← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§172.12-173.8

数学对象内在存在于可感事物之中的荒谬性

注解亚里士多德《形而上学》998a7,驳斥了认为中间的数学实体内在存在于可感觉事物之中的观点,指出这将导致两个物体同处一处以及不动者发生运动等荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.45

" Εἰσὶ δέ τινες οἵ φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν." Φησὶν ὅτι ὑπάρχουσί τινες οἵτινες ὑποτίθενται διανοητὰς οὐσίας, φασὶ δὲ αὐτὰς εἶναι ἐν τοῖς αἰσθητοῖς. ἐροῦμεν πρὸς αὐτοὺς ὅτι εἰ ἄρα τὰς διανοητὰς οὐσίας ἐναποτίθεσθε ἐν τοῖς αἰσθητοῖς, διὰ τί μὴ καὶ τὰς νοητάς; τί γάρ ἐστι τὸ κωλῦον; πρὸς τούτοις δὲ συμβήσεται πρᾶγμα ἀκίνητον καὶ στερεὸν εἶναι ἐν κινουμένῳ· καὶ οὕτως δύο σώματα ἔσονται ἅμα ἐν τῷ αὐτῷ τόπῳ, ὅπερ ἐστὶν ἀδύνατον, ὁ αἰσθητὸς οὐρανός, εἰ τύχοι, καὶ ὁ διανοητός. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι εἰσὶ δέ τινες οἵτινες λέγουσιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε αἰσθητῶν οὐσιῶν καὶ τῶν νοητῶν (λέγει δὲ τὰς διανοητὰς οὐσίας), οὐ μὴν κεχωρισμένα ὑπάρχουσι τῶν αἰσθητῶν ἀλλ’ ἐν τούτοις εἰσίν. οἷς τὰ συμβαίνοντα ἄτοπα καὶ ἀδύνατα,1 πλείονος δὲ λόγου δεῖται καὶ οὐκ ἔστι τοῦ παρόντος καιροῦ· ἱκανὸν δὲ καὶ τὰ τοιαῦτα θεωρῆσαι καὶ εἰπεῖν. οὔτε γὰρ ἐπὶ τῶν διανοητῶν οὕτως ἔχειν εὔλογον μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν νοητῶν, ὡς ὅτι καὶ τὰ νοητὰ ἐν τοῖς αἰσθητοῖς ἔχουσι τὸ εἶναι. δεῖ γὰρ λόγου τινός, διότι ταῦτα μέν ἐστιν ἐν τοῖς αἰσθητοῖς, ἐκεῖνα δὲ οὐκέτι. συμβήσεται οὖν δύο στερεὰ ἐν τῷ αὐτῷ τόπῳ εἶναι, τό τε μαθηματικόν (ἔστιν γὰρ καὶ μαθηματικὸν στερεόν, περὶ ὃ ἡ στερεομετρία) καὶ τὸ αἰσθητόν, 〈εἰ〉 ἐκεῖνο ἐν τούτῳ 〈ἔσται〉. ἔσται γὰρ σῶμα διὰ σώματος οὕτως. ἔτι δὲ οὐδὲ ἀκίνητα ἔσται τὰ μαθηματικά, ὄντα ἐν τοῖς αἰσθητοῖς· κινουμένων γὰρ τούτων ἀνάγκη καὶ τὰ ἐν αὐτοῖς κινεῖσθαι, οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὡς καὶ αὐτὰ ὄντα ἐν τόπῳ, εἴ γε καὶ αὐτὰ μεγέθη καὶ ἐν διαστάσει· καὶ ἔσται κινούμενα ὁμοίως τοῖς τῶν σωμάτων βίᾳ καὶ ὑπό τινος κινουμένοις, οὐ κατὰ τὴν ἑαυτῶν ῥοπήν. καθόλου δὲ τίνος χάριν δεῖ λέγειν μὲν αὐτὰ εἶναι,〈εἶναι〉 δὲ ἐν τοῖς αἰσθητοῖς· οὐδὲ μίαν γὰρ φαίνεται αὐτοῖς χρείαν παρεχόμενα, ὄντα γε μὴ καθ’ αὑτὰ ἀλλ’ ἐν τούτοις. πρὸς γὰρ τούτοις τοῖς προειρημένοις ἀτόποις καὶ ὅσα εἵπετο τοῖς κεχωρισμένα ποιοῦσιν αὐτά, καὶ τοῦτο ἀκολουθήσει· ἔσται γάρ τις οὐρανὸς καὶ ἄλλος καὶ κατὰ τούτους παρὰ τὸν αἰσθητὸν οὐρανόν, ὁμοίως καὶ ἥλιος καὶ τῶν ἄστρων ἕκαστον, πλὴν ὅτι οὐ καθ’ αὑτοὺς ὄντες ἀλλ’ ἐν τούτοις, ἥλιος ἐν ἡλίῳ καὶ σελήνη ἐν σελήνῃ καὶ οὐρανὸς ἐν οὐρανῷ, πρὸς ἐκείνῳ τῷ ἀτόπῳ καὶ τοῦτο προσειληφότα2 τὸ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ εἶναι.

