← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§174.28-176.7

元素说的主张与属为本原的对立论证

阿斯克勒庇俄斯阐述了自然哲学家们的见解以及关于人工制品的分析(证明元素是本原),随后注解了相反的论据,即根据定义以及通过种获得认识的过程,属才是存在之物的本原(998a28–998b6)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.48

" Ἔτι δὲ τῶν 〈σωμάτων〉 καὶ οἱ πλείω λέγοντες στοιχεῖα." Ὅτι ἀρχαὶ τῶν ὄντων τὰ στοιχεῖα ὑπάρχουσι, κέχρηται μάρτυρι Ἐμπεδοκλεῖ εἰρηκότι τὰ τέσσαρα στοιχεῖα καὶ τοῖς ἄλλοις φυσιολόγοις τοῖς εἰρηκόσιν ἓν εἶναι στοιχεῖον ἀρχὰς τῶν ὄντων, οἷον Ἡρακλείτῳ ἢ Ἀναξιμένει καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι πρὸς τούτοις δὲ τῶν σωμάτων καὶ οἱ πλείω λέγοντες εἶναι στοιχεῖα καὶ οἱ ἕν, ἐξ ὧν σύγκειται καὶ ἐξ ὧν συνέστηκεν ἀρχὰς λέγουσιν εἶναι, οἷον Ἐμπεδοκλῆς πῦρ καὶ ὕδωρ καὶ τὰ μετὰ τούτων στοιχεῖα, τουτέστιν ἀέρα καὶ γῆν, ἐξ ὧν ἐστι τὰ ὄντα ἐνυπαρχόντων· οὔτε γὰρ ὡς γένη τῶν ὄντων ὑποτίθεται αὐτά, ἀλλ’ ὡς στοιχεῖα. πρὸς δὲ τούτοις καὶ τῶν ἄλλων εἴ τις ἐθέλει τὴν φύσιν σκοπεῖν, εὑρήσει ὡς ὅτι ἀρχὰς τῶν ὄντων στοιχεῖα ὑποτίθενται, οἷον κλίνης ἀρχὰς † ὅ ἐστι δίποδας καὶ ὅσα ἄλλα τοιαῦτα· ταῦτα δὲ στοιχεῖα ὑπάρχουσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ὥστε ἐκ τούτων τῶν λόγων οὐκ ἂν εἴησαν ἀρχαὶ τὰ γένη τῶν ὄντων. καὶ ἀπὸ τῶν οὖν τεχνητῶν τοῦτο δείκνυσιν, ὡς εἴρηται· καὶ γὰρ κλίνης καὶ ἑκάστου τῶν τοιούτων τοῖς βουλομένοις τίς ἡ φύσις ἑκάστου αὐτῶν σκοπῆσαι ἡ γνῶσις ἐξ ὧν συνέστηκε μορίων.1 ἀρχαὶ γὰρ ἑκάστου αὐτῶν τὰ ἐξ ὧν συνέστηκεν· ἐκ μὲν γὰρ τοῦ γνωρίσαι τὰς ἀρχὰς γνώριμον καὶ τὸ ἐκ τῶν ἀρχῶν γίνεται· τούτων δὲ ἕκαστον γνωρίζεται, ὅταν τὰ ἐξ ὧν σύγκειται καὶ ὁ τρόπος τῆς συνθέσεως γνώριμος γένηται.

“再者,关于〈物体〉,那些主张更多元素的人……” 为了说明存在之物的本原是元素,他引用了主张四元素的恩培多克勒以及其他主张单一元素作为存在之物诸本原的自然哲学家,例如赫拉克利特或阿那克西美尼以及其他此类人物作为见证。因此,这就是他所说的:除此以外,关于物体,无论是主张元素较多的人,还是主张单一元素的人,都把事物由之组合且由之构成者称为本原,例如恩培多克勒把火、水以及与它们相伴的诸元素即气和土称为本原,存在之物是由这些作为内在成分的东西构成的;因为他并没有把它们假设为存在之物的属,而是假设为元素。除此以外,如果有人愿意考察其他事物的本性,就会发现人们是将元素假设为存在之物的本原,例如床的本原是双腿支柱以及其他一切此类东西;而这些东西就是元素。在所有其他事物上也是如此。因此,根据这些论据,属就不会是存在之物的本原。正如所说的那样,他也确实从人工制品中证明了这一点;因为对于想要考察床以及各类此类事物中每一者的本性究竟是什么的人而言,其认识来自它们由之构成的诸部分。因为它们各自的本原正是各自所由构成之物;因为由认识本原,由本原产生的事物也变得可知;当它们由之组合的事物及其结合的方式变得可知时,这些事物中的每一者便被认识了。

