- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:173.9-174.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了亚里士多德关于存在之本原的疑难——本原究竟是元素还是属,若是属则究竟是最普遍的还是近邻的——并融入了新柏拉图主义的因果论(质料因与造物主的理路),进而通过语音字母与欧几里得几何学基本定理的实例阐明了元素的定义。
" Περὶ τε τούτων οὖν ἀπορία πολλὴ πῶς δεῖ θέμενον τυχεῖν τῆς ἀληθείας.1" Ἐξ ἀρχῆς προέθετο εἰπεῖν περὶ πλειόνων προβλημάτων τοῦ προκειμένου βιβλίου, ἅτινα καὶ ἐξέθετο· καὶ ἐνταῦθα μὲν ἐφ’ ἑκάτερα ἐπιχειρεῖ, τὰς δὲ λύσεις ἐν τῷ Γ ἐπιφέρει. ἦσαν οὖν τῶν προβλημάτων τῶν ἐκτεθέντων ὑπ’ αὐτοῦ καὶ ἡ περὶ ταὐτοῦ ζήτησις καὶ ὁμοίου καὶ ἀνομοίου, παρέλιπε δὲ τὸν περὶ αὐτῶν λόγον ἐνταῦθα· λέγει δὲ ἀκριβῶς περὶ αὐτῶν ἐν τῷ Γ στοιχείῳ καὶ ἐν τῷ Ι. πρόκειται τοίνυν αὐτῷ ἐνταῦθα ζητῆσαι περὶ τῶν ἀρχῶν· καί φησιν ὅτι ἄξιον ἀπορίας, ποῖαι ἄρα μᾶλλον ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι, πότερον τὰ στοιχεῖα ἢ τὰ γένη. καὶ ἐπιχειρεῖ κατ’ ἀμφοτέρους τοὺς λόγους. εἰδέναι μέντοι γε χρὴ ὅτι καὶ τὰ στοιχεῖα καὶ τὰ γένη δύνανται εἶναι ἀρχαὶ τῶν ὄντων· ἀλλὰ τὰ μὲν στοιχεῖα ὡς ὑλικὰ αἴτια, οἷον τὰ τέσσαρα στοιχεῖα ἀρχαὶ ὑπάρχουσι τῶν σωμάτων ὡς ὑλικὰ αἴτια, τὰ μέντοι γε γένη τὰ πρώτιστα οἱ λόγοι2 οἱ παρὰ τῷ δημιουργῷ ποιητικοὶ ὑπάρχουσι καὶ παρακτικοὶ πάντων τῶν ὄντων. ἔχει δὲ καὶ ἡ ψυχὴ τούτους τοὺς λόγους, ἀλλὰ γνωστικῶς μόνον, οὐκέτι καὶ δημιουργικῶς. πάλιν ζητεῖ ὅτι εἰ ἄρα τὰ γένη ὑπάρχουσι στοιχεῖα τῶν ὄντων, πότερον τὰ καθόλου ἢ τὰ προσεχῆ. χρὴ μέντοι γε γινώσκειν ὅτι εἰ τὰ ἐπὶ τοῖς πολλοῖς λαμβάνομεν καὶ ὑστερογενῆ, τουτέστι τὰ ἐν τῇ φαντασίᾳ, μᾶλλον τὰ προσεχῆ ὑπάρχουσιν (ὡς γὰρ εἴρηται ἐν Κατηγορίαις, μᾶλλον ἔστιν ἑλεῖν τὸν Σωκράτη ἐκ τοῦ εἰπεῖν ὅτι ἄνθρωπος ἢ ἐκ τοῦ εἰπεῖν ὅτι ζῷον· δύναται γὰρ καὶ ὁ ἵππος ζῷον εἶναι), εἰ δὲ τὰ πρὸ τῶν πολλῶν, δῆλον ὅτι καὶ ὁ ἀληθὴς λόγος ἔχει οὕτως, ὅτι δεῖ λαβεῖν τοὺς λόγους τοὺς δημιουργικούς, οἷον, εἰ τύχοι, τὸν λόγον τοῦ ζῴου, καθ’ ὃν παράγονται πάντα τὰ ζῷα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.