“但也有些人说,这些被称为介于形式与可感觉事物之间的东西确实存在,然而……” 他说,有些人假设了推度理智的实体,却主张它们存在于可感觉事物之中。我们将对他们说:“那么,如果你们把推度理智的实体置于可感觉事物之中,为什么不把理智实体也置于其中呢?因为有什么阻碍呢?”此外,这将导致一个不动的、立体的事物处于运动之物中;这样一来,两个物体将同时处于同一处所,而这是不可能的,例如恰好是可感觉的天与推度理智的天。因此,他所说的乃是这般意思:有些人说,这些被称为介于可感觉实体与理智实体之间的东西(他指推度理智的实体)确实存在,但绝非分离于可感觉事物而存在,而是在它们之中。随之归结给他们的荒谬与不可能之处需要更多的讨论,并不适于当下这个时机;然而考察并陈述诸如此类的论点就已足够了。因为这种状况仅发生在推度理智之物上并不合情合理,而是在理智之物上也如此,以致理智之物在可感觉事物中也拥有其存在。因为需要某种理由来说明,为什么这些存在于可感觉事物中,而那些却不再存在于其中。因此,倘若那一个存在于这一个之中,就将导致两个立体处于同一处所,即数学立体(因为确实存在着立体几何所致力于探究的数学立体)与可感觉的立体。因为这样一来,物体就会穿过物体。再者,数学对象处于可感觉事物之中,它们甚至将不再是不动的;因为在这些可感觉事物运动时,处于它们之中的东西也必然随之运动,不是作为偶性运动,而是如果它们自身也是量度且具有广延,那么就像自身也处于处所之中的东西那样运动;并且它们的运动将类似于那些受强力且被某种东西推动的物体的运动,而非按照它们自身的倾向。概而言之,究竟为了什么缘故必须说它们存在,却又存在于可感觉事物之中呢?因为它们自身并不独立存在而是在这些事物之中,看来根本没有为它们提供任何用处。因为除了这些前述的荒谬之外,不仅凡是那些把它们设立为分离独立者所伴随的荒谬,而且这一点也将随之而来;因为照他们看来,除了可感觉的天之外,还将存在另一个天,同样也存在太阳和星辰中的每一颗,只不过它们并非独立自存而是在这些事物之中——太阳在太阳之中,月亮在月亮之中,天在天之中——在那一荒谬之外,又额外承受了两个物体处于同一处所的这一荒谬。

语法注2 条
  1. 3.45οἷς τὰ συμβαίνοντα ἄτοπα καὶ ἀδύνατα

    关系代词 οἷς 是受损与格,指代前句提到的论敌(τινες οἵτινες...),整个结构省略了系动词(ἐστί),构成一个独立的判断句。随后的 πλείονος δὲ λόγου δεῖται... 则以整个事态或这些后果(τὰ συμβαίνοντα)为主语要素。

  2. 3.45προσειληφότα

    分词 προσειληφότα(中性复数宾格或主格)在语法性上并未与紧邻的阳性名词(οὐρανός, ἥλιος)或阴性名词(σελήνη)一致,而是采用语义一致(constructio ad sensum),以统称的中性复数指代前述的一整套数学对象(或天体群)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:172.12-173.8