§3.49

"Εἰ δὲ ἕκαστον μὲν γνωρίζομεν διὰ τῶν ὁρισμῶν." Δείξας ὅτι ἀρχαὶ τῶν ὄντων τὰ στοιχεῖα, ἐντεῦθεν πειρᾶται δεῖξαι ὅτι μᾶλλον τὰ γένη ὑπάρχουσιν ἀρχαὶ τῶν ὄντων. εἰ γάρ, φησί, τὰ πράγματα γινώσκονται ἐκ τῶν ὁρισμῶν, οἱ δὲ ὁρισμοὶ τὸ εἶναι ἔχουσιν ἐκ γενῶν καὶ διαφορῶν, δῆλον ὅτι τὰ γένη ἀρχαὶ εἶεν ἂν τῶν ὄντων. χρὴ μέντοι γε γινώσκειν ὅτι εἰ μὲν τὰ πορρωτέρω γένη λέγει, τῷ ὄντι ἀρχαὶ τῶν ὄντων ὑπάρχουσιν,2 ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ, οἱ λόγοι οἱ δημιουργικοὶ οἱ ἐξῃρημένοι· ἐπεὶ δυνατὸν εἰπεῖν ὅτι καὶ τὸ γένος καὶ ἡ διαφορὰ στοιχεῖα τοῦ ὁρισμοῦ ὑπάρχουσιν, ἐπειδὴ ἐξ αὐτῶν σύγκειται ὁ ὁρισμός. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ τὰ πράγματα γινώσκονται ἐκ τῶν ὁρισμῶν αὐτῶν, ἀρχαὶ δὲ τὰ γένη τῶν ὁρισμῶν ὑπάρχουσιν, ἀνάγκη πᾶσα καὶ τῶν ὁριστῶν ἀρχὰς εἶναι τὰ γένη· ἕκαστον γὰρ γνωρίζομεν διὰ τῶν ὁρισμῶν. ἡ οὖν ἐπιχείρησις δυνάμει τοιαύτη ἐστίν. εἰ ἐξ ὧν ἕκαστον γνωρίζομεν, ταῦτα ἐκείνου ἀρχή (κεῖται γὰρ ὅτι ἐκ τοῦ τὰ αἴτια καὶ τὰ στοιχεῖά τινων εἰδέναι καὶ τὰς ἀρχὰς γίνεται τὸ καὶ αὐτὰ εἰδέναι) ἐκ δὲ τῶν ὁρισμῶν γινώσκομεν ἕκαστον τῶν ὄντων, οἱ ὁρισμοὶ ἄρα ἀρχαί. ἀλλὰ μὴν πάλιν αὐτῶν τῶν ὁρισμῶν τὰ γένη ἀρχαί· ἀρχὴ γὰρ τῶν ὁρισμῶν ἡ τοῦ γένους λῆψις. ὥστε καὶ τῶν ὁριστῶν ἀρχαὶ τὰ γένη ὑπάρχουσι.

“但是,如果我们是通过定义认识各事物……” 在证明了存在之物的本原是元素之后,他从这里开始试图证明属更是存在之物的本原。他说,因为如果事物是从定义被认识的,而定义的存在来自属与种差,显然属就是存在之物的本原。然而应当明白,如果他所说的是更遥远的属,它们确实是存在之物的本原,正如我们在总论中所展示的,即那些超越的造物性理路;因为也可以说,属与种差都是定义的元素,因为定义是由它们组合而成的。因此,这就是他所说的:如果事物是从其定义被认识的,而属是定义的本原,那么属也完全必然是被定义之物的本原;因为我们是通过定义认识各事物的。因此,这一论辩的潜在形式如下:如果我们用来认识各事物的东西就是该事物的本原(因为已设定:从认识某些事物的原因、元素和本原出发,认识事物本身这一结果便得以产生),而我们从定义认识存在之物中的每一者,那么定义就是本原。然而,定义本身的本原又是属;因为定义的本原就是对属的把握。所以属也是被定义之物的本原。