“因此,关于这些事情,究竟应当如何设定才能获得真理,存在着诸多疑难。” 从一开始,他就打算就本书的更多问题进行阐述,并且他确实列出了这些问题;在这里,他对正反两方都进行了论辩,但在《伽玛》卷中给出了解决办法。由他所列出的问题中,也包含了关于同一、相似与不相似的探究,但他在此处省略了关于它们的讨论;他在《伽玛》卷和《约塔》卷中对它们进行了精确的阐述。因此,他在此处的任务是探究诸本原;并且他说,究竟何者更是存在之物的本原,是元素还是属,这是值得怀疑的。并且他按照两种论据展开了论辩。然而必须知道的是,元素与属都可以是存在之物的本原;但元素是作为质料因,例如四元素作为质料因是诸物体的本原,而最根本的属则是造物主那里的诸理路,它们是产生并带来一切存在之物的动因。灵魂也具有这些理路,但仅仅是以认识的方式具有,而不再是以造物的方式具有。他又探究:倘若属确是存在之物的元素,那么究竟是普遍的属,还是近邻的属?然而应当明白,如果我们取那些处于多者之上且后生的属,即表象之中的属,那么更是近邻的属(因为正如在《范畴篇》中所说的,通过说苏格拉底是人,比通过说他是动物更容易把握他;因为马也可以是动物);但如果取那些先于多者的属,显然真实的理路也是这样,即应当取造物的诸理路,例如恰好是动物的理路,所有的动物都是按照这理路被产生出来的。在所有其他事物上也是如此。
"Περὶ τε τούτων οὖν ἀπορία πολλὴ πῶς δεῖ θέμενον." Φησὶν ὅτι πολλή ἐστιν ἀπορία καὶ περὶ τῶν φθασάντων, εἴτε μόνη ἐστὶν αἰσθητὴ οὐσία εἴτε καὶ ἄλλη τις παρὰ ταύτην, καὶ εἰ ἔστιν ἄλλη, πότερον μία ἢ πλείους, τουτέστιν ἡ νοητὴ καὶ ἡ διανοητή. περὶ οὖν τούτων πολλή ἐστιν ἀπορία· ὁμοίως δὲ καὶ περὶ τῶν ἀρχῶν τῶν ὄντων, πότερον δεῖ ἡμᾶς ὑπολαμβάνειν ἀρχὰς καὶ στοιχεῖα τῶν ὄντων ὑπάρχειν τὰ γένη, ἢ μᾶλλον ἐξ ὧν ἐνυπαρχόντων ἐστὶν ἕκαστον πρῶτον, τουτέστιν ἢ μᾶλλον ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι τὰ στοιχεῖα· οἷον φωνῆς στοιχεῖα καὶ ἀρχαὶ δοκοῦσιν εἶναι ταῦτα ἐξ ὧν σύγκεινται αἱ φωναὶ πᾶσαι πρώτων, τουτέστι τὰ κδ στοιχεῖα, ἀλλ’ οὐ τὸ κοινὸν ἡ φωνή ἐστιν ἀρχή· τουτέστιν οὐκ ἔστιν ἡ ἁπλῶς φωνὴ ἡ κατηγορουμένη κατὰ πάντων τῶν ζῴων τῶν φωνούντων ἀρχή. καὶ πάλιν τῶν διαγραμμάτων, τουτέστι τῶν θεωρημάτων τῶν ἐν γεωμετρίᾳ, ταῦτα στοιχεῖα λέγομεν, ὧν αἱ ἀποδείξεις ἐνυπάρχουσιν ἐν ταῖς τῶν ἄλλων ἀποδείξεσιν3 ἢ πάντων ἢ πλείστων. τὸ γὰρ θεώρημα τὸ λέγον ὅτι τῶν ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσιν ἀποδείκνυται ἐκ τοῦ πρὸ αὐτοῦ, ὥστε στοιχεῖον ἐστι τὸ πρὸ αὐτοῦ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. καινῶς δὲ προσέθηκε τὸ ἢ πάντων ἢ πλειόνων, ὅτι τὸ μέρος τοῦτο τοῦ θεωρήματος τὸ λέγον ὅτι τῶν ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσι, πρὸς μεγάλα ἡμῖν συμβάλλεται, πρὸς πάντα σχεδὸν εἰπεῖν· τὸ δὲ ἕτερον αὐτοῦ μέρος τὸ λέγον ‘καὶ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσι’ πρὸς ἕν τι συμβάλλεται. χρὴ γὰρ εἰδέναι ὅτι ἔδειξεν ὁ γεωμέτρης ἐπὶ τοῦ θεωρήματος τοῦ λέγοντος ‘ἐπὶ τῆς αὐτῆς εὐθείας δύο ταῖς αὐταῖς εὐθείαις ἄλλαι δύο εὐθεῖαι ἴσαι οὐ συσταθήσονται ἐπὶ τὰ αὐτὰ σημεῖα’. καὶ ἔδειξε τοῦτο ὁ Εὐκλείδης ἐκτὸς πιπτουσῶν τῶν εὐθειῶν. ἐὰν οὖν τις ἀπορήσῃ λέγων ὅτι πόθεν δῆλον μὴ ἐντὸς πίπτουσιν,4 ἔστι τοῦτο δεῖξαι διὰ τοῦ μέρους τοῦ θεωρήματος τοῦ λέγοντος ‘καὶ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσι.’ διὰ τοῦτο τοίνυν καὶ στοιχεῖα ταῦτα λέγονται ἐξ ὧν ταῦτα ἀποδείκνυνται.
