερὸν ὅτι τὸ ἓν καὶ τὸ ὄν, ἐπειδὴ ταῦτα διὰ πάντων τῶν ὄντων πεφοιτήκασι· πάντα γὰρ τὰ ὄντα μετέχει καὶ τῆς ἑνάδος, ὡς ἐκεῖθεν προελθόντα, καὶ τοῦ ὄντος, εἴ γε τὸ μὴ ὂν οὐδὲ ἔστι. δείκνυσιν οὖν ὅτι οὐ γένη ταῦτα δύνανται εἶναι καὶ διὰ τοῦτο οὐδὲ ἀρχαί. καὶ τί λέγω περὶ τούτων; προϊὼν γὰρ καὶ περὶ τῶν ὁμολογουμένως γενῶν δείκνυσιν ὅτι οὐκ ἔστι γένη γυμναστικῶς. τί οὖν φησιν; ὅτι οὐδέποτε οὔτε τὰ εἴδη τῶν διαφορῶν κατηγοροῦνται, οὔτε δὲ τὰ γένη αὐτῶν καθ’ αὑτῶν τῶν διαφορῶν, δῆλον· οὐδεὶς γὰρ κατηγορεῖ τὸν ἄνθρωπον τοῦ λογικοῦ, οὔτε δὲ τὸ ζῷον κατηγορεῖται τῆς λογικότητος, ἀλλ’ εἰ ἄρα, τοῦ λογικοῦ τοῦ ἐν ὑποκειμένῳ θεωρουμένου. εἰ τοίνυν τὸ ὂν καὶ τὸ ἓν κατηγοροῦνται καὶ τῶν διαφορῶν αὐτῶν καθ’ αὑτῶν, τουτέστι τῆς λογικότητος, φανερὸν ὅτι οὐχ ὑπάρχουσι γένη. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ὁ δὲ ἡμέτερος φιλόσοφος πρὸς αὐτόν,2 ὅτι ἡ λογικότης αὐτὴ καθ’ αὑτὴν ἀνυπόστατος ὑπάρχει· ἀμέλει τοι καὶ ὁ λόγος ὁ παρὰ τῷ δημιουργῷ οὐκ ἔστι τῆς λογικότητος ἀλλὰ τοῦ λογικοῦ. αὐταὶ γὰρ καθ’ αὑτὰς αἱ διαφοραὶ ἀνύπαρκτοι καὶ ἀνυπόστατοι ὑπάρχουσιν, ὥστε οὐδὲ τὸ ὂν οὐδὲ τὸ ἓν τῆς λογικότητος κατηγοροῦνται τῆς μὴ οὔσης, ἀλλὰ σὺν τῷ μετέχοντι, τουτέστι τῷ λογικῷ, ὥσπερ καὶ τὸ ζῷον. ὥστε γένη ὑπάρχουσι τὸ ὂν καὶ τὸ ἕν, καὶ διὰ τοῦτο καὶ ἀρχαί. πάλιν τοίνυν φησὶν ὁ Ἀριστοτέλης ὅτι ἔνθα τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστι, τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. διὰ τοῦτο γάρ φαμεν τὴν ψυχὴν μὴ εἶναι γένος τῶν κατὰ μέρος ψυχῶν, ἐπειδὴ ἡ φυσικὴ προτέρα ἐστὶν ὡς συναναιροῦσα, μὴ συναιρουμένη δέ·3 τὸ γὰρ συναναιροῦν μέν, μὴ συναιρούμενον δὲ φύσει πρότερον ὑπάρχει.
“既不可能存在之物有单一的属,一或存在也不可能是[属]。” 因此,他曾探究应当把何种事物称为存在之物的本原,究竟是属还是元素;他以推演演习的方式推进论证,两方面着手试图表明既不是属也不是元素。由此他又进一步探究:如果我们假设属是存在之物的本原,我们应当把最遥远的属还是邻近的属设定为本原?首先,他以推演的方式推进,试图表明遥远的属是不可能的,随后又排除了邻近的属。而后,他顺应事物本身的自然本性表明,最遥远的属才是存在之物的本原;但无论如何,眼下他试图表明它们不是本原。他以如下方式推进这一论证:他说,如果我们假设最遥远的属是存在之物的本原,那么属有多少,本原就必然有多少;正如他自己所说,如果属有十个,本原也将有十个。那么,在存在之物中哪一些更被认为是属呢?显而易见是一和存在,因为它们贯穿了一切存在之物;因为一切存在之物都分有太一,因其由彼处流出;并且既然非存在根本不存在,它们也都分有存在。因此他表明,这两者不可能成为属,因而也不可能是本原。关于这些我还要说什么呢?因为在后文中,他还以演习的方式对公认的属表明它们不是属。那么他说了什么?显然,种绝不会述谓于种差,属也绝不会述谓于种差本身;因为没有人会把“人”述谓于“理性的”,也不会把“动物”述谓于“理性”,如果有的话,也只是述谓于在载体中被考察的“理性者”。因此,如果存在和一述谓于种差本身,即理性,显而易见它们就不是属。这些是亚里士多德的观点;但我们的哲学家针对他反驳道:理性本身是非自立的。确实,造物主那里的理路也不是关于理性的,而是关于理性者的。因为种差本身是非存在且非自立的,所以存在和一并不是述谓于非存在的理性,而是正如动物那样,连同分有者即理性者一起被述谓。因此存在和一是属,并且为此缘故也是本原。因此亚里士多德又说,凡是有在先者和在后者之处,被共通述谓的便不是属。因为正是由于这个缘故,我们说灵魂不是个别灵魂的属,因为自然灵魂作为共同取消却不被共同取消者是在先的;因为共同取消却不被共同取消者在自然上是在先的。
- 3.55γυμναστικῶς
副词 γυμναστικῶς 指演习性地、推演性地进行论证,即为了探讨疑难或逻辑训练而提出论辩,而非确立终极定见。后文中它与 αὐτοφυῶς καὶ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος(“顺应事物本身的自然本性”)形成对照。
- 3.55ὁ δὲ ἡμέτερος φιλόσοφος πρὸς αὐτόν
省略了说话动词(如 ἔφη 或 λέγει)的省略句。在晚期新柏拉图主义注疏中,“我们的哲学家”惯指作者(在此为阿斯克勒庇俄斯)的老师赫尔米亚之子阿摩尼奥斯。
- 3.55συναναιροῦσα, μὴ συναιρουμένη δέ
现在分词的对应对比结构。动词 συναναιρῶ 意为“共同取消/消灭”(若一方消亡,另一方亦消亡);主动分词表示自身消亡时亦带走他者,被动分词 συναιρουμένη 则表示随他者一同消亡。此句概括了亚里士多德关于“自然上在先(φύσει πρότερον)”的标准界定(前者可以脱离后者而存在,后者却不能脱离前者而存在)。