§3.50

"Κἂν εἰ ἔστι τὴν τῶν ὄντων λαβεῖν ἐπιστήμην." Ἐπιστήμονες γινόμεθα τῶν πραγμάτων τὰ εἴδη θηρῶντες· ἕκαστον γὰρ τῶν ὄντων κατὰ τὸ εἶδος τὸ ἑαυτοῦ χαρακτηρίζεται, τὸ δὲ εἶδος οὐκ ἔστιν ἑλεῖν ἄνευ τοῦ γένους, ὡς εἴρηται ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου, εἴ γε τῶν πρός τι ὑπάρχουσιν·3 ὥστε καὶ ἐντεῦθεν ἔστιν ἑλεῖν ὅτι τὰ γένη ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι τότε γινώσκομεν τὰ ὄντα, ὅταν λάβωμεν τὴν τῶν εἰδῶν ἐπιστήμην, ἐπειδὴ κατὰ τὰ εἴδη τὰ πράγματα χαρακτηρίζονται, τῶν δὲ εἰδῶν ἀρχαὶ τὰ γένη εἰσίν· ὥστε τῶν ὄντων ἀρχαὶ τὰ γένη ὑπάρχουσι. καὶ γὰρ οἱ ὁρισμοὶ αὐτῶν κατὰ τὰ εἴδη· τῶν γὰρ καθ’ ἕκαστα οὐκ ἔστι κυρίως ὁρισμός, ἀλλὰ ὑπογραφή. εἰ οὖν ἐκ τῆς τούτων γνώσεως ἡ τῶν ὄντων γνῶσις ἤρτηται, εἴδη ἂν εἶεν ἀρχαὶ τῶν καθ’ ἕκαστα, καθ’ ἃ εἴδη εἰσίν. ἀλλὰ μὴν ἀρχαὶ τῶν εἰδῶν τὰ γένη· ἐκ γὰρ τῆς τούτων διαιρέσεως τὰ εἴδη, καὶ οἱ τῶν εἰδῶν ὁρισμοὶ διὰ τῶν γενῶν. καὶ τῶν ὄντων ἄρα ἀρχαὶ πάντων τὰ γένη.

“即使能够获得对存在之物的科学认识……” 我们是通过搜求诸种而成为对事物的知晓者的;因为存在之物中的每一者都是按照它自身的种来获得特性的,但正如波菲利在《引论》中所说,由于〔属和种〕是属于关系范畴的事物,若没有属就无法把握种;所以从这里也可以把握到属是存在之物的本原。因此,这就是他所说的:既然事物是按照种被赋予特性的,那么当我们获得了关于诸种的认识时,我们才认识存在之物,而种的本原是属;因此属是存在之物的本原。因为它们的定义也是依据种的;因为对于个别事物,严格说来并没有定义,而只有描摹。因此,如果关于存在之物的认识取决于关于这些种的认识,那么种就会是个别事物的本原(只要它们是种)。然而,种的本原是属;因为种来自属的划分,并且种的定义也是通过属而作出的。因此,属是一切存在之物的本原。

语法注3 条
  1. 3.48τοῖς βουλομένοις τίς ἡ φύσις ἑκάστου αὐτῶν σκοπῆσαι ἡ γνῶσις ἐξ ὧν συνέστηκε μορίων

    与格分词短语 τοῖς βουλομένοις σκοπῆσαι(“对于想要考察……的人而言”)与主语名词短语 ἡ γνῶσις 以及作谓语的介词短语 ἐξ ὧν συνέστηκε μορίων[ἐστιν]构成句式。间接疑问从句 τίς ἡ φύσις ἑκάστου αὐτῶν 作不定式 σκοπῆσαι 的宾语。

  2. 3.49εἰ μὲν τὰ πορρωτέρω γένη λέγει, τῷ ὄντι ἀρχαὶ τῶν ὄντων ὑπάρχουσιν

    在归结从句中,动词 ὑπάρχουσιν 的语法主语是后置的同位短语 οἱ λόγοι οἱ δημιουργικοὶ οἱ ἐξῃρημένοι。主语与谓语之间形成了倒置分隔(hyperbaton),其结构为:“如果他所说的是更遥远的属,那么超越的造物性理路确实作为存在之物的本原而存在”。

  3. 3.50εἴ γε τῶν πρός τι ὑπάρχουσιν

    连词 εἴ γε(“既然/倘若”)引导表原因或限定的从句,后接表从属的属格 τῶν πρός τι(“属于关系事物”)。动词 ὑπάρχουσιν 的省略主语根据上下文为“属与种”(τὸ γένος καὶ τὸ εἶδος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:174.28-176.7