- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:176.8-177.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了998b9–17,论证了柏拉图等人曾把一与存在作为属设定为本原,驳斥了兼将属与元素二者皆定为本原的做法,并进而阐明若以属为本原,应当将最高属还是最低种视为本原的新疑难。
" Φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα." Ὅτι γένη ὑπάρχουσιν ἀρχαὶ τῶν ὄντων, μάρτυρα παράγει Πλάτωνα καὶ τοὺς Πυθαγορείους. φησὶ γὰρ ὅτι ἀρχὰς τῶν ὄντων ἔλεγον ἐκεῖνοι τὸ ἓν τὸ ὂν καὶ τὴν δυάδα, καὶ γένη ταῦτα ὑπετίθεντο. δῆλον δὲ ὅτι συμβολικῶς τὸ μὲν ἓν ὡς προακτικὸν τῶν πάντων, τὸ δὲ ὂν ὡς αἴτιον τῆς τῶν πάντων ὑποστάσεως, τὴν δὲ δυάδα ὡς αἰτίαν τῆς προόδου. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν ὄντων τὸ ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ μικρὸν ὡς γένεσιν αὐτοῖς χρῆσθαι. κατὰ πάντων γὰρ τῶν ὄντων κατηγορεῖ ὁ Πλάτων τὸ ἓν καὶ τὴν δυάδα καὶ τὸ ὄν. καθ’ ὅσον μὲν γὰρ τόδε τί ἐστιν ἕκαστον τῶν ὄντων (τοιοῦτον δὲ κατὰ τὸ εἶδος), τὸ ἓν αὐτοῦ καὶ τὸ ὂν κατηγορεῖ· καθ’ ὅσον δὲ ἐν ῥύσει συνεχεῖ καὶ μεταβολῇ παρὰ τοῦ ὑποκειμένου ἐστί, παρὰ τοῦτο1 τὸ μέγα καὶ τὸ μικρὸν αὐτοῦ κατηγορεῖ.
“而且在主张元素的人当中,也有某些人似乎……” 为了说明属是存在之物的本原,他引述柏拉图和毕达哥拉斯学派作为见证。因为他说,那些人把一、存在和二重性称为存在之物的本原,并把它们假设为属。显然,象征性地看,[他们是把]一视为产生万物者,存在视为万物得以确立的原因,而二重性视为流出的原因。因此,这就是他所说的:即使在那些把一、存在或大与小称为存在之物的元素的人当中,也有某些人似乎把它们当作属来使用。因为柏拉图把一、二重性以及存在述谓于一切存在之物。因为在存在之物中的每一者作为“这一个”的范围内(并且依据其形式它是如此的),他对它述谓一和存在;而在它由于载体而处于持续的流变与变化之中的范围内,由于这一点他对它述谓大与小。
"Ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως οἷόν τε λέγειν ἀρχάς." Ἀδύνατον διχῶς ὑποτίθεσθαι ἀρχὰς καὶ λέγειν ὅτι καὶ γένη καὶ στοιχεῖα· ἡ γὰρ ἀρχὴ ἕν τι πρᾶγμά ἐστιν, οὐ δυνατὸν δὲ ἑνὸς πράγματος δύο ὁρισμοὺς ἀποδοῦναι. ὁ γὰρ κυρίως ὁρισμός, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς, εἷς ἐστι. λέγομεν δὲ ἡμεῖς ὅτι τῷ ὄντι κατὰ ταὐτὸν οὐ δυνατὸν ἑνὸς πράγματος εἶναι δύο ὁρισμούς, κατ’ ἄλλο μέντοι γε καὶ ἄλλο οὐδέν ἐστιν ἄτοπον· ἑτέρα γάρ ἐστιν ἡ ὑλικὴ ἀρχὴ καὶ ἕτερος ὁ ὁρισμὸς ὅτι ἐκ ξύλων καὶ λίθων, καὶ ἕτερος πάλιν ὁρισμὸς ὁ ἐκ τοῦ εἴδους, τὸ σκέπασμα κωλυτικὸν ὄμβρου καὶ φθορᾶς. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι οὐ δυνατόν ἐστι διχῶς ὑποτίθεσθαι τὰς ἀρχάς. ὁ μὲν γὰρ λόγος τῆς οὐσίας τοῦ πράγματος εἷς ἐστιν, ἕτερος δέ ἐστιν ὁ ὁρισμὸς ὁ διὰ τῶν γενῶν καὶ ὁ λέγων ἐξ ὧν ἐστιν ἐνυπαρχόντων, τουτέστι καὶ ἕτερος ὁ τῶν στοιχείων ὡς ἀρχῶν·2 ὥστε ἔσονται τοῦ αὐτοῦ πράγματος δύο ὁρισμοί, ὅπερ ἐστὶν ἀδύνατον.