“因此,关于这些事情,存在着诸多疑难:究竟应当如何设定……” 他说,不仅关于前面讨论过的事情存在着诸多疑难——即可感觉实体是单独存在的,还是除它之外还存在某种别的实体;如果存在别的实体,是一个还是多个,即理智实体与推度理智实体——关于这些事情固然存在诸多疑难,同样,关于存在之物的本原也是如此:究竟我们应当认为属是存在之物的本原与元素,还是毋宁认为是那些内在其中、各事物最初由之构成的东西,也就是说,元素更是存在之物的本原。例如,语音的元素与本原似乎就是所有语音最初由之构成的那些东西,即二十四个字母,而作为公共者的语音本身并不是本原;也就是说,在所有发出声音的动物上被述说的单纯语音并不是本原。再者,在几何图形即几何学中的定理上,我们把那些定理称为元素,它们的证明内在包含于其余所有定理或绝大多数定理的证明之中。因为断言等腰三角形底角彼此相等的定理是由先于它的定理证明出来的,所以先于它的定理就是元素;在所有其他事物上也是如此。而他新近加上了“或者所有的,或者更多的”,乃是因为定理中表明等腰三角形底角彼此相等的这一部分对我们贡献极大,可以说是对几乎所有定理都有贡献;而它的另一部分,即断言“在相等的直线被延长后,底边之下的角彼此相等”的部分,却只对某一件事有贡献。因为应当知道,几何学家在断言“在同一直线上,不得在同一些点上构造出与相同的两条直线相等的另外两条直线”这一定理上进行了证明。欧几里得在直线落在外侧的情况下证明了这一点。因此,如果有人提出疑难说:“从何处显明它们不会落在内侧呢?”,就可以通过定理中指出“在相等的直线被延长后,底边之下的角彼此相等”的这一部分来加以证明。正因如此,这些能用来证明那些定理的东西,也被称为元素。
- 3.46πῶς δεῖ θέμενον τυχεῖν τῆς ἀληθείας
无人称动词 δεῖ 支配不定式 τυχεῖν,而阳性单数宾格分词 θέμενον 充当其逻辑主语,表示手段或条件:“人应当如何做出设定才能获得真理”。
- 3.46τὰ μὲν στοιχεῖα ὡς ὑλικὰ αἴτια... τὰ μέντοι γε γένη τὰ πρώτιστα οἱ λόγοι
由 μέν... μέντοι γε 构成的对比句。后一分句中,主格的 οἱ λόγοι 作为表语修饰主语 τὰ μέντοι γε γένη τὰ πρώτιστα,表明“最初的属乃是诸造物理路”。
- 3.47ὧν αἱ ἀποδείξεις ἐνυπάρχουσιν ἐν ταῖς τῶν ἄλλων ἀποδείξεσιν
关系代词属格 ὧν 修饰 αἱ ἀποδείξεις,先行词为 ταῦτα[即定理],构成嵌套从句:“那些其证明内在包含于其他定理证明之中的(定理)”。
- 3.47πόθεν δῆλον μὴ ἐντὸς πίπτουσιν
在间接疑问句 πόθεν δῆλον μὴ ἐντὸς πίπτουσιν 中,省略了引导词 ὅτι,否定词 μή 与直陈式 πίπτουσιν 连用,表达带有主观疑难或顾虑的反问(“从何处显明它们不会落在内侧呢?”)。