“然而,也不能以两种方式来主张本原。” 不可能以双重方式假设本原并说它们既是属又是元素;因为本原是某单一事物,而为单一事物给出两种定义是不可能的。因为正如在《后分析篇》中所说的,严格意义上的定义只有一个。然而我们说,在同一方面,单一事物确实不可能有两个定义,但在不同的方面则绝无荒谬之处;因为质料本原是一回事,而“由木头和石头构成”的定义是另一回事,来自形式的定义即“防止雨水和损坏的遮蔽物”又是另一回事。因此,他所说的就是这个意思:不可能以双重方式假设本原。因为关于事物实体的定义是单一的,而通过属作出的定义与陈述事物所由构成的内在成分的定义——也就是把元素作为本原的定义——则是不同的;因此同一事物将有两个定义,而这是不可能的。
"Πρὸς δὲ τούτοις εἰ καὶ ὅτι μάλιστα.3" Κἂν ὑποθώμεθα τὰ γένη ἀρχὰς εἶναι τῶν ὄντων, πάλιν ἔτι ἄπορος μένει ὁ λόγος, ποῖα ἄρα γένη δεῖ ἡμᾶς νομίζειν ἀρχὰς εἶναι τῶν ὄντων, τὰ πρῶτα καὶ ἐξῃρημένα, ἤγουν τὰ ἔσχατα καὶ προσεχῶς κατηγορούμενα τῶν ἀτόμων. καὶ δῆλον ὅτι κυρίως τὰ πρῶτα, τουτέστι τοὺς λόγους τοὺς δημιουργικούς, τὸ ἁπλῶς ζῷον. ἄξιον οὖν ζητήσεως πότερον τὰ ἀνωτάτω γένη χρὴ τίθεσθαι ἀρχὰς καὶ τὰ κοινότατα, ἢ τὰ ἔσχατα καὶ τὰ προσεχῆ τοῖς καθ’ ἕκαστα, ἅπερ ἄτομα εἴδη καλεῖται. γένη γὰρ καὶ τὰ εἴδη νῦν λέγει.
“除此以外,即使极力[主张属是本原]……” 即使我们假设属是存在之物的本原,这一论证依然处于疑难之中:我们究竟应当认为哪种属是存在之物的本原,是最初且超越的属,还是直接述谓于不可分个体的最底层的属?显然,在严格意义上是最初的属,也就是造物性理路,即单纯的动物。因此值得探究的是:究竟应当把最高层的属以及最共通者设定为本原,还是应当把邻近于个别事物的最底层者即被称为不可分之种者设定为本原。因为他现在把种也称为属。
"Εἰ μὲν γὰρ ὅτι τὰ καθόλου μᾶλλον ἀρχαί." Φησὶν ὅτι ἐὰν ὑποθώμεθα ἀρχὰς εἶναι τῶν ὄντων τὰ καθόλου, δῆλον ὡς ὅτι τὰ ἀνωτάτω λαμβάνομεν τῶν γενῶν· ταῦτα γὰρ λέγεται κατὰ πάντων, καὶ ἐφ’ ὅσων λέγονται τὰ προσεχῆ,4 λέγονται καὶ ταῦτα, ἐφ’ ὅσων δὲ ταῦτα, οὐ λέγονται τὰ προσεχῆ· ὥστε μᾶλλον ταῦτα γένη ὑπάρχουσι τὰ πορρωτάτω. τοσαῦταί γ’ ἄρα ἔσονται ἀρχαί, ὅσα καὶ γένη πρῶτα· οἷον εἰ δέκα γένη τῶν κατηγοριῶν, φανερὸν ὅτι καὶ δέκα ἀρχαὶ ἔσονται τῶν ὄντων. ὥστε ἔσται τό τε ὂν καὶ τὸ ἓν ἀρχὴ καὶ οὐσία· ταῦτα γὰρ κατὰ πάντων μάλιστα λέγεται τῶν ὄντων, ὡς ἐδείξαμεν. εἰ γὰρ εἴη ταῦτα πάντων τῶν ὄντων κατηγορούμενα ὡς γένη, ταῦτα ἂν εἶεν ἀρχαὶ καὶ αἴτια τῶν ὄντων.
“因为如果由于普遍者更是本原……” 他说,如果我们假设普遍者是存在之物的本原,显然我们所选取的就是属中最高层者;因为这些属述谓于一切事物,凡是邻近者所述谓的事物,这些属也述谓于它们,但凡是这些属所述谓的事物,邻近者并不述谓于它们;因此这些最遥远的属更是属。所以,最初的属有多少,本原也就有多少;例如,如果范畴的属有十个,显而易见存在之物的本原也将有十个。因此存在和一将是本原和实体;因为正如我们所展示的,这两者最述谓于一切存在之物。因为如果这两者作为属述谓于一切存在之物,它们就将是存在之物的本原和原因。
- 3.51παρὰ τοῦ ὑποκειμένου ἐστί, παρὰ τοῦτο
介词 παρά 分别接属格表示来源或原因(“由载体而产生/由于载体”),接宾格表示结果或缘由(“由于这一点/为此”)。它与前述 καθ’ ὅσον 从句相呼应,用以说明事物处于变动中的方面(大与小)归因于质料载体。
- 3.52καὶ ἕτερος ὁ λέγων ἐξ ὧν ἐστιν ἐνυπαρχόντων, τουτέστι καὶ ἕτερος ὁ τῶν στοιχείων ὡς ἀρχῶν
分词短语 ὁ λέγων 与 τουτέστι 引导的短语同格并列,与前面的 ὁ διὰ τῶν γενῶν[ὁρισμός]相对立。在 ὁ τῶν στοιχείων 之后省略了名词 ὁρισμός,构成“陈述内在成分的定义,即把元素作为本原的定义”的句式结构。
- 3.53εἰ καὶ ὅτι μάλιστα
亚里士多德引文(lemma)中的惯用让步表达,意为“即使极力[承认属是本原]”。阿斯克勒庇俄斯在正文中用 Κἂν ὑποθώμεθα τὰ γένη ἀρχὰς εἶναι τῶν ὄντων 对这一省略结构作了明确的补充阐释。
- 3.54ἐφ’ ὅσων λέγονται τὰ προσεχῆ, λέγονται καὶ ταῦτα, ἐφ’ ὅσων δὲ ταῦτα, οὐ λέγονται τὰ προσεχῆ
利用关系从句构建的对应句式,用以表示述谓的包含关系(外延广狭)。在后半句 ἐφ’ ὅσων δὲ ταῦτα 中省略了动词 λέγεται,应补充理解为“凡是这些[最高属]所述谓的事物,邻近者并不述谓于它们”。